← 小オリュンピオドロス

アリストテレス『気象論』注解

§195.17-196.18

風の生起時期と相互作用および雪雹を呼ぶ風

オリンピオドロスは風に関する十の定理のうち、季節と風の生起(第2)、風相互の抑止(第3)、反対の風の類似作用(第4)、降雪と降雹をもたらす風(第5・第6)の四つの定理を取り上げ、それぞれの原因と生じるアポリアを論述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.10.1#2

τοῦτο μὲν ἦν τὸ πρῶτον. δεύτερον, ποῖοι ἄνεμοι πότε πνέουσι. φαμέν, ὅτι ἐν μὲν ταῖς θερμοτέραις ὥραις, θέρει τε καὶ φθινοπώρῳ, οἱ ψυχροὶ ἄνεμοι πνέουσι μάλιστα, ζέφυρός φημι καὶ οἱ ἀπὸ τοῦ δυτικοῦ πάντες, ἐν δὲ ταῖς ψυχραῖς ὥραις χειμῶνος τε καὶ ἔαρος οἱ θερμοί, ἀπηλιώτης φημὶ καὶ οἱ ἄλλοι ἀνατολικοί. καὶ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ συμφώνως τῇ ὥρᾳ καὶ οἱ ἄνεμοι πνέουσιν, ἀλλ’ ἐναντίως. καὶ λέγομεν, ὅτι ἐπειδὴ θερμά εἰσι φύσει τὰ ἀνατολικὰ μέρη, ἐπὰν ὁ ἥλιος γένηται ἐν τῇ θερινῇ τροπῇ, ἔτι ἐκθερμαίνεται ἡ ἐκεῖσε γῆ· καὶ ἐκ τῆς ἄγαν θερμότητος ἐκλείπει καὶ ἀναλίσκεται ἡ ὕλη τοῦ ἀνέμου, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις, δίκην ἀχύρου ἐμβληθέντος εἰς πῦρ, φησίν, ὅτι καὶ μηκέτι καπνὸν ποιήσαντος.1 καὶ γὰρ ἡ ἄμετρος θερμότης ἐκδαπανᾷ τὴν ὕλην τοῦ ἀνέμου καὶ ἡ ἄμετρος ψύξις κατασβέννυσιν. οὕτω μὲν οὖν καὶ διὰ τὸ ἐκδαπανᾶσθαι τὴν ὕλην τοῦ ἀνέμου ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐν θέρει ἀνατολικὸς ἄνεμος οὐ γίνεται. ἀλλὰ μὴν οὔτ’ ἐν χειμῶνι δυτικός· ἐπειδὴ γὰρ ψυχρά εἰσι τὰ δυτικὰ μέρη, χειμῶνος ἀφισταμένου τοῦ ἡλίου ψυχρότερα γίνονται, καὶ ἐκ τῆς πολλῆς ψύξεως κατασβέννυται ἡ καπνώδης ἀναθυμίασις καὶ οὐ γίνεται δυτικὸς ἄνεμος. τρίτον ἦν ζητῆσαι, ποῖοι ἄνεμοι τίνας παύουσι. καί φαμεν, ὅτι βορρᾶς τὸν νότον οὐχ ὡς ἰσχυρός, ἀλλ’ ὡς ὑγρότερος καὶ βαρύτερος· ἐμπίπτων γὰρ τῷ νότῳ τὸ ἰταμὸν αὐτοῦ καὶ ξηρὸν διυγραίνει καὶ διαλύει καὶ οὕτως ἀποπαύει. ἐλέγομεν γὰρ ἀνωτέρω, ὅτι βορρᾶς ἀπὸ ὀλίγης μὲν γῆς πνεῖ, πολλὴν δ’ ἐχούσης ἀναθυμίασιν διὰ τὸ εἶναι αὐτὴν ἔνικμον δίκην τοῦ χλωροῦ ξύλου, ὁ δὲ νότος ἀπὸ πολλῆς μὲν γῆς, ἀνίκμου δέ· καὶ τούτου χάριν δριμὺς καὶ ἔντονός ἐστι καὶ ὀλίγος. τοῦτο τὸ τρίτον. τέταρτον ἦν θεώρημα, τίνες ἐναντίοι ὄντες τὰ ὅμοια ποιοῦσιν. οὗτοι· ὁ καικίας καὶ ὁ λὶψ κατὰ διάμετρον ὄντες ὑγροί εἰσιν ἄμφω. ὁ γὰρ λὶψ μεταξὺ ὢν ζεφύρου καὶ λιβονότου ἐρανίζεται τοῦ μὲν ζεφύρου τὸ ψυχρόν, τοῦ δὲ λιβονότου τὸ ὑγρόν, καὶ ὑγραίνει, ἐπὰν πνεύσῃ· ὁ δὲ καικίας μεταξὺ ὢν τοῦ ἀπηλιώτου καὶ βορέου ἐρανίζεται τοῦ μὲν βορέου τὸ ὑγρόν, τοῦ δ’ ἀπηλιώτου τὸ θερμόν· καὶ οὕτως ὑγραίνει φυσῶν. εὖρος δὲ καὶ ἀργέστης ξηροὶ μὲν ἅμα φύσει· ὁ μέντοι εὖρος κατ’ ἀρχὰς μέν ἐστι ξηρός, προϊὼν δὲ ὑγρὸς γίνεται· νοθεύεται γὰρ ὑπὸ τῶν νοτίων πνευμάτων. οὗτοι ἐναντίοι ὄντες τὰ ὅμοια ποιοῦσι. καὶ ἔχεις τὸ τέταρτον θεώρημα. πέμπτον ζητητέον, τίνες εἰσὶ νιφετώδεις· καὶ ἕκτον, τίνες χαλαζώδεις. καὶ φαμεν, ὅτι νιφετώδεις μέν εἰσιν ἤτοι χιονώδεις ὅ τε βορρᾶς καλούμενος μέσης καὶ ὁ ἀπαρκτίας, χαλαζώδεις δὲ ὅ τε ἀπαρκτίας πάλιν καὶ θρασκίας καὶ ἀργέστης. καὶ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε οἱ ψυχρότατοι ἄνεμοι μὴ τὸ ψυχρότατον ποιοῦσιν, ἀλλὰ τὸ ἧττον ψυχρότατον. ὁ γὰρ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης ψυχρότατοί εἰσιν, ἐπειδὴ δυτικώτεροι. ἐχρῆν οὖν τὴν χιόνα αὐτοὺς ποιεῖν, καθὸ ψυχροτέρα ἐστὶν αὕτη τῆς χαλάζης καὶ ὡς ἐν χειμῶνι γεγονυῖα καὶ ὅλως μὴ μεταβληθείσης εἰς ὕδωρ, ἀλλ’ ἄντικρυς παγείσης,2 † ὡς ἔστιν ἡ ἀτμίς.

