- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:68.1-68.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
オリュンピオドロスはアナクサゴラス説の主張(未照明の星々の光が銀河を成す)を述べた後、アリストテレスが位置の不変性、太陽光の全天照射、地球の影の計算という三つの論証でこれを論駁したことを説明し、続いて反射を原因とするヒッポクラテスの第四説を提示する。
ἀλλ’ οὐ πάντα, φησί, τὸ ἐπίκτητον δέχονται· τὰ οὖν μὴ δεχόμενα ἐκεῖνα τὸν κύκλον τοῦ γαλαξίου ἀπεργάζονται. ἐλέγχει δὲ καὶ ταύτην τὴν δόξαν Ἀριστοτέλης τρισὶν ἐπιχειρήμασιν, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται μήτε τὸν τόπον μήτε ἄλλο τι ἐναλλάττων. ἀλλὰ μὴν ὁ ἥλιος οὐκ ἀεὶ τῶν αὐτῶν ἄστρων τὸ αὐτὸ διάστημα ἀπέχει, † εἰ καὶ δῶμεν, ὅτι τινὰ οὐ φωτίζει. ἀλλ’ οὖν τὰ αὐτὰ οὐ φωτίζει ἀεί, ἀλλὰ διάφορα διὰ τὸ διάφορον αὐτοῦ μέτρον τῆς ἀποστάσεως. εἰ δὲ τοῦτο ἀληθές, ἔδει μὴ ἐν τῷ αὐτῷ τόπῳ ἀεὶ ὁρᾶσθαι τὸν γαλαξίαν. ἀλλὰ μὴν ἐν τῷ αὐτῷ ὁρᾶται· ἄτοπος ἄρα ἡ ὑπόθεσις. δεύτερον ἐπιχείρημα· ὁ ἥλιος πάντα φωτίζει τὰ ἄστρα, οὐκοῦν καὶ τὸν κύκλον τοῦ γαλαξίου· ἄτοπον γάρ τινα τηλικοῦτον κύκλον ὄντα τοῦτον τὸν γαλαξίαν ὑπὸ [τοῦ κύκλου] τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐπισκοτίζεσθαι,1 ὥστε μὴ συγχωρεῖν τὸ ἀπὸ τοῦ ἡλίου φῶς ἐπὶ τὸν γαλαξίαν κινεῖσθαι. τρίτον ἐπιχείρημα· εἰ ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς οὐ φθάνει μέχρι τῆς ἡλιακῆς σφαίρας (μόλις γὰρ ἐφάπτεται τῆς Ἑρμαϊκῆς σφαίρας ὁ κῶνος τῆς σκιᾶς καὶ οὐδέποτε αὐτὸν σκοτίζει, ὁρῶμεν δὲ τὸν ἥλιον καὶ τὸν γαλαξίαν μηδέποτε σκοτιζόμενον), δῆλον, ὅτι ἀνωτέρω ἐστὶ τῆς σεληνιακῆς σφαίρας, εἴ γε αὐτὴ σκοτίζεται, οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει2 πολλῷ τοῦ ἡλίου ὑπερέχοντα. ὅτι δὲ μείζων καὶ ἐκ πλείονος διαστήματος † ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς τοῦ κύκλου τοῦ ἡλίου, δῆλον. δέδεικται γὰρ ἐν ἀστρονομίᾳ, ὅτι εἴκοσι μέρη ἀπέχει ὁ ἥλιος ἀπὸ τοῦ κέντρου, ὅ ἐστι τῆς γῆς. τούτων δὲ τῶν εἴκοσιν ἡ διάμετρος τοῦ κώνου τῆς γῆς 〈πέντε〉 ἔχει,3 ὡς ἀπὸ τῆς γῆς μέχρι τοῦ κώνου αὐτῆς πέντε εἶναι. ἡ δὲ σελήνη ἀπὸ τῆς γῆς ἓν ἀπέχει, ὡς εἶναι ἐπάνω τῆς σελήνης τὸν κῶνον τῆς γῆς τέσσαρσι μέρεσιν· ὅλος γὰρ ὁ κῶνος πέντε ἐστὶ μερῶν (ἤτοι μορίων, ὡς θέλεις, εἰπέ), ὧν ἡ σελήνη ἓν ἀπέχει. ὁ δὲ ἥλιος ἀπὸ τοῦ κέντρου εἴκοσιν ἀπέχει, ἀπὸ δὲ τῆς σκιᾶς τοῦ κώνου δέκα πέντε μέρη ἀπέχει, ἐννεακαίδεκα δὲ ἀπὸ τῆς σελήνης. εἰ δὲ τοῦτο καὶ τόσον ἀπέχει, οὐδέποτε ἡ σκιὰ μέχρι τούτου φθάνει· εἰ δὲ μὴ μέχρι αὐτοῦ, οὐδὲ μέχρι τοῦ γαλαξίου πολλῷ ὑπεράνω ὄντος· ἐν τῇ ἀπλανεῖ γάρ ἐστιν. τοῦτο καὶ τὸ τρίτον ἐπιχείρημα. τετάρτη δόξα Ἱπποκράτους τοῦ Χίου. οὗτός φησι τὸν γαλαξίαν γίνεσθαι ἀνακλάσεως γενομένης πρὸς τὸν ἥλιον, ἀλλ’ ἀνακλάσεως οὐκ ἀπὸ ἀτμίδος, καθάπερ ἔφαμεν ἐπὶ τοῦ κομήτου, ἀλλ’ ἀπὸ ἀστέρων.
