← 小オリュンピオドロス

アリストテレス『気象論』注解

§226.14-227.32

暈の生成に関する前提命題と環の形成条件

オリュンピオドロスは、アリストテレスが暈の生成の論証のために導入する三つの前提命題のうち第二と第三の命題(鏡の大きさと像の消失、光の混ざり合いや視線の弱さによる減衰)を解説し、それらに基づいて暈が円環をなして生じる機構の論述を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.3.13

" Καὶ διότι τῶν ἐνόπτρων, ἐν οἷς μὲν καὶ τὰ σχήματα ἐμφαίνεται." Τὸ δεύτερον λῆμμα τὸ λέγον· ἐν τοῖς σμικροτέροις ἐνόπτροις τὸ χρῶμα τοῦ λαμπροῦ μόνον φαίνεται, οὐ τὸ σχῆμα. συνεβάλετο δὲ ἡμῖν καὶ τοῦτο εἰς τὸ δεῖξαι, ὅτι μικρὰ νέφη εἰσὶ τὰ ποιοῦντα τὴν ἅλω τὸ χρῶμα τῆς σελήνης μόνον δεχομένην, οὐ μὴν καὶ τὸ σχῆμα· ἐκ πάντων δὲ ἅμα τῶν ἐν τοῖς νέφεσι χρωμάτων συνίστασθαι ἓν χρῶμα συμπεριφερές, ὅπερ ἐστὶν ἡ ἅλως.

「また鏡のうち、あるものにおいては形までもが映し出されるが……」 第二の前提命題は次のように言うものである。すなわち、より小さな鏡においては、輝くものの色のみが見え、形は見えない、ということである。そしてこのことも、暈を作り出すのは小さな雲であり、それ[暈]は月の色のみを受け取り、決して形は受け取らないこと、また雲の中のあらゆる色から同時に一つの丸い色が合成され、まさにそれが暈であるということを我々が示すのに寄与したのである。

§3.3.14

"Τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δὲ ἧττον, τῷ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως." Ἐν ὑπερβατῷ ἀνάγνωθι·1 τὸ δὲ χρῶμα τῶν λαμπρῶν ὁτὲ μὲν λαμπρὸν φαίνεται, ὁτὲ δὲ ἧττον· εἶτα ἐπάγει καὶ τὰς αἰτίας [τοῦ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι]· τὸ γὰρ χρῶμα τοῦ λαμπροῦ ἀμαυρὸν γίνεται ἢ διὰ τὸ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι, ὥσπερ τὸν ἥλιον εἰ διά τινος ἀχλύος τις θεάσοιτο, ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, καὶ ἔχεις ἐντεῦθεν τὸ τρίτον λῆμμα. συνεβάλετο ἡμῖν τοῦτο εἰς τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθένειαν τῶν ἐπὶ πλαγίου πεμπομένων ἀκτίνων γίνεται ἡ ἀνάκλασις. ὅθεν ὁ κύκλος οὐ φαίνεται τύμπανον, ἀλλὰ κρίκος. καὶ γὰρ πρὸς τῇ καθέτῳ ἀκτῖνες καὶ αὕτη δὲ ἡ κάθετος ἀγομένη πρὸς τὴν σελήνην ἀκτῖνες ἰσχυραὶ οὖσαι φέρονται πρὸς τὴν σελήνην μὴ κλώμεναι ὑπὸ νέφους.2

「しかし輝くものの色は、ある時は明るく見え、ある時は鏡のそれに混ざり合うことによって、あるいは視線の弱さによって、それほど[明るく]なく見える。」 倒置として読め。すなわち、「しかし輝くものの色は、ある時は明るく見え、ある時はそれほど[明るく]なく見える」[と]。次いで彼はその原因をも付け加えている[鏡の色と混ざり合うことの]。なぜなら、輝くものの色は、鏡の色と混ざり合うことによって(あたかも誰かが何らかの靄を通して太陽を眺めるかのように)、あるいは視線の弱さによって薄暗くなるからであり、ここから君は第三の前提命題を得る。このことは、斜めに送られる[視]線の弱さによって反射が生じるということを我々が示すのに寄与した。それゆえ、その円[暈]は太鼓の面[円盤]のようには見えず、輪のように見えるのである。実際、垂線の側にある諸々の[視]線、そして月へと向かって引かれるこの垂線自身も、強い[視]線であって、雲によって屈折されることなく月へと向かうのである。

§3.3.15

"Διὸ τὰ μὲν λέγομεν, τοῖς δὲ ὡς ὑπάρχουσι χρησόμεθα αὐτοῖς." Ταῦτα, φησίν, εἴρηνται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ λόγοις πλατύτερον· εἴρηται γὰρ ἐκεῖ, πῶς ἀσθενοῦσα ἡ ὄψις ἀμαυρὸν ὁρᾷ τὸ λαμπρόν. ἀλλὰ νῦν τὰ μὴ εἰρημένα ἐκεῖσε εἴπωμεν, τουτέστι πῶς κατὰ ἔμφασιν ὁρᾷ τὴν ἶριν καὶ τὴν ἅλω ἡ ὄψις καὶ τὰ λοιπά· τοῖς δὲ ἐκεῖ ἀποδεδειγμένοις νῦν χρησόμεθα ὡς λήμμασιν. οὐκοῦν εἴπωμεν πρῶτον περὶ τῆς ἅλω, τίς τε ἡ γένεσις αὐτῆς καὶ τίς ἡ αἰτία τῆς γενέσεως.

「それゆえ、あることは語り、別のことについては既に成り立っているものとしてそのまま用いることにしよう。」 これらのことは『感覚と感覚対象について』の議論においてより詳細に語られている、と彼は言う。実際そこでは、弱まった視線がどのようにして輝くものを薄暗く見るかが語られているからである。しかし今は、そこでは語られなかったこと、すなわち視線がどのように鏡像として虹や暈やその他のものを見るかを語ろう。そして、あちらで論証された事柄を、今は前提命題として用いることにしよう。したがって、まず暈について、その生成とはどのようなものか、また生成の原因とは何かを語ることにしよう。

§3.3.16

"Γίνεται μὲν οὖν ἀνάκλασις τῆς ὄψεως συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος." Μετὰ τὸ εἰπεῖν τὰ λήμματα συμβαλλόμενα αὐτῷ μετέρχεται ἐπὶ τὴν γένεσιν τῆς ἅλω. καί φησιν, ὅτι συνισταμένης τῆς ἀτμίδος, τουτέστι μετρίαν ἐχούσης παχύτητα, καὶ συστάσεως, ὥστε νέφη ἀμυδρὰ συστῆναι, καὶ τοῦ ἀέρος συνισταμένου,3 τουτέστι νηνεμίας οὔσης καὶ μὴ καταπνεομένου τοῦ ἀέρος ὑπὸ τῶν ἀνέμων (δεῖ γὰρ στάσιν εἶναι διὰ τὸ μὴ διώκεσθαι τὰ νέφη) γίνεται ἀνάκλασις ἀπὸ τῆς ὄψεως ἐπὶ τὰ νέφη καὶ ἀπὸ τῶν νεφῶν ἐπὶ τὴν σελήνην. καὶ οὕτω συνεχῶς ἐκπεμπομένων τῶν ἀκτίνων καὶ ἀνακλωμένων ἐπὶ τὴν σελήνην γίνεται ἡ ἅλως. καὶ αὐτὸς μὲν τοῦτο λέγει νῦν μόνον, ἡμεῖς δὲ ἐν τῇ θεωρίᾳ πάντα ἐδείξαμεν, καὶ πῶς ἡ ἀνάκλασις γίνεται καὶ πῶς τὸ κυκλικὸν σχῆμα ἀπολαμβάνει· καὶ πάντα τὰ συμβαλλόμενα πρὸς τὸ ἀποδεῖξαι, ὅτι κατὰ ἀνάγκην κυκλικὸν γίνεται, παραδεδώκαμεν. ἐρεῖ μέντοι καὶ αὐτὸς ἐφεξῆς, ἀλλ’ οὐχ ὅσον τὴν ἀκοὴν ἐμπλῆσαι.

