- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:266.1-267.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
オリュンピオドロスは、地下に閉じ込められた二種の蒸発気体から掘出物(石質)と可採鉱物(金属)が生じる原因を論じ、アリストテレスとプラトンの学説を調停した上で、金属の諸性質、テオプラストスの補足、およびプロクロスによる七惑星と金属の対応説を紹介して講義を締めくくる。
εἴρηται γὰρ ὁ σκοπὸς τῆς πραγματείας, ὅτι βούλεται τὰ ἐκ τῶν δύο ἀναθυμιάσεων γινόμενα παραδοῦναι, εἴτε ὑπὸ γῆν τυγχάνοιεν εἴτε ἐν τῷ μετεώρῳ. καὶ διὰ τοῦτο Μετέωρα ἐπιγέγραπται ὡς ἂν διττῆς ἀναθυμιάσεως ἐν τῷ μετεώρῳ τόπῳ θεούσης. αὗται τοίνυν αἱ ἀναθυμιάσεις κατεχόμεναι δύο τινὰς ποιοῦσι διαφοράς. ὑπὸ μὲν γὰρ τῆς καπνώδους ἀναθυμιάσεως γίνεται τὰ καλούμενα ὑπὸ Ἀριστοτέλους ὀρυκτά, ἅπερ εἰσὶ καὶ λιθώδη, καθάπερ ὤχρα καὶ θεῖον καὶ μίλτος καὶ τὰ τοιαῦτα· τὰ δ’ ἐκ τῆς ἀτμιδώδους γίνεται μεταλλευτά, ἅπερ καὶ χεῖται καὶ ἐλαύνεται. ἔστι δ’ ἐν ἑκατέρᾳ καὶ ποιητικὸν αἴτιον καὶ ὑλικόν. ἀλλ’ ἐν μὲν τοῖς ὀρυκτοῖς ποιητικὸν μὲν αἴτιόν ἐστιν ἡ θερμότης, ὑλικὸν δὲ ἡ καπνώδης ἀναθυμίασις. οὐθὲν οὖν ἐλαύνεται· τὰ γὰρ θερμῷ πηγνύμενα ἐκεῖνα οὔτε χεῖται οὔτε ἐλαύνεται, ὥσπερ πάλιν τὰ ψυχρῷ πηγνύμενα θερμῷ λύεται· οἷάπερ ἐστὶ τὰ μεταλλευτά, ἅπερ ἐκ τῆς ἀτμιδώδους ἀναθυμιάσεως γίνεται. διὸ καὶ ἐπὶ τούτων πάλιν ποιητικὸν μὲν αἴτιόν ἐστιν ἡ ψύξις, ὑλικὸν δὲ ὁ ἀτμός. οὐκ ἀναλύεται γάρ, εἰ μὴ ἦν ὑγρότης τις ἡ τὴν πῆξιν ἀναδεξαμένη. τὸ γὰρ ἔλαιον οὐ πήγνυται ὑπὸ ψύξεως, ἀλλὰ παχύνεται διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ἀερώδη οὐσίαν. ὁ μὲν οὖν Ἀριστοτέλης πήξει ἀτμοῦ δοξάζει γίνεσθαι τὰ μέταλλα, ὁ μέντοι Πλάτων ἐν Τιμαίῳ πῆξιν ὕδατος ὑπὸ ψύξεως. καὶ δοκοῦσι διαφωνεῖν πρὸς ἀλλήλους οἱ φιλόσοφοι, οὐ διαφωνοῦσι δέ· καὶ γὰρ ὁ ἀτμὸς ὕδωρ ἐστὶν τρόπον τινά· ἔστι γὰρ ὁ ἀτμὸς μεταξὺ ἀέρος τε καὶ ὕδατος. κατὰ οὖν τὸ ὑδατῶδες γίνεται ἡ πῆξις καὶ * οὕτω τὰ μέταλλα. καὶ πάλιν ὕδωρ ἐστὶ κατὰ Ἀριστοτέλην τὸ πηγνύμενον· τοῦτο οὖν καὶ ὁ Πλάτων ἀφορῶν πῆξιν ὕδατος ἔφη τὰ μέταλλα. οὕτω μὲν οὖν δείκνυνται