← 小オリュンピオドロス

アリストテレス『気象論』注解

§290.23-292.8

煎沸の定義と自然本性的生起および揚げ物との差異

アリストテレスによる煎沸の定義(380b13)を受け、煎沸と焙焼が料理技術だけでなく自然本性的にも生じることを示しつつ、煎沸の定義・フライとの差異・煎沸される事物の諸条件(厳密・比喩的区別)を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.4.1#1

" Ἔψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου." Οὐχ ὡς ἄν τις οἰηθείη, διαλεγόμενος ὁ Ἀριστοτέλης περὶ ἑψήσεως καὶ ὀπτήσεως ὅτι ἐάσας τὰ φυσικὰ προβλήματα ἐτράπη ἐπὶ τὰ τεχνικὰ καὶ μαγειρικῆς καὶ ὀψοποιητικῆς ἔργα ἡμῖν παραδίδωσι·1 ταῦτα γὰρ οὐ μόνον ὑπὸ τέχνης γίνονται, ἀλλὰ καὶ ὑπὸ φύσεως. καὶ γὰρ ἡ πέψις τῶν σιτίων ἡ ἐν τῇ γαστρὶ γινομένη ἔοικεν ἑψήσει· θερμῷ γὰρ ὑγρῷ γίνεται. καὶ αὐτὸς δ’ Ἱπποκράτης ἕψησιν τὴν πέψιν καλεῖ· φησὶ γὰρ μήτε δὶς ἕψειν τὰ σιτία. καὶ ὄπτησις δὲ γίνεται ὑπὸ φύσεως. ἡ γὰρ δύσκρατος καὶ θερμὴ γαστὴρ ὀπτᾷ τὰ προσαγόμενα· καὶ δηλοῦσι ταῦτα αἱ ἐρυγαί. ἀλλὰ μήτις λεγέτω, ὅτι καὶ εἰ ἄμφω ταῦτα ὑπὸ φύσεως γίνεται, τί δήποτε προέταξεν ὁ φιλόσοφος τὴν ὄπτησιν τῆς ἑψήσεως;2 ἀκούσεται γάρ, ὅτι ἐπειδὴ ἡ ἕψησις κατὰ φύσιν, ἡ δ’ ὄπτησις παρὰ φύσιν, τιμιώτερα δὲ τὰ κατὰ φύσιν τῶν παρὰ φύσιν. τρία δέ τινα ζητεῖ περὶ τῆς ἑψήσεως ὁ φιλόσοφος· πρῶτον, τί ἐστιν ἕψησις· δεύτερον δέ, τίνα ἐστὶ τὰ ἑψόμενα καὶ τίνα μὲν κυρίως ἕψεται, τίνα δὲ κατὰ μεταφοράν, καὶ τίνα ἔτι μᾶλλον κατὰ μεταφοράν· τρίτον πρὸς τοῖς εἰρημένοις, τίνα τὰ ὑπάρχοντα τοῖς ἑψομένοις. ἀρξώμεθα ἀπὸ τοῦ πρώτου καὶ εἴπωμεν, τί ἐστιν ἕψησις. ἕψησις τοίνυν ἐστὶ πέψις τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἑψομένῳ ὑπὸ θερμοῦ ὑγροῦ γινομένη· τὰ γὰρ ἑψόμενα πάντα ἐν ὑγρῷ θερμῷ ἀποτίθεται. ὅθεν καὶ ἀπορεῖ ὁ Ἀριστοτέλης, ποῦ ἂν ταγῇ ἡ τηγάνισις· μήποτε οὖν καὶ τὰ τηγανιζόμενα ἕψεται, ὡς ἂν ἐν ὑγρῷ ἐλαίῳ τηγανιζόμενα. καὶ λύομεν λέγοντες, ὅτι μᾶλλον ταύτην τῇ ὀπτήσει προσκεχώρηκεν ἤπερ τῇ ἑψήσει, ἐπειδὴ καὶ τὰ τηγανιζόμενα μᾶλλον θερμῷ ξηρῷ τηγανίζονται. διὰ γὰρ ταύτην τὴν αἰτίαν οὐδ’ ἐν πολλῷ ἐλαίῳ θέλει τηγανίζεσθαι, ὥστε ψαύειν τῇ ἐπιφανείᾳ τοῦ τηγάνου. καὶ τὰ μὲν ἑψόμενα ἀποτίθεται μᾶλλον τὴν οἰκείαν ὑγρότητα ἐν τῷ ὑγρῷ, ἐν ᾧ ἕψεται, ἑλκομένης αὐτῶν τῆς ὑγρότητος ὑπὸ τῆς θερμασίας τῆς ἐν τῷ ὑγρῷ, ἐν ᾧ ἕψονται, ὡς δηλοῦσιν οἱ ζωμοὶ μεταλαμβάνοντες τῆς ποιότητος τῶν ἑψομένων· τὰ δὲ τηγανιζόμενα τοὐναντίον ἕλκει πρὸς ἑαυτὰ τὸ ὑγρόν, ἐν ᾧ ἕψεται, ἕλκεται δ’ ἡ ὑγρότης αὐτῶν ὑπ’ αὐτοῦ. ὅθεν καὶ συμβαίνει τῶν ἑψομένων τὸν ζωμὸν ἡδύτερον ὑπάρχειν ὡς ἂν μεταλαμβάνοντα τῆς ποιότητος τῶν ἑψομένων· μᾶλλον δὲ αὐτὸ τὸ τηγανιζόμενόν ἐστι ἡδύτερον τοῦ ἐλαίου, ἐν ᾧ τηγανίζεται, ὡς ἂν αὐτὸ μᾶλλον μεταλαμβάνον τοῦ ἐλαίου ἤπερ ἐκεῖνο τούτου. καὶ τοῦτο μέν ἐστι τὸ πρῶτον. δεύτερόν φησιν, ὅτι τὰ ἑψόμενα δεῖ ἔνικμα εἶναι καὶ πάντως μετέχειν ὑγρότητος αἰσθητῆς (διὰ γὰρ ταύτην τὴν αἰτίαν καὶ λίθοι οὐχ ἕψονται ὡς μὴ μετέχοντες ὑγρότητος αἰσθητῆς, εἰ καὶ τὴν συνεκτικὴν ἔχουσιν, ἧς στερόμενοι διαπίπτουσι καὶ ψάμμος γίνονται), καὶ ὑγρότητος οὐ τῆς τυχούσης, ἀλλὰ παθητικῆς ὑπὸ θερμότητος, ἐπεί τοί γε οὐδὲ τὰ ξύλα ἕψονται καὶ τὰ μετέχοντα ὑγρότητος. ξύλα δὲ οὐ πάντα, ἀλλὰ τὰ πυκνότερα καὶ ὅσα τοιαῦτα, ἐπεί τοί γε τὰ μανότερα ἕψονται, ἅτινα ὑπὸ τῆς ἀναγομένης αἰθάλης τοῦ πυρὸς ἕψεται· ὡς τελευταῖον καὶ ἄκαπνα αὐτὰ καλεῖσθαι τῷ καπνὸν μὴ ποιεῖν προδεδαπανημένης αὐτῶν τῆς ὑγρότητος ἐν τῇ προγενομένῃ ἑψήσει. † κυρίως δ’ ἕψονται γλεῦκος καὶ γάλα καὶ ὅσα τοιαῦτα, διότι οὐκ ἐν ἀλλοτρίῳ ὑγρῷ ἕψονται. ἔτι δὲ μᾶλλον κατὰ μεταφορὰν ὁ χρυσός, ἐπειδὴ οὗτος οὐδ’ ἀποβάλλει τινὰ ὑγρότητα ἐν τῇ ἑψήσει (ὁ κεκαθαρμένος δηλονότι· ὁ γὰρ ῥυπαρὸς τὸν προσόντα αὐτῷ ῥύπον μόνον ἀποβάλλει). καὶ τοῦτο τὸ δεύτερον.

