← エリアス

ポルピュリオス『イサゴゲー』注解

§1.3-2.32

善への希求と哲学の定義の必要性

エリアスは万物が善を希求するという前提から出発し、哲学の卓越した善とその本性を知る必要性を説き、本性の相違を人間と動物の記憶・想起の差異(プロクロス説への言及を含む)によって例解した上で、哲学の「何であるか」という定義から探究を始める必然性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.0

Ἐπειδὴ πάντα τοῦ ἀγαθοῦ ἐφίεται καὶ κοινὸς πάντων ὅρμος ἐστὶ τὸ ἀγαθόν (ἀγαθὸν γὰρ εἴρηται διὰ τὸ ἄγαν θέειν ἐπ’ αὐτὸ πάντα· τὸ δὲ ἀγαθὸν ἐπίτασιν δηλοῖ, ὅθεν καὶ γραμματικῶν παῖδες παραγγέλλουσι μὴ λέγειν ἀγαθώτερον καὶ ἀγαθώτατον διὰ τὸ μὴ ἐν μιᾷ λέξει δύο εἶναι ἐπιτατικώτερα, ἀλλὰ λέγειν μᾶλλον ἀγαθόν, δύο γὰρ λέξεις ἐνταῦθά εἰσι, καὶ μάλιστα ἀγαθόν, ὅπερ ἐπιτατικώτερον καὶ τοῦ μᾶλλόν ἐστι), τούτου χάριν τοῦ εἶναι μὲν καταφρονοῦμεν πολλάκις, τοῦ δὲ ἀγαθοῦ οὐ καταφρονοῦμεν· καὶ αὐτοὶ γὰρ οἱ τὰ κακὰ διαπραττόμενοι οὐχ ᾗ κακὰ διαπράττονται, ἀλλ’ ᾗ ἀγαθά· ὁ γοῦν ἰατρὸς ἑλκοῖ τὸ σῶμα φλεβοτομῶν, οὐχ ἑλκῶσαι προθέμενος ἀλλ’ ὑγιάσαι βουλόμενος, καὶ ὁ φονεὺς ἐγχειρεῖ τῷ φόνῳ οὐχ ὡς φόνου ὀρεγόμενος ἀλλὰ διὰ τὸ προσγινόμενον αὐτῷ ἐξ αὐτοῦ κέρδος, ὅπερ ἐκεῖνος ἀγαθὸν νομίζει. πάντα οὖν τοῦ ἀγαθοῦ1 ἐφίεται, ἀλλ’ ἢ τοῦ ὄντως ἀγαθοῦ ἢ τοῦ νομιζομένου, οὐ πάντως δὲ ἀγαθοῦ. Εἰ οὖν πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ὃ ἂν δειχθῇ μᾶλλον ἀγαθόν, τούτου μᾶλλον ἐφίεται· ὡς γὰρ τὸ μᾶλλον θερμὸν μᾶλλον θερμαίνει καὶ τὸ μᾶλλον ψυχρὸν μᾶλλον ψύχει, οὕτω καὶ τοῦ μᾶλλον ἀγαθοῦ μᾶλλον πάντα ἐφίεται. καὶ ἡμεῖς οὖν διάπυροι καὶ ἐκμανεῖς ἐρασταὶ φιλοσοφίας γινόμεθα, εἰ τὸ παραγινόμενον ἡμῖν ἐξ αὐτῆς ἀγαθὸν γνῶμεν ὁποῖόν ἐστι· μέγα γὰρ τὸ ἀγαθὸν τῆς φιλοσοφίας καὶ τοιοῦτον ὁποῖον ἐδήλωσεν ὁ Πλάτων περὶ αὐτοῦ εἰπὼν ὅτι ‘τοιοῦτον ἀγαθὸν εἰς ἀνθρώπους οὐδὲ ἦλθεν οὐδὲ ἥξει ποτὲ δωρηθὲν ἐκ θεοῦ.’ ἀλλ’ ἐπειδὴ τὸ ἀγαθὸν τῆς φιλοσοφίας γνῶναι οὐ δυνατὸν τῆς φύσεως αὐτῆς ἀγνοουμένης, δεῖ τὴν φύσιν αὐτῆς εἰπεῖν ὁποία τυγχάνει· τῆς γὰρ διαφόρου φύσεως διάφορον καὶ τὸ ἀγαθόν. οὕτω γοῦν ἵππου ἀγαθὸν τὸ ἴτην εἶναι καὶ πορευτικὸν τοῖς ποσίν, ἀνθρώπου δὲ ἀγαθὸν τὸ ἀναθρεῖν ἃ ὄπωπεν· μόνος γὰρ τῶν ζῴων ἄνθρωπος ἀναμιμνήσκεται τῶν ἀλόγων μνήμην ἐχόντων μόνον, ὡς δηλοῖ ὁ κύων τοῦ Ὀδυσσέως ὁ Ἄργος φυλάξας τὴν μνήμην εἰς εἴκοσιν ἔτη. οὐ ταὐτὸν δὲ μνήμη καὶ ἀνάμνησις· μνήμη μὲν γάρ ἐστι μονὴ νοῦ, ἀνάμνησις δὲ ἀπολομένης μνήμης ἀνανέωσις. καὶ ἡμεῖς μὲν οὕτως. ὁ δὲ φιλόσοφος Πρόκλος βούλεται ἐν τοῖς εἰς Φαίδωνα ὑπομνήμασιν ἔχειν καὶ τὰ ἄλογα ἀνάμνησιν· ὑπερβαίνει γάρ, φησί, τὴν ἐκείνων ζωὴν τὸ ἀμετάπτωτον τῆς γνώσεως· τὸ γὰρ διὰ παντὸς μεμνῆσθαι αὐτὰ καὶ μὴ ἐπιλανθάνεσθαι ὑπὲρ τὴν ἐκείνων φύσιν ἐστί· τοῖς γὰρ ἀνθρώποις κρείττοσιν οὖσιν οὐχ ὑπάρχει τοῦτο. ἐπιλανθάνεται δὲ καὶ τὰ ἄλογα· δεινοῖς γάρ ποτε περιπεσόντα αὖθις τοῖς αὐτοῖς περιπίπτει καὶ τὰ πρότερον σαίνοντα μετὰ χρόνον ὑλακτεῖ καὶ ἀγριαίνει πρὸς τούς ποτε συνήθεις. ὅθεν δῆλον ὅτι ἐπιλανθάνεται καὶ ἀναμιμνήσκεται. ὅτι δὲ ἔχει ἀνάμνησιν, δῆλον κἀντεῦθεν ἐκ τοῦ μὴ ὁμοίως εἰς συνήθειαν ἄγεσθαι τῷ προοραθέντι καὶ τῷ πάντῃ ξένῳ·2 θᾶττον γὰρ ἐν συνηθείᾳ γίνεται τοῦ προοραθέντος, ὡς φυλάξας δῆλον ὅτι τύπον τινὰ καὶ δι’ αὐτοῦ λαβὼν ἀφορμὴν ἀναμνήσεως. πλὴν εἰ καὶ ἐπὶ ἀμφοτέρων ἐστὶν ἀνάμνησις, ἀλλ’ οὖν διαφορά τίς ἐστιν· ἐπὶ μὲν γὰρ ἀνθρώπου σὺν τῇ ἀναμνήσει ἐστὶ καὶ τὸ συναισθάνεσθαι αὐτοὺς τῆς ἀναμνήσεως, ἐπὶ δὲ τῶν ἀλόγων οὐκ ἔστι τοῦτο· οὐδὲ γὰρ συναισθάνεται ἐκεῖνα ὅτι ἀνεμνήσθη· ὥσπερ γὰρ ἡ ὄψις ὁρᾷ μέν, οὐκ οἶδεν δὲ ὅτι ὁρᾷ, οὕτως καὶ ἐπ’ ἐκείνων ἐστίν. Ἔδειξεν οὖν ὁ λόγος ὅτι τῆς διαφόρου φύσεως καὶ τὸ ἀγαθὸν διάφορον. διὰ τοῦτο οὖν χρὴ καὶ τῆς φιλοσοφίας τὴν φύσιν εἰδέναι. ἀλλ’ ἐπειδὴ ταύτην χωρὶς ὁρισμοῦ γνῶναι ἀδύνατον (οἱ γὰρ ὁρισμοὶ ἀνατομαὶ καὶ ἀναπτύξεις εἰσὶ τῶν φύσεων), δεῖ ἐκ τοῦ ὁρισμοῦ ἄρξασθαι· εἰς τοιαύτην γὰρ ἀνάγκην κατήντησεν ὁ λόγος. τοῦ δὲ ὁρισμοῦ πρόσρημα τὸ τί ἐστιν· ἐκ τούτου οὖν δεῖ ἄρξασθαι, ὡς ἔδειξεν ὁ λόγος. τίς δὲ ὁ ὁρισμὸς τῆς φιλοσοφίας, ἐν ἑτέρᾳ θεωρίᾳ εὐμενείᾳ τοῦ κρείττονος παραστήσομεν.