これが第一の[定理]であった。第二は、どの風がいつ吹くか[である]。我々が言うのは、より熱い季節、すなわち夏と秋には、冷たい風が最も吹き、私が言うのはゼピュロスやすべての西方からの風であるが、寒冷な季節である冬と春には、熱い風が、私が言うのはアペーリオテースやその他の東方の風が[最も吹く]ということである。そして、なぜ風は季節と一致してではなく、反対に吹くのか、というのは難問とするに値する。そして我々が言うには、東方の地域は本性上熱いので、太陽が夏至に至るとき、そこの土地はさらに加熱される。そして過度の熱さゆえに、風の質料、すなわち煙状の蒸発気が尽きて消耗されてしまうのである。あたかも火の中に投げ入れられ、彼が言うには、もはや煙をも生み出さなくなった藁のようである。実際、過度の熱は風の質料を消耗し尽くし、過度の寒冷は[それを]消滅させるのである。それゆえ、このようにして、また風の質料が東方の地域で消耗し尽くされることによって、夏には東風は生じない。しかし他方、冬において西風も生じない。実際、西方の地域は冷たいので、冬に太陽が遠ざかるとより冷たくなり、甚だしい寒冷によって煙状の蒸発気が消滅させられ、西風は生じないからである。第三の探究は、どの風がどの風を止めるか、であった。そして我々が言うのは、北風[ボッラス]が南風[ノトス]を[止める]のは、強いからではなく、より湿っておりより重いからである。なぜなら、南風に衝突してその激しさと乾燥を湿らせ、分解し、このようにして止めるからである。実際、我々は上で、北風はわずかな土地から吹くものの、青い木のように湿っているために多くの蒸発気を持っている土地から吹くのに対し、南風は広大な土地から吹くものの湿り気のない土地から吹く、と述べていた。そしてこのゆえに、[南風は]鋭く激しく、かつわずかである。これが第三の[定理]である。第四の定理は、反対でありながらどの風が同様の働きをなすか、であった。これらは次の通りである。カイキアスとリプスは対角線上にあって、双方が湿っている。実際、リプスはゼピュロスとリボノトスの間にあって、ゼピュロスからは冷たさを、リボノトスからは湿り気を受け取り、吹くときには湿りをもたらす。他方カイキアスは、アペーリオテースと北風[ボレアス]の間にあって、北風からは湿り気を、アペーリオテースからは熱さを受け取る。そしてこのようにして吹きながら湿りをもたらす。エウロスとアルゲステスは本性上共に乾燥している。もっともエウロスは、初めは乾燥しているが、進むにつれて湿潤となる。南方の風によって変質させられるからである。これらは反対でありながら同様の働きをなす。これで第四の定理を得たことになる。第五として探究されるべきは、どれが雪をもたらすか、第六は、どれが雹をもたらすか、である。そして我々が言うのは、雪をもたらす、すなわち雪を降らせる風はメセースと呼ばれる北風[ボッラス]とアパルクティアスであり、雹をもたらすのは再びアパルクティアスと、スラスキアス、アルゲステスである。そして、なぜ最も冷たい風が最も冷たいものを生み出さず、より少なく冷たいものを生み出すのか、というのは難問とするに値する。実際、アパルクティアスとスラスキアスとアルゲステスは、より西方にあるがゆえに最も冷たい。それゆえ、それらは雪を生み出すべきであった。雪は雹よりも冷たく、冬に生じるものとして、かつ全く水に変化することなく直接に凍結したものである限りにおいてである。† 蒸気がそうであるように。

構文注2 件
  1. 2.10.1δίκην ἀχύρου ἐμβληθέντος εἰς πῦρ, φησίν, ὅτι καὶ μηκέτι καπνὸν ποιήσαντος

    φησίν, ὅτι は比喩的言明を導入する挿入表現として機能しており、ὅτι は間接話法というよりは後続句の導入として置かれている。属格分詞 ποιήσαντος は、δίκην に支配される属格名詞句 ἀχύρου ἐμβληθέντος と同格に係っている。

  2. 2.10.1καὶ ὡς ἐν χειμῶνι γεγονυῖα καὶ ὅλως μὴ μεταβληθείσης εἰς ὕδωρ, ἀλλ’ ἄντικρυς παγείσης

    主節の対格目的語 χιόνα を受けた主格 αὕτη に呼応して γεγονυῖα (主格女性単数)が置かれているが、続く μὴ μεταβληθείσης と παγείσης は属格女性単数形をとっている。これは意味上の主語である χιών を意識した独立属格構文(genitive absolute)への構造の移行(破格構文)として理解される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:195.17-196.18