- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:142.25-143.35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
オリュンピオドロスはタルタロスが水の総体であるとするプラトン説に対するアリストテレスの残りの三つの論駁(流入出の季節差、海の不変性、河川の実際の流路)を整理し、次いで宇宙が不滅であっても海は可滅であるとしたデモクリトスの見解を取り上げて、過去の無限の時間に存続した原因から未来の永続性を示す第一の反論を解説する。
τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα τοῦ μὴ εἶναι ὁλότητα τὸν Τάρταρον.1 δεύτερον ἐπιχείρημα· οὐ καλῶς, ὦ Πλάτων, ἔφης τοσοῦτον ὕδωρ εἰσρεῖν ἐν τῷ Ταρτάρῳ, ὅσον καὶ ἐκρεῖ. μᾶλλον γὰρ εἰκὸς τοῦτο λέγειν, ὅτι ἐν μὲν τῷ χειμῶνι πλεῖον εἰσρεῖ εἰς αὐτὸν ἤπερ ἐκρεῖ διὰ [τε] τὴν ἀπὸ τῶν ὑετῶν πλεονεξίαν τοῦ ὕδατος, ἐν δὲ τῷ θέρει μᾶλλον ἐκρεῖν ἤπερ εἰσρεῖν διὰ τὸ μὴ ἐπιμίγνυσθαι τὸ κάτω φερόμενον ὕδωρ διὰ τῶν ὄμβρων. τρίτον ἐπιχείρημα· ἐχρῆν, ὦ Πλάτων, καὶ τὴν θάλαττάν ποτε γίνεσθαι ξηρὰν2 ἐφιεμένην τῆς οἰκείας ὁλότητος καὶ ὡς πρὸς αὐτὴν ἀναπινομένην, εἴπερ ἀεὶ τὰ μέρη τῆς οἰκείας ὁλότητος ἐφιέμενα πρὸς αὐτὴν χωροῦσιν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ἡ θάλασσα οὐκ ἐπείγεται πρὸς τὸν Τάρταρον· εὔδηλον, ὅτι οὐκ ἔστιν αὐτὸς ὁλότης τοῦ παντὸς ὕδατος. καὶ τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· ἐχρῆν, ὦ Πλάτων, εἴπερ ὡς σὺ φῄς ὁλότης ὁ Τάρταρος, πάντας τοὺς ποταμοὺς ὁρᾶν ἐν τῇ γῇ ἀναπινομένους καὶ εἰς αὐτὸ ἀφικνουμένους ὡς πρὸς οἰκείαν ὁλότητα. νῦν δ’ οὐ τοῦτο ὁρῶμεν γινόμενον, ἀλλὰ πάντας τοὺς ποταμοὺς ἢ ἄντικρυς εἰσρέοντας ἐν τῇ θαλάσσῃ ἢ ἄλλοις ποταμοῖς μείζοσι μιγνυμένους καὶ εἰσβάλλοντας ἐν τῇ θαλάσσῃ, οὐδέποτε δὲ ἐν τῇ γῇ χαουμένους, ἀλλ’ εἰ καὶ τοῦτο γένηται, πάλιν ἀναφαινομένους καὶ μηδέποτε πρὸς τὸν Τάρταρον ἀφικνουμένους· οὐκ ἄρα ὁλότης ὁ Τάρταρος. τούτοις τοῖς ἐπιχειρήμασιν ὡς ᾠήθη διελέγξας τὸν Πλάτωνα ὁ φιλόσοφος καὶ ἀποδείξας μὴ οὖσαν ὁλότητα τὸν Τάρταρον, τρέπεται καὶ ἐπὶ Δημόκριτον καὶ διελέγχει καὶ τὴν τούτου ὑπόθεσιν, ἐπειδὴ γὰρ ὁ Δημόκριτος ἐναντίως τοῖς πολλοῖς ὑπετίθετο περὶ θαλάττης· πάντων γὰρ λεγόντων, ὅτι εἰ ἀίδιον τὸ πᾶν, ἀίδιός ἐστι καὶ ἡ θάλασσα μέρος οὖσα τοῦ παντός, εἰ δὲ φθαρτὸν τοῦτο, φθαρτὴ καὶ ἡ θάλασσα (ὅθεν καὶ ἀπορία ἐντεῦθεν λύεται ἡ λέγουσα Σωκράτην μέρος εἶναι τοῦ παντός· εἰ οὖν τὸ πᾶν ἄφθαρτον, καὶ Σωκράτης ἔσται ἄφθαρτος· τὰ γὰρ μέρη τοῦ παντὸς ἄφθαρτά ἐστι καὶ αὐτά. Σωκράτης δ’ οὐ μέρος παντός, ἀλλ’ ἀποτέλεσμα, ὥσπερ τῆς μητρὸς τὸ ἔμβρυον ἀποτέλεσμα, ἀλλ’ οὐχὶ μέρος, καὶ οἱ καρποὶ τῶν φυτῶν ἀποτελέσματα, οὐ μέρη), ἀλλ’ ὅμως πάντων τοῦτο λεγόντων μόνος Δημόκριτος πᾶσιν ἀντηχεῖ φάσκων· ‘εἰ καὶ ἄφθαρτόν ἐστι τὸ πᾶν, φθαρτὴ δ’ ὅμως ἡ θάλασσα.’ τοῦτο δ’ ἔλεγεν ἀπατώμενος ἐκ τοῦ ὁρᾶν αὐτὸν ὁσημέραι τὴν θάλασσαν ἠπειρουμένην καὶ τοὺς πρώην ὑγροὺς τόπους ξηραινομένους διὰ τὸ προσεχῶς γεγονέναι τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν (μετὰ γὰρ τὸν κατακλυσμὸν λοιπὸν ἡ γῆ μεταβάλλουσα ἐπὶ τὸ ξηρότερον ἡ πρώην ὑγρὰ καὶ τεθαλασσωμένη γίνεται ξηρά), ὡς εἰ ἦν προσεχῶς ὁ Ἡρακλείτειος γεγενημένος ἐμπυρισμός, ἔλεγεν ὁ Δημόκριτος τὴν ξηρὰν γῆν μεταβάλλεσθαι εἰς θάλασσαν καὶ οὐ τὴν θάλασσαν φθείρεσθαι. αὕτη μὲν ἡ τοῦ Δημοκρίτου ὑπόθεσις· ὑπαντᾷ δὲ πρὸς αὐτὴν ὁ φιλόσοφος διὰ τριῶν ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· τί δήποτε, ὦ Δημόκριτε, μέχρι νῦν ὑπέθου ὑπομεῖναι τὴν θάλασσαν ἐν τῷ ἀπείρῳ χρόνῳ, ἀπὸ δὲ τοῦ νῦν φθαρτὴν λέγεις εἰς τὸν ἄπειρον διαμένειν αὐτὴν χρόνον;3 καίτοι ἔδει ἐννοεῖν, ὅτι διὰ τὰς αἰτίας, 〈δι’〉 ἃς μέχρι νῦν μεμένηκε μὴ φθαρεῖσα, διὰ ταύτας καὶ διαμενεῖ. εἴτε γὰρ διὰ τὸ εἶναι αὐτὴν ἀπειροδύναμον μέχρι νῦν διαμεμένηκε τῷ ἀπείρῳ χρόνῳ, δι’ αὐτὸ πάλιν καὶ διαμενεῖ εἰς τὸν ἑξῆς ἄπειρον χρόνον· εἴτε διὰ τὸ εἶναι βαρὺ τὸ ὕδωρ καὶ ἁλμυρὸν μέχρι τοῦ νῦν μεμένηκε, καὶ εἰς τὸν ἑξῆς ἄπειρον χρόνον διὰ τὸ αὐτὸ διαμενεῖ. τοῦτο πρῶτον.
これがタルタロスが総体ではないことの第一の論駁である。第二の論駁。「プラトンよ、あなたがタルタロスに流入する水はそこから流出する水と同量であると主張したのは正しくない。なぜなら、冬には降雨による水の過剰によって流入する水の方が流出する水よりも多く、夏には雨による下向きに運ばれる水が混入しないことによって流入するよりもむしろ流出する方が多い、と言う方がより妥当だからである。」第三の論駁。「プラトンよ、部分が常に自らの固有の総体を求めてそれに向かって進むのであるならば、海もまた固有の総体を求めていつか乾燥し、総体に向かうものとして吸い尽くされるはずであった。しかし実際には海がタルタロスへと急ぎ向かわないのを我々は見ている。したがって〔タルタロス〕自身があらゆる水の総体ではないことは極めて明白である。」そしてこれが第三のものである。第四の論駁。「プラトンよ、あなたが言うようにタルタロスが総体であるならば、すべての河川が大地の内に吸い込まれ、固有の総体に向かうものとしてタルタロスに到達するのが見られるはずであった。しかし現