「煎沸とは、概して、内在する規定されざるものの、湿った熱による熟化である。」 アリストテレスが煎沸と焙焼について論じるにあたり、誰かが考えるかもしれないように、自然学的な問題を放置して技術的なことへと転じ、料理術や調理術の技を私たちに伝授しているのではない。なぜなら、これらは技術によってのみ生じるのではなく、自然本性によっても生じるからである。実際、胃の中で生じる食物の熟化は煎沸に似ている。温かく湿ったものによって生じるからである。そしてヒッポクラテス自身も熟化を煎沸と呼んでいる。「食物を二度煎沸してはならない」と言っているからである。また焙焼も自然本性によって生じる。不調和で熱い胃は、取り入れられたものを焙焼するからであり、おくびがこれを示している。しかし誰にも、「たとえこれら双方が自然本性によって生じるとしても、いったいなぜ哲学者は煎沸の前に焙焼を置いたのか」などと言わせてはならない。なぜなら彼は、煎沸は自然にかなっており焙焼は自然に反しているため、そして自然にかなったものは自然に反したものよりも尊いからだ、と聞かされることになるからである。哲学者は煎沸について三つのことを探究している。第一に、煎沸とは何か。第二に、煎沸されるものとは何か、そして何が厳密に煎沸され、何が比喩的に、何がいっそう比喩的に煎沸されるのか。第三に、言われたことに加えて、煎沸されるものに属するものは何か。第一のものから始めて、煎沸とは何かを言おう。そこで煎沸とは、煎沸されるものの中の湿気の、温かく湿ったものによって生じる熟化である。煎沸されるものはすべて温かく湿ったものの中に置かれるからである。そこからアリストテレスは、フライにすることがどこに位置づけられるかを難問とし、それゆえフライにされるものもまた、湿った油の中でフライにされるのだから、煎沸されるのではないか[と問う]。そして私たちは、フライにされるものはむしろ熱く乾いたものによってフライにされるのだから、これ[フライにすること]は煎沸よりもむしろ焙焼に近づいている、と言って解決する。というのも、この原因のゆえに、フライパンの表面に触れるように、多量の油の中ではフライにされることを望まないからである。そして煎沸されるものは、それが煎沸される液体の中の熱によって自らの湿気が引き出されるため、自らの固有の湿気をそれが煎沸される液体の中へとむしろ放散し、煮汁が煎沸されるものの性質を受け取るのがこれを示している。他方、フライにされるものは逆に、それが煎沸される液体を自己へと引きつけ、自らの湿気はそれによって引き出される。そこから、煎沸されるものにおいては、煎沸されるものの性質を受け取るものとして煮汁の方がより美味であるのに対し、フライにされるものにおいては、油がそれを受け取るよりもむしろそれ自体が油を受け取るものとして、フライにされるもの自体がそれがフライにされる油よりも美味である、ということが生じるのである。そしてこれが第一の点である。第二に彼が言うには、煎沸されるものは湿り気を含んでいなければならず、知覚可能な湿気に必ず与っていなければならない(この原因のゆえに、石も、凝集的な湿気を持っており、それを奪われると崩壊して砂になるとしても、知覚可能な湿気に与っていないものとして煎沸されない)。そしていかなる湿気でもよいのではなく、熱によって受動しうる湿気でなければならない。なぜなら実際、木も、湿気に与っているものでさえ煎沸されないからである。ただし木もすべてではなく、より密なものやそのようなものであり、なぜならより疎なものは煎沸され、それらは立ち上る火の煤によって煎沸されるからである。その結果、先の煎沸においてそれらの湿気が前もって消費し尽くされているために煙を生じないことから、しまいには無煙木材とさえ呼ばれるほどである。他方、厳密にはぶどう搾汁や乳、およびそのようなものが煎沸される。他の外来の液体の中で煎沸されるのではないからである。さらにより比喩的には金であり、なぜならこれは煎沸においていかなる湿気をも失わないからである(明らかに精錬された金のことである。不純な金は、自身に付着している不純物のみを失うからである)。そしてこれが第二の点である。

