- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:55.7-57.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『気象論』343a22–343b4の各句について、惑星説・合説・ヒッポクラテスの反射説に対する反論(出現場所、数、太陽の位置、エウクレースの時代の彗星など)を逐語的に注解する。
" Πρῶτον μὲν οὖν τοῖς λέγουσιν, ὅτι τῶν πλανωμένων εἷς ἐστι καὶ τὰ ἑξῆς." Ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, τὰ καθόλου πρῶτον παραδίδωσιν ἄτοπα· καὶ πρῶτον τὸ ἀπὸ τοῦ τόπου.
「まず第一に、[彗星は]惑わされる[星]たちの一つであると言う者たちに対して、云々。」 哲学者[アリストテレス]は普遍を好むゆえに、まず普遍的な不都合を提示する。そして第一のものは場所からのものである。
"Ἐν τῷ κύκλῳ ὑπολείπεται τῶν ζῳδίων." Τουτέστι περὶ τὸν ζῳδιακὸν κινοῦνται· τὴν γὰρ κίνησιν αὐτῶν ἀστρονομικῶς ὑπόλειψιν ἐκάλεσεν.1
「黄道の円環において遅れをとる。」 すなわち、それらは黄道帯のまわりを動くのである。天文学的にそれらの運動を彼は「遅れ」と呼んだからである。
"Εἶτα καὶ πλείους ἑνός· ἅμα γὰρ γεγένηται." Ἰδοὺ τὸ δεύτερον τὸ ἐκ τοῦ πλήθους κοινὸν ἄτοπον.
「さらに、1つより多く[現れる]。同時に生じたからである。」 見よ、数からの第2の共通の不都合である。
"Πρὸς δὲ τούτοις εἰ διὰ τὴν ἀνάκλασιν καὶ τὰ ἑξῆς." Ταῦτα οὐκέτι κοινά. πρὶν γὰρ τὰ ὑπόλοιπα δύο εἰπεῖν κοινά, τρέπεται καὶ ἐπὶ τὸν ἴδιον ἔλεγχον τοῦ Ἱπποκράτους συγκεχυμένως τὴν διδασκαλίαν ποιούμενος· ὅτι δέ, φησίν, εἰ διὰ τὸν τοιόνδε τόπον κόμη αὐτῷ προσγίνεται, οὐκ ἔδει οὐδ’ ἐν τῷ ζῳδιακῷ οὐδ’ ἐν τῷ νοτίῳ, εἴτε νότιός ἐστιν ὁ ἥλιος εἴτε βόρειος, συνίστασθαι κομήτην· πολλάκις δὲ ὦπται.
「これらに加えて、もし反射によって[生じるならば]、云々。」 これらはもはや共通のものではない。残りの2つの共通のものを述べる前に、彼はヒッポクラテスに対する固有の論駁へと転じ、その教説を混然と行っているからである。すなわち、彼が言うには、もしこのような場所ゆえに尾がそれに付け加わるならば、太陽が南にあるにせよ北にあるにせよ、黄道帯においても南においても彗星が形成されるべきではなかった、しかししばしば目撃された、と。
"Νῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε." Τοῦτο πρὸς τοὺς λέγοντας ἕκτον πλάνητα, ὅτι χωρὶς κόμης οὐδέποτε οὗτος ὦπται· καὶ μὴν ὤφειλεν. ἀλλ’ ἴσως τις ἐρεῖ, ὅτι ὑπὸ γῆν ἐστιν ἢ ὑπὸ τὰς αὐγὰς κρύπτεται τοῦ ἡλίου καὶ διὰ τοῦτο οὐχ ὁρᾶται. τί οὖν λέγομεν; ὅτι οὐκ ἐξ ἀνάγκης. τίς γὰρ ἡ ἀποκλήρωσις τοὺς μὲν πέντε φαίνεσθαι καὶ πολλάκις ἅμα πάντας ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, τοῦτον δὲ μὴ φαίνεσθαι. λοιπὸν εἶπεν· ἔξωθεν εἰ ἦν πλάνης, ὥσπερ ἐκεῖνοι καταλαμβάνονται,2 καὶ γινώσκομεν, πότε γίνονται ἔξαυγοι, πότε δὲ κρύπτονται, οὕτως ἂν καὶ οὗτος. οὐδεὶς δὲ μέχρι τῆς νῦν ἠδυνήθη προειπεῖν ἐσόμενον, † εἴ ποτε δὲ διαφθείρεται· οὐκ ἄρα πλάνης ἐστίν.