万物は善を希求しており、善は万物にとって共通の港であるので(なぜなら「善」とは、万物がそれに向かって激しく馳せることから言われている。そして「善」は強勢を示しており、このゆえに文法家の徒も、一つの語の中に二つのより強勢的な要素が含まれないようにするために、「より善い」、「最も善い」とは言わず、「いっそう善い」、なぜならここでは二つの語があるからであるが、また「きわめて善い」、これは「いっそう」よりもさらに強勢的であるのだが、と言うように指示している)、この理由から、われわれは存在すること自体はしばしば軽視するが、善を軽視することは決してない。なぜなら、悪を犯す者たち自身も、悪である限りにおいて悪を行うのではなく、善である限りにおいて行うからである。現に医者は瀉血を行いながら身体に傷をつけるが、傷つけることを意図しているのではなく、健康にすることを欲しているのである。また殺人者も、殺人を切望する者としてではなく、それによって自分に生じる利益、すなわち彼自身が善とみなしているもののゆえに殺人に着手するのである。したがって万物は善を希求しているが、真なる善か、あるいはそうみなされた善のいずれかを希求しているのであって、必ずしも善であるものを希求しているわけではない。それゆえ、万物が善を希求しているのであるなら、より善いと示されるものをこそ、いっそう強く希求する。なぜなら、より熱いものがより熱し、より冷たいものがより冷やすように、より善いものをこそ万物はより希求するからである。したがってわれわれもまた、哲学から自分たちにもたらされる善がいかなるものであるかを知るならば、哲学の熱烈で狂気的な愛好者となる。なぜなら、哲学の善は偉大であり、プラトンがそれについて「これほど大きな善は、神から授けられて人間に与えられたことはこれまでなく、今後も決して与えられないであろう」と述べて示したとおりのものであるからである。しかし、哲学の善を知ることは、その本性が知られないままでは不可能であるため、その本性がいかなるものであるかを述べねばならない。異なった本性には、善もまた異なるからである。現にこのように、馬にとっての善は敏捷であることや脚で歩行することであるが、人間にとっての善は見たものを観察・考察することである。なぜなら、動物の中で人間だけが思い起こすのに対し、理知なき動物は記憶を持つにすぎないからであり、オデュッセウスの飼い犬であるアルゴスが記憶を二十年間にわたって保ったことがそれを示している。だが、記憶と思い起こしとは同一ではない。記憶とは知性の定着であり、思い起こしとは失われた記憶の更新であるからである。われわれの見解はこのようである。しかし哲学者プロクロスは『パイドン註釈』において、理知なき動物もまた思い起こしを持つと主張している。なぜなら、彼の言うところによれば、知識の不変性はそれらの生を超越しているからである。すなわち、それらが常に記憶していて忘却しないということは、それらの本性を超えている。なぜなら、より優れている人間においてさえ、このことは成り立たないからである。そして理知なき動物もまた忘却する。なぜなら、以前に恐ろしい目に遭ったにもかかわらず再び同じ目に遭い、また以前には尾を振っていたものたちが、時が経つと、かつて馴染みであった者に向かって吠え、獰猛になるからである。このことから、それらが忘却し、そして思い起こすということは明らかである。そしてそれらが思い起こしを持つということは、以前に見知った者と全く見知らぬ者とに対して同様には親しみに引き入れられないということからも明らかである。なぜなら、以前に見知った者に対してはより速やかに親しむようになるからであり、これは明らかに、ある刻印を保持し、それを通じて思い起こしの手がかりを得たからである。ただし、両者に思い起こしがあるとしても、何らかの差異はある。人間においては思い起こしに伴って、彼らが思い起こしを自己覚知することも存するが、理知なき動物においてはこれがないからである。なぜなら、それらは自分が思い起こしたことを自己覚知しはしないからである。あたかも視覚が見はするが、見ていることを知りはしないように、それらの場合にも同様である。したがって議論は、異なった本性には善もまた異なるということを示した。このゆえに、哲学の本性をも知らねばならないのである。しかし、定義なしに本性を知ることは不可能であるため(定義とは本性の解剖であり展開であるから)、定義から始めねばならない。議論はそのような必然性へと至ったのである。そして定義の標記は「何であるか」である。したがって議論が示したように、ここから始めねばならない。哲学の定義がいかなるものであるかについては、より高次のものの好意によって、別の講義で提示することにしよう。