συμφωνοῦντες οἱ φιλόσοφοι. περὶ δὲ τῶν μετάλλων, οἷον χαλκοῦ, σιδήρου, μολίβδου, χρυσοῦ, ταῦτα λέγομεν, ὅτι ἐφ’ ὧν ἐστι μέρος τι γεῶδες μεμιγμένον, ἀτμιδώδη ἐκεῖνα ἰοῖ καὶ κάεται.1 ὁ γοῦν σίδηρος μᾶλλον ἰοῖ καὶ κάεται ὡς ἂν ἐκ τῆς ἀτμίδος παχυτάτης οὔσης παγείς. ἔτι δὲ ἔλαττον ὁ χαλκὸς διὰ τὸ μᾶλλον τοῦ σιδήρου ἔχειν τὸ ὑγρόν. καὶ ὁ κασσίτερος δὲ πάλιν ἔλαττον ἰοῖ καὶ κάεται. ὁ μέντοι χρυσὸς ὡς ἂν ἀπὸ ὕδατος καθαροῦ ἀτμιδώδους τὴν πῆξιν κτησάμενος οὔτε ἰοῦται οὔτε φθείρεται οὔτε κάεται. διὰ γὰρ ταύτην τὴν αἰτίαν καὶ βαρύτατός ἐστι τῶν ἄλλων ὡς ἂν ἀπὸ καθαρᾶς ἀτμίδος τὴν πῆξιν ἀναδεξάμενος· ἐκ πολλῆς γὰρ ἀτμίδος εἰς ἓν συναχθείσης καὶ πιληθείσης γέγονεν ὁ χρυσός, καὶ διὰ τοῦτο βαρύς ἐστι. καὶ ταῦτα μὲν καθολικῶς περὶ μετάλλων παραδίδωσιν ὁ Ἀριστοτέλης ὑπισχνούμενος καὶ ἴδια γράφειν. οὐκ ἔγραψε δέ, ὅσον ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν εἰδέναι·2 ὁ μέντοι τούτου μαθητὴς Θεόφραστος ἔγραψεν ἰδίᾳ περὶ ἑκάστου μετάλλου. ἰστέον δὲ καὶ τοῦτο, ὅτι ὁ θεῖος Πρόκλος ἐν τοῖς εἰς Τίμαιον ὑπομνήμασιν ἀνάγει τὰ μέταλλα εἰς τοὺς ἑπτὰ πλανωμένους λέγων ἀνακεῖσθαι τὸν μὲν μόλιβδον τῷ Κρόνῳ διὰ τὸ βαρὺ καὶ στυγνὸν καὶ ψυχρόν, τὸ δὲ ἤλεκτρον τῷ Διὶ διὰ τὸ εὔκρατον καὶ ζωογόνον τοῦ ἀστέρος· ὁμοίως δὲ καὶ τὸ μῖγμα· τὸ δὲ μῖγμα τιμιώτερόν ἐστι χρυσοῦ καὶ εὔκρατον. τῷ δὲ Ἄρει τὸν σίδηρον διὰ τὸ τμητικὸν καὶ ὀξύ· ἡλίῳ δὲ τὸν χρυσὸν ὡσανεὶ πηγῇ φωτὸς ὄντι· Ἀφροδίτῃ δὲ τὸν χαλκὸν διὰ τὸ ἀνθηρὸν καὶ ὅτι πλησίον ἐστὶ τοῦ ἡλίου, ὥσπερ καὶ ὁ χαλκὸς τοῦ χρυσοῦ· Ἑρμῇ δὲ τὸν κασσίτερον διὰ τὸ διαφανὲς καὶ στιλπνόν, ἅμα δὲ καὶ διὰ τὸ πλησίον εἶναι τῆς σελήνης, ὥσπερ ὁ κασσίτερος τοῦ ἀργύρου· τῇ δὲ σελήνῃ τὸν ἄργυρον, ἐπειδὴ καὶ ὁ ἄργυρος παρὰ χρυσῷ τιθέμενος δοκεῖ καταλάμπεσθαι ὑπὸ τοῦ χρυσοῦ καὶ φωτεινότερος γίνεσθαι, ὥσπερ ἡ σελήνη ὑπὸ τοῦ ἡλίου καταλάμπεται. ταῦτα καὶ περὶ μετάλλων, ἐν οἷς συμπληροῦται ἡ παροῦσα θεωρία ἅμα τῷ παρόντι λόγῳ.
