← 小オリュンピオドロス

アリストテレス『気象論』注解

§96.27-98.3

風の本性と斜め運動の原因および古代説の検討

オリンピオドロスは、風が大地周辺を運動する煙状の立ち上りであるとし、その斜め運動の原因をめぐるテオプラストスとアリストテレスの説の相違を比較・検討した上で、アリストテレスが古代人の三つの風の定義の論駁へと進む導入部を注解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.15.1#1

" Περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων." Ἄνεισιν ὁ φιλόσοφος μετὰ τὰ γινόμενα ἐκ τῆς ἀτμίδος ἔν τε τῷ ἄνω τόπῳ καὶ ἐν τῷ κάτω καὶ ἐπὶ τὴν καπνώδη ἀναθυμίασιν καὶ παραδίδωσι πάλιν τὰ ἐξ αὐτῆς γινόμενα οὐκ ἐκπυρουμένης (ἤδη γὰρ ταῦτα παραδέδωκεν, ἡνίκα διαττόντων, δαλῶν καὶ τῶν ὁμοίων ἐμέμνητο), ἀλλὰ μενούσης οὕτως. περὶ γὰρ ἀνέμων διαλέγεται· οὐδὲν δὲ ἕτερόν ἐστιν ἄνεμος ἢ καπνώδης ἀναθυμίασις κινουμένη ἐν τῷ περὶ τὴν γῆν τόπῳ. τὸ δὲ ‘περὶ τὴν γῆν’ σημαίνει, ὡς λοξὴν τὴν κίνησιν ποιοῦνται οἱ ἄνεμοι. τῆς δὲ λοξῆς κινήσεως τῶν ἀνέμων ἄλλην μὲν αἰτίαν ὁ Θεόφραστος ἐν τοῖς οἰκείοις Μετεώροις ἀποδίδωσιν, ἄλλην δὲ νῦν ὁ Ἀριστοτέλης. ὁ γὰρ Θεόφραστός φησιν ἐν τῇ καπνώδει ταύτῃ ἀναθυμιάσει μεμῖχθαί τινα πυρώδη οὐσίαν καὶ γηΐνην, αἵτινες τὴν ἐναντίαν κίνησιν κινούμεναι καὶ μαχόμεναι λοξὴν ποιοῦνται τὴν κίνησιν. μὴ γάρ τις λεγέτω, ὅτι διὰ τί γὰρ μὴ ὑφίεται1 ἢ 〈ἡ〉 ἐπὶ τὰ ἄνω κίνησις τοῦ γεώδους ἐπικρατοῦντος ἢ ἡ ἐπὶ τὰ κάτω τοῦ πυρώδους πλεονάζοντος ἐπ’ εὐθείας τῆς κινήσεως γινομένης; ῥητέον γάρ, ὅτι τοῦτο καλῶς λέγεται ἐπὶ σωμάτων κρεμαμένων· ἐπὶ γὰρ ἐκείνων ἀνάγκη ὕφεσιν γενέσθαι ἑκατέρας ἀμετρίας κολαζομένης, ἐπὶ δὲ σωμάτων κατὰ παράθεσιν ἑνωθέντων οὐχ ἕπεται τοῦτο· ἑκάτερον γὰρ τὴν αὐτὴν ἔχον ἰσχὺν μένει ἀπομαχόμενον. διὸ μηδενὸς ὑπείκοντος ἐκ περιστάσεως τὸ ὅλον εἰς τὰ πλάγια φέρεται. οὕτω μὲν ὁ Θεόφραστος. ὁ δέ γε Ἀριστοτέλης φησίν, ὅτι ἄνεισιν ἡ καπνώδης ἀναθυμίασις καὶ φέρεται πλησίον τοῦ ἀπογείου ἀέρος, καὶ κύκλου