しかし、すべての星がその獲得される光を受け取るわけではない、と彼らは言う。したがって、それを受け取らないあの星々が天の川の円周を作り出すのである。そしてアリストテレスはこの学説をも三つの論証によって論駁する。その第一は次のようなものである。すなわち、天の川は場所もその他のいかなることも変えることなく、常に同じように現れる。ところが太陽は、仮にある星々を照らさないとわれわれが認めるとしても、常に同じ星々から同じ距離を保っているわけではない。いずれにせよ太陽は常に同じ星々を照らさないのではなく、自らの距離の尺度が異なることによって様々な星を照らさないのである。もしこれが真実であるなら、天の川は常に同じ場所に見られるべきではないはずである。ところが常に同じ場所に見られている。したがって、この想定は不合理である。第二の論証。太陽はすべての星を照らしており、したがって天の川の円周をも照らしている。これほど大きな円であるこの天の川が、地球の影の円錐によって覆い隠され、太陽からの光が天の川へと達するのを許さないなどということは不合理だからである。第三の論証。もし地球の影の円錐が太陽の天球にまで達しないとすれば(なぜなら影の円錐は水星の天球にかろうじて接するだけであって決してそれを覆い隠さず、しかもわれわれは太陽も天の川も決して覆い隠されないのを目にするのであるから)、[影の円錐が]月の天球より上方にあることは明らかであるとしても(実際、それ自体は覆い隠されるのであるから)、太陽よりはるかに上方にある天の川を覆い隠すことはない。そして、地球の影の円錐が太陽の円周よりも大きく、より大きな距離から生じるのではないということは明らかである。というのも、天文学において、太陽は中心、すなわち地球から二十単位離れていると証明されているからである。そしてこれら二十単位のうち、地球の円錐の長さは五[単位]を有しており、地球からその円錐の[先端]までは五単位である。他方、月は地球から一単位離れており、地球の円錐は月より四単位上方にあることになる。円錐全体は五単位(あるいは部分と言ってもよい、望む通りに呼べ)であり、月はそのうちの一単位離れているからである。そして太陽は中心から二十単位離れており、影の円錐からは十五単位、月からは十九単位離れている。もしこれほど遠く離れているならば、影が決して太陽にまで達することはない。もし太陽にまで達しないなら、はるか上方にある天の川にまで達することもない。天の川は恒星天にあるからである。これが第三の論証である。第四の学説はキオス島の人ヒッポクラテスのものである。彼は、太陽への反射が生じることによって天の川が生じるのであり、しかも彗星の場合にわれわれが述べたような水蒸気からの反射ではなく、星々からの反射によって生じるのだと言う。
- 1.10.1ἄτοπον γάρ τινα τηλικοῦτον κύκλον ὄντα τοῦτον τὸν γαλαξίαν ὑπὸ [τοῦ κύκλου] τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐπισκοτίζεσθαι
非人称形容詞 ἄτοπον に続く対格不定詞構文。不定詞 ἐπισκοτίζεσθαι の意味上の主語は τοῦτον τὸν γαλαξίαν であり、τινα τηλικοῦτον κύκλον ὄντα はその主語を修飾・敷衍する同格的分詞句である。
- 1.10.1εἰ ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς οὐ φθάνει μέχρι τῆς ἡλιακῆς σφαίρας ... οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει
長大な条件文。εἰ 節の内部に括弧的な根拠提示(μόλις γὰρ ...)と主節の一部を先取りした断定(δῆλον, ὅτι ἀνωτέρω ἐστὶ τῆς σεληνιακῆς σφαίρας, εἴ γε αὐτὴ σκοτίζεται)が挿入されているが、文全体の論理的骨格は「地球の影の円錐が太陽の天球に達しないならば(εἰ ... οὐ φθάνει)、太陽をはるかに超える天の川を覆い隠すことはない(οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει)」という帰結関係にある。
- 1.10.1τούτων δὲ τῶν εἴκοσιν ἡ διάμετρος τοῦ κώνου τῆς γῆς 〈πέντε〉 ἔχει
τούτων τῶν εἴκοσιν は全体を表す部分属格(「これら二十単位のうち」)。διάμετρος は立体幾何学的には「軸長(高さ)」を意味する用法で用いられている。校訂で補われた数詞 〈πέντε〉 が動詞 ἔχει の直接目的語となっている。