実際、この論考の目的は、二種の蒸発気体から生じるものを、それらが地下にあろうと気中にあろうと引き渡すことにあると述べられている。そしてこの書物が『気象論』と題されているのは、二重の蒸発気体が気中の場所を運行していることによる。さて、これらの蒸発気体は、閉じ込められるとある二つの相違を生み出す。実際、煙状の蒸発気体からはアリストテレスによって掘出物と呼ばれるものが生じ、それらは黄土や硫黄や赤土やそうした類のように石質のものでもある。他方、水蒸気状の蒸発気体からは可採鉱物が生じ、それらは融解し、また打ち延ばされる。そして双方の中に作用原因と質料原因が存在する。しかし掘出物においては、作用原因は熱であり、質料原因は煙状の蒸発気体である。したがって打ち延ばされるものは何もない。実際、熱によって凝固するそれらのものは融解も打ち延ばしもされず、他方で冷気によって凝固するものは熱によって溶解するのであり、水蒸気状の蒸発気体から生じる可採鉱物はまさにそうしたものである。それゆえ、これらにおいてはまた、作用原因は冷却であり、質料原因は水蒸気である。というのも、もし凝固を受け入れる何らかの湿り気が存在していなかったならば、溶解することもないからである。実際、油は冷却によって凝固せず、自身の中に空気的な実質をもつために濃くなるのである。さて、アリストテレスは水蒸気の凝固によって金属が生じると考えているが、他方プラトンは『ティマイオス』において冷却による水の凝固[であるとしている]。そして哲学者たちは互いに不一致であるように見えるが、不一致ではない。実際、水蒸気もある意味で水だからである。というのも、水蒸気は空気と水の中間にあるからである。したがって水的な部分に即して凝固が生じ、[そして]このようにして金属が生じるのである。そしてまた、アリストテレスによれば凝固するものは水である。したがってプラトンもこれに着目して、金属は水の凝固であると述べたのである。このようにして哲学者たちは一致していることが示される。他方、青銅、鉄、鉛、金などの金属については次のことを我々は論じる。すなわち、土的な部分が混入しているものにおいては、それらは水蒸気状のものでありながら錆び、また燃える。少なくとも鉄は、極めて濃密な水蒸気から凝固したものであるかのように、より多く錆び、また燃える。他方、青銅は鉄よりも多くの湿気をもつために、より少なく[錆び、また燃える]。そして錫もまた、より少なく錆び、また燃える。しかし金は、純粋な水蒸気状の水から凝固を得たものであるかのように、錆びることも腐食することもなく、燃えることもない。実際、まさにこの原因のゆえに金は他のものよりも最も重くもあるのであり、純粋な水蒸気から凝固を受け入れたものであるかのようである。というのも、金は多量の水蒸気が一つに集められ圧縮されたことによって生じたのであり、このために重いのである。そしてアリストテレスは金属について個別的にも著述することを約束しつつ、これらのことを概括的に引き渡している。しかし、我々や我々の先人たちが知る限りでは、彼は著述しなかった。しかし彼の弟子テオプラストスがそれぞれの金属について個別に著述した。また次のことも知られるべきである。すなわち神的なプロクロスは『ティマイオス注解』において金属を七つの惑星へと還元しており、鉛は重く陰鬱で冷たいことのゆえにクロノスに捧げられ、琥珀金はその星の調和と生命産出性のゆえにゼウスに捧げられると述べている。同様に合金もそうである。合金は金よりも高価であり、調和が取れている。そして鉄は切断力と鋭さのゆえにアレスに、金はいわば光の源泉である太陽に、青銅は華やかさのゆえに、また青銅が金に近いように[その星が]太陽に近いことのゆえにアプロディテに、錫は透明で輝いていることのゆえに、また同時に錫が銀に近いように[その星が]月に近いことのゆえにヘルメスに、銀は月に[捧げられる]。銀もまた金の傍らに置かれると金によって照らされてより光り輝くように思われるからであり、月が太陽によって照らされるのと同様である。金属についても以上の通りであり、これらをもって本講義は本論考とともに完結する。
- 3.9.1ἐφ’ ὧν ἐστι μέρος τι γεῶδες μεμιγμένον, ἀτμιδώδη ἐκεῖνα ἰοῖ καὶ κάεται
ἐφ’ ὧν は関係詞節「その中に土的な部分が混入しているところの[金属]において」を導く。主節の主語は ἐκεῖνα であり、ἀτμιδώδη は譲歩的・限定的述語(「水蒸気状のものであるにもかかわらず」「水蒸気状のものでありながら」)として ἐκεῖνα に係り、動詞 ἰοῖ と κάεται の主語となる。
- 3.9.1ὅσον ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν εἰδέναι
制限の不定詞構文(absolute infinitive)であり、ὅσον と対格の意味上の主語(ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν)を伴って「我々や我々の先人たちが知る限りでは」という限定的な副詞句を形成している。