γενομένου καὶ προσπταίοντος κύκλῳ κινουμένῳ σώματι χεῖται καὶ πεπλανημένην εἰς τὰ πλάγια κίνησιν ποιεῖται. ὥσπερ γὰρ εἴ τις λύχνον ἀποσβέσας τῆς θρυαλλίδος ἔτι σῳζομένης ὑποβάλῃ τοῦτον κάτω κρικωτῆς σφαίρας, θεάσεται τὸν προσπταίοντα καπνὸν οὐ κύκλῳ συμπεριφερόμενον τῇ σφαίρᾳ, ἀλλ’ εἰς τὰ πλάγια πεπλανημένως κινούμενον. οὕτως ἐστὶ καὶ ἐπὶ τῆς καπνώδους ἀναθυμιάσεως καὶ τοῦ κύκλῳ κινουμένου ἀέρος. οὕτω καὶ ὁ Ἀριστοτέλης. ἕπεται δὲ τῷ μὲν Θεοφράστῳ κάτωθεν λέγειν τὴν ἀρχὴν τοὺς ἀνέμους ἔχειν2 (δῆλον γάρ, ὅτι εὐθὺς μάχονται), τῷ δὲ Ἀριστοτέλει τὸ ἄνωθεν ἐκ τοῦ ἀέρος ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως τοὺς ἀνέμους. καὶ ἄμεινον Ἀριστοτέλης λέγει ἢ Θεόφραστος· τῷ γὰρ Ἀριστοτέλει μαρτυρεῖ τὰ πράγματα. κινουμένων γὰρ τῶν νεφῶν προλέγομεν τὸν μέλλοντα πνεύσεσθαι ἄνεμον ὡς ἐκεῖθεν ἀρχόμενον πνεῖν. ἀλλὰ μὴν ἔδει κατὰ τὸν Θεόφραστον ἐν τοῖς κοίλοις μᾶλλον τόποις σφοδροτέρους εἶναι τοὺς ἀνέμους, εἰ γὰρ ἀπὸ γῆς ἄρχονται, ἕκαστον δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν σφοδρότερόν ἐστιν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ἐν τοῖς ὄρεσιν διὰ τὸ πλησιάζειν αὐτὰ τῷ ἄνω ἀέρι σφοδρότεροί εἰσιν οἱ ἄνεμοι. Ἀριστοτέλης δὲ λέγει ταῦτα μὲν περὶ τῆς λοξῆς αὐτῶν κινήσεως. ἀρχόμενος δὲ ὁ Ἀριστοτέλης τῆς περὶ ἀνέμου κατὰ τὸν εἰθισμένον τρόπον διδασκαλίας πρότερον τὰ τοῖς ἄλλοις δοκοῦντα ἀνατρέπει καὶ οὕτω τὴν ἰδίαν ἐπάγει περὶ αὐτῶν δόξαν. τρεῖς οὖν ὑπολήψεις παλαιῶν ἀνατρέπει περὶ ἀνέμων γενομένας. μίαν μέν, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος, καθάπερ Ἱπποκράτης ὁ ἰατρὸς ὑπελάμβανε· λέγει γὰρ ἐν τῷ Περὶ φυσῶν τὸν ἄνεμον ἠέρος εἶναι ῥεῦμα καὶ χεῦμα· τούτου γὰρ κινουμένου τοὺς ἀνέμους ἔλεγε γίνεσθαι, ἱσταμένου δὲ τὸ ὕδωρ.