「それゆえ視線の反射は、空気と水蒸気が凝結するときに生じる。」 自らに寄与する前提命題を語り終えた後、彼は暈の生成へと移る。そして彼は次のように言う。水蒸気が凝結するとき、すなわち適度な濃さを持ち、かすかな雲が凝結するほどの凝縮を持ち、かつ空気が凝結するとき、すなわち無風であって空気が諸風によって吹き払われないとき(雲が追い散らされないために静止があるべきだからである)、視線から雲への、そして雲から月への反射が生じる、と。そしてこのように連続して諸光線が放たれ、月へと反射されることで、暈が生じるのである。そして彼自身は今はこれだけを述べているが、我々は包括的講義において、どのように反射が生じるか、またどのようにそれが円形の形を取るかというすべてを示した。そして、それが必然的に円形になることを論証するのに寄与するすべてのことを我々は伝えたのである。もっとも彼自身もこの後で語るであろうが、耳を満たす[十分納得させる]ほどではない。

§3.3.17

"Ἐὰν ὁμαλὴς καὶ μικρομερὴς συνισταμένη τύχῃ." Ἰδοὺ τὸ λοιπὸν ὑπάρχον τῆς ἅλω, ὅτι ἐν ὁμαλοῖς συνίσταται νέφεσι καὶ ὁμοιομερέσι μικροῖς. καὶ σὺ ἐντεῦθεν σκόπησον, ὅτι οὐκ ἔστι συνεχές, ἀλλὰ μικρὰ πολλά.

「もし均一で微細な部分からなるものとしてたまたま凝結するならば。」 見よ、暈の残りの性質を。すなわち、均一で同質的な小さな雲において凝結するということである。そして君もここから、それが連続した単一のものではなく、多くの小さなものであることを考察せよ。

構文注3 件
  1. 3.3.14Ἐν ὑπερβατῷ ἀνάγνωθι

    レンマの語順「Τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δὲ ἧττον」において、属格 τῶν λαμπρῶν が主語 τὸ χρῶμα から離れ、対比句の間に挟まれている構造を、注解者は倒置(hyperbaton)として解釈し、「τὸ δὲ χρῶμα τῶν λαμπρῶν ὁτὲ μὲν λαμπρὸν φαίνεται, ὁτὲ δὲ ἧττον」と主語+属格をひとまとまりにして読むよう指示している。

  2. 3.3.14καὶ γὰρ πρὸς τῇ καθέτῳ ἀκτῖνες καὶ αὕτη δὲ ἡ κάθετος ἀγομένη πρὸς τὴν σελήνην ἀκτῖνες ἰσχυραὶ οὖσαι φέρονται πρὸς τὴν σελήνην μὴ κλώμεναι ὑπὸ νέφους

    文頭の名詞句 καὶ γὰρ πρὸς τῇ καθέτῳ ἀκτῖνες とそれに続く主語候補 καὶ αὕτη δὲ ἡ κάθετος の後に、ἀκτῖνες ἰσχυραὶ οὖσαι(「強い光線であるため」)という同格句または述語的分詞句が置かれ、複数動詞 φέρονται に至る統語的破綻(アナコルートン)が見られる。全体として「垂線の側にある諸光線、そして月へと引かれるこの垂線自身も、強い光線であって〜向かう」という複合主語の構造として理解される。

  3. 3.3.16συνισταμένης τῆς ἀτμίδος... καὶ συστάσεως... καὶ τοῦ ἀέρος συνισταμένου

    アリストテレス本文の属格独立構文 συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος を解説するにあたり、オリュンピオドロスは水蒸気(ἀτμίς)と空気(ἀήρ)のそれぞれの凝結条件を二つの属格独立構文(συνισταμένης τῆς ἀτμίδος と τοῦ ἀέρος συνισταμένου)に分解し、さらに「かすかな雲が凝結するほどの凝集度」を表す属格の名詞句 καὶ συστάσεως [τοιᾶσδε] を水蒸気の条件に並列させて補足している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:226.14-227.32