構文注2 件
  1. 2.0ἀλλ’ ἢ τοῦ ὄντως ἀγαθοῦ ἢ τοῦ νομιζομένου, οὐ πάντως δὲ ἀγαθοῦ

    ἀλλʼ ἤ は「〜を除いて(other than / except)」あるいは否定語承けで強められる排他的接続詞としても用いられるが、ここでは先行する πάντα οὖν τοῦ ἀγαθοῦ ἐφίεται を受け、「ただし真なる善か、あるいは善とみなされたもののいずれか[を希求しているの]であり、すべての場合に[真に]善であるものを[希求しているの]ではない」と限定を加える構文として機能している。末尾の οὐ πάντως δὲ ἀγαθοῦ は客観的・無条件的な善を否定する修飾語句である。

  2. 2.0ἐκ τοῦ μὴ ὁμοίως εἰς συνήθειαν ἄγεσθαι τῷ προοραθέντι καὶ τῷ πάντῃ ξένῳ

    冠詞付き不定詞 ἐκ τοῦ ... ἄγεσθαι は前置詞 ἐκ に支配された原因・根拠を表す句。与格の τῷ προοραθέντι と τῷ πάντῃ ξένῳ は、動詞句 εἰς συνήθειαν ἄγεσθαι(親交・親密さに導かれる、馴染む)に対する結合・交際の与格、あるいは副詞 ὁμοίως(同様に)に呼応する比較・基準の与格として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:1.3-2.32