「しかし現実には、5つ以外には何一つ目撃されていない。」 これは第6の惑星を主張する者たちに対するものであり、尾を伴わずにこの[星]が決して目撃されたことがないこと[を突く]。だが目撃されるべきであった。しかしおそらく誰かが、それは地の下にあるか、あるいは太陽の光線のもとに隠されており、そのために見えないのだ、と言うであろう。ではわれわれは何と言うべきか。必然ではない、と。というのも、5つの[星]は地上の半球において現れ、しばしば同時に皆現れるのに、この星は現れないということに、どのような根拠ある区別があるのか。さらに[誰かが]外部から付け加えて言うならば、もし惑星であるなら、かの星たちが捕捉され、いつ光線から外れ、いつ隠れるのかをわれわれが知るのと同様に、この星についてもそうであったはずである。しかし今まで誰も、それが現れること、またもし消滅することがあるとすれば[いつ消滅するのか]を予言することはできなかった。したがって惑星ではない。
"Καὶ φανερῶς δὲ ὄντων αὐτῶν καὶ μὴ πάντων φαινομένων." Τοῦτό φησι πρὸς τὴν δόξαν τὴν λέγουσαν σύνοδον· κομήτης γὰρ ἐφάνη φαινομένων τῶν πλανήτων ἢ ἁπάντων ἢ τινῶν. σὺ δὲ εἰπέ, ὅτι καὶ συνόδου μὴ γενομένης γεγόνασι κομῆται καὶ γενομένης οὐκ ἐγένοντο.
「そして、それらが公然と現れており、かつすべてが現れているわけではないときにも。」 彼はこのことを合を主張する意見に対して述べる。惑星のすべてあるいは幾つかが現れているときに彗星が現れたからである。他方、汝は、合が生じていないときにも彗星が生じたこと、また生じたときにも生じなかったことを言え。
"Ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον." Τοῦτο πρὸς Ἱπποκράτην λέγεται, ὅτι οὐκ ἐν μόνῳ τῷ βορείῳ γίνονται κύκλῳ κομῆται, ἀλλὰ καὶ ἐν τῇ διακεκαυμένῃ ἐγένοντο· ἐν δὲ τῷ ἰσημερινῷ ἐφάνησαν τὴν ἀρχὴν ἔχοντες, ὅστις οἷον κέντρον ἐστὶ τοῦ ζῳδιακοῦ. ἀλλ’ εἰ μὴ φαίνεται ἡ διακεκαυμένη, πῶς ἔχει ἐκεῖ γεγονέναι; ἢ λέγομεν, ὅτι ἐστοχάσατο γενομένου αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἰσημερινοῦ, ὅτι πάντως καὶ τῆς διακεκαυμένης μέρος κρατεῖ· ἢ τὸ ἀληθέστερον εἰπεῖν, γέγραπται τοῖς παλαιοῖς τὸ ποσὸν τῆς φαινομένης παραλλάξεως λοξῶς τῆς φαινομένης ἐποχῆς πρὸς τὴν ἀληθῆ ἐποχὴν καθ’ ἕκαστον κλίμα.3 καὶ ἐκ τούτου μᾶλλον εὗρεν, ὅτι ἐν τῇ διακεκαυμένῃ ζώνῃ ἐγένετο κομήτης.
「しかるに、北の場所においてのみ彗星が生じるということも真ではない。」 これはヒッポクラテスに対して言われている。北の円環においてのみ彗星が生じるのではなく、灼熱帯においても生じたからである。そしてそれらは、黄道帯の中心とも言える天の赤道において始まりをもつ姿で見出された。しかし灼熱帯が見えないとすれば、どうしてそこに生じたということがありうるのか。あるいはわれわれは、赤道の始まりのあたりに彗星が生じたことから、灼熱帯の一部を必然的に占めると推測したと言うべきか。あるいはより真実を述べるならば、各地帯に応じた真の天体位置に対する見かけの天体位置の傾斜的な視差の量が、古人たちによって記録されている。
"Ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος πρὸς τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον." Εἰκότως γὰρ μέλλοντος γίνεσθαι σεισμοῦ καὶ κατακλυσμοῦ ἐφάνη μέγας κομήτης, δι’ ὃν πολλὴ ἦν ἡ καπνώδης ἀναθυμίασις. ἐνταῦθα σφοδρότατοι ἐγένοντο ἄνεμοι καὶ ὑπόγειοι καὶ ἀπόγειοι. διὰ μὲν τοὺς ὑπογείους γέγονεν ὁ σεισμός· διὰ δὲ τοὺς ἀπογείους ἀλλήλοις ἐξ ἐναντίου πνεύσαντας ἐκορυφώθη ἡ θάλασσα καὶ ἐπήρθη εἰς ὕψος μέγιστον. εἶτα ἀπολήξαντος τοῦ ἑτέρου τῶν ἀνέμων ἐφημμένος ἐπαύσατο ὁ ἄνεμος,4 ἐπὶ ἐκεῖνον ἐξῃμέθη τὸ ὕδωρ καὶ γέγονεν ἐπικλυσμός. οὐδὲ γὰρ κατακλυσμὸς ἀπὸ ὑετοῦ γίνεται.
そしてこのことからむしろ、灼熱帯において彗星が生じたことを彼は見出したのである。 「アカイアにおける地震と津波の襲来の時期に生じた大彗星もそうである。」 実際、地震と洪水が起ころうとしていたときに大彗星が現れたのは尤もなことである。その彗星のために煙のような蒸発気化が多量に生じたのである。その地において地中の風と地上の風の双方が極めて激しく生じた。地中の風によって地震が生じ、互いに逆向きに吹いた地上の風によって海は盛り上がり、最大の高さへと持ち上げられた。次いで一方の風が止んだとき、点火されたその風は静まり、水はあの場所に向かって注ぎ出され、氾濫が生じた。
"Καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασι." Τοῦτο πάλιν πρὸς τὸν Ἱπποκράτην.
実に洪水も雨から生じるのではないからである。 「また南に向かってもすでに多くが生じている。」
"Ἐπὶ δὲ ἄρχοντος Ἀθήνησιν Εὐκλέους τοῦ Μόλωνος." Καὶ τοῦτο πρὸς Ἱπποκράτην. δείκνυσι γὰρ ὡς ἐπὶ ἄρχοντος Εὐκλέους ἐγένετο κομήτης πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος, τουτέστιν ἡλίου ὄντος ἐν τοῖς νοτίοις μέρεσι· τῷ Γαμηλιῶνι γὰρ μηνὶ ἐν Ὑδροχόῳ ἐστὶν ὁ ἥλιος. πῶς οὖν ἡλίου ὄντος ἐν τοῖς νοτίοις γέγονε κομήτης; ἀδύνατον γάρ, ὡς ἔλεγεν Ἱπποκράτης. γαμήλιος δὲ μὴν ἐλέγετο παρ’ Ἀθηναίοις διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν τοὺς γάμους ἐπιτελεῖσθαι· εὔλογον γὰρ ᾤοντο τότε σπείρειν, ὅτε καὶ ἡ γῆ ἀρδεύεται· ἐπιτήδειος γὰρ ὁ καιρὸς πρὸς καρπῶν γένεσιν.
これもまたヒッポクラテスに対するものである。 「アテナイにおいてモロンの子エウクレースがアルコンであったとき。」 これもまたヒッポクラテスに対するものである。アルコンであるエウクレースの時代に、ガメリオンの月に、すなわち太陽が南の部分にあるときに、北に向かって彗星が生じたことを彼は示しているからである。ガメリオンの月には太陽は水瓶座にあるからである。では太陽が南にあるときに、どうして彗星が生じたのか。ヒッポクラテスが言っていたように、それは不可能であるはずだからである。なお、アテナイ人たちのもとでガメリオンの月と呼ばれたのは、その季節に婚礼が執り行われたからである。大地が潤されるときに種を播くことが適っていると彼らは考えたからである。その季節は作物の生成に適しているからである。
- 1.8.3τὴν γὰρ κίνησιν αὐτῶν ἀστρονομικῶς ὑπόλειψιν ἐκάλεσεν.
二重対格構文で、τὴν κίνησιν αὐτῶν が直接目的語、ὑπόλειψιν が述語対格。天文学の文脈において恒星天の日周運動に対して惑星が東向きに遅れていく順行運動(あるいは遅れ)を「ὑπόλειψις」と呼んだことを説明している。
- 1.8.6λοιπὸν εἶπεν· ἔξωθεν εἰ ἦν πλάνης, ὥσπερ ἐκεῖνοι καταλαμβάνονται
λοιπόν は「その上、さらに」の副詞的転用。εἶπεν の主語は特定されておらず、非人称的に「誰かが言うなら」とも取れるが、注解者が補足論証を導入する慣用的表現。ἔξωθεν は「外側から(アリストテレスのテキスト外から)」を意味し、仮定文 εἰ ἦν πλάνης(反実仮想)と主節 ἂν καὶ οὗτος [κατελαμβάνετο] の骨格をなす。
- 1.8.8λοξῶς τῆς φαινομένης ἐποχῆς πρὸς τὴν ἀληθῆ ἐποχὴν καθ’ ἕκαστον κλίμα
τῆς φαινομένης ἐποχῆς は属格で、名詞句 τὸ ποσὸν τῆς φαινομένης παραλλάξεως(見かけの視差の量)にかかる。副詞 λοξῶς(斜めに、傾斜して)は視差の現れ方を修飾し、πρὸς τὴν ἀληθῆ ἐποχήν(真の天体位置に対して)は比較・照応の対象を示す前置詞句である。
- 1.8.9ἀπολήξαντος τοῦ ἑτέρου τῶν ἀνέμων ἐφημμένος ἐπαύσατο ὁ ἄνεμος
ἀπολήξαντος τοῦ ἑτέρου τῶν ἀνέμων は絶対属格構文。主節の主語は ὁ ἄνεμος、述語は ἐπαύσατο で、完了分詞 ἐφημμένος(点火された、燃え立った)が主語を述語的に修飾している。二つの相反する風の一方が止むことで均衡が崩れた経緯を表す。