構文注2 件
  1. 4.4.1Οὐχ ὡς ἄν τις οἰηθείη, διαλεγόμενος ὁ Ἀριστοτέλης περὶ ἑψήσεως καὶ ὀπτήσεως ὅτι ἐάσας τὰ φυσικὰ προβλήματα ἐτράπη ἐπὶ τὰ τεχνικὰ καὶ μαγειρικῆς καὶ ὀψοποιητικῆς ἔργα ἡμῖν παραδίδωσι

    構文の骨格において、文頭の Οὐχ ὡς ἄν τις οἰηθείη は「人が考えるかもしれないようではない」という否定の主節述語的表現であり、後続の ὅτι 節(ὅτι ἐάσας... ἐτράπη... παραδίδωσι)が οἰηθείη の内容をなす。分詞構文 διαλεγόμενος ὁ Ἀριστοτέλης は文全体の主題となる主語を提示しているが、統語上は ὅτι 節内の動詞(ἐτράπη, παραδίδωσι)の主語に吸収される形となっており、文意の先取り(prolepsis)に伴うアナコルートン(破格構文)を形成している。

  2. 4.4.1τί δήποτε προέταξεν ὁ φιλόσοφος τὴν ὄπτησιν τῆς ἑψήσεως

    動詞 προτάσσω に「A(対格)τῆς B(属格)」が続く構文は、字義通りには「Bの前にAを置いた(優先した)」を意味し、テクスト通り読めば「なぜ哲学者[アリストテレス]は煎沸の前に焙焼を置いたのか」となる。しかし、アリストテレスが実際に先行して論じているのは煎沸(380b13)であり、直後の注解者の解答(煎沸は自然にかなっており尊いから)も煎沸が先立っている理由を説明しているため、文脈上の実質は「なぜ焙焼より煎沸を先に置いたのか(προέταξεν τὴν ἕψησιν τῆς ὀπτήσεως)」に合致する。訳出では写本の格表記に忠実に従いつつ、論理的帰結とのねじれに注意を要する箇所である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:290.23-292.8