「風およびすべての気流について。」 哲学者は、蒸気から上方の場所および下方の場所に生じる事象の後に、煙状の立ち上りへと移行し、それが発火しない場合に(というのも、流れ星や燃えさしやそれらに類するものに言及した際に、これらについてはすでに教示を終えているからである)、むしろその状態を維持している場合にそこから生じる事象をふたたび教示する。というのも風について論じているからであり、風とは大地周辺の場所において運動する煙状の立ち上りに他ならない。「大地周辺の」ということは、風が斜めの運動を行うことを意味している。この風の斜めの運動に対して、テオプラストスは自身の『気象論』においてある原因を与え、アリストテレスは今別の原因を与えている。なぜならテオプラストスは、この煙状の立ち上りの中に火のような実質と土のような実質とが混じり合っており、これらが反対の運動を行って抗争することで斜めの運動を生み出す、と言うからである。というのも「なぜ土のような実質が優勢であることによって上方への運動が弱められたり、あるいは火のような実質が過剰であることによって下方への運動が弱められたりして、運動が直線的になされることがないのか」と誰も言うべきではない。なぜなら、これは懸垂された物体においては適切に言われることだからである。というのも、それらの物体においては、両方の過度の偏りが抑えられることによって減弱が生じるのは必然であるが、並置によって合一した物体においてはこのような結果にはならないからである。各々が同一の力を保ちながら抗争し続けるのである。それゆえ、どちらも屈しないため、状況の制約から全体が側方へと運ばれるのである。テオプラストスはこのように[言う]。これに対してアリストテレスは、煙状の立ち上りは上昇して大地から離れた空気の近傍へと運ばれ、回転が生じて円運動する物体に衝突することによって分散し、側方へとさまよう運動を行う、と言う。なぜなら、ちょうど誰かがランプを消して灯心がまだ保たれているとき、これを環状の天球儀の下に置くならば、衝突する煙が球体とともに円運動して運ばれるのではなく、側方へとさまよいながら運動するのを見るのと同じである。煙状の立ち上りと円運動する空気の場合もこれと同様である。アリストテレスもこのように言う。そして、テオプラストスには風がその始原を下から持つと主張することが帰結し(直ちに抗争することは明白だからである)、アリストテレスには風が運動の始原を上から、空気から持つと主張することが帰結する。そしてアリストテレスはテオプラストスよりも適切に語っている。というのも事実がアリストテレスを証言しているからである。なぜなら雲が動くのを見て、我々は吹こうとしている風がそこから吹き始めると見なして風を予告するからである。さらにテオプラストスに従うならば、風は窪んだ場所においていっそう激しいはずであった。もし風が大地から始まり、かつ各々のものが固有の始原の近くでいっそう激しいのであれば〔そうなる〕からである。しかし我々が見るに、山においては山が上方の空気に近づいていることによって風がいっそう激しいのである。さてアリストテレスは、それらの斜めの運動についてはこのように述べる。そしてアリストテレスは、風についての教示をいつものやり方に従って始めるにあたり、まず他者たちに思われている見解を論駁し、そうして風に関する自身の見解を導入する。したがって彼は風について生じた古代人たちの三つの見解を論駁する。一つは、医師ヒッポクラテスが想定していたように風が運動する空気なのではないということである。なぜなら彼は『吹気について』の中で、風とは空気の流れであり注ぎであると述べているからである。というのも、これが運動するときに風が生じ、静止するときに水が生じると彼は言っていたからである。

構文注2 件
  1. 1.15.1μὴ γάρ τις λεγέτω, ὅτι διὰ τί γὰρ μὴ ὑφίεται

    禁止命令法 μὴ λεγέτω に接続詞 ὅτι が続き、直後に直接疑問の疑問詞 διὰ τί と理由を表す小辞 γάρ が重なっている。これは想定される反論の言葉を直接引用的に導入する構文であり、二つ目の γάρ は反論の発話内部における問いの根拠づけとして機能している。

  2. 1.15.1ἕπεται δὲ τῷ μὲν Θεοφράστῳ κάτωθεν λέγειν τὴν ἀρχὴν τοὺς ἀνέμους ἔχειν

    非人称動詞 ἕπεται(〜という帰結になる)が与格 τῷ Θεοφράστῳ を取り、主語として不定詞句(λέγειν+対格不定詞句 τοὺς ἀνέμους ἔχειν)を従えている。「テオプラストスの主張からは、風が下から始原を持つと言うことが帰結する」という論理的帰結の構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:96.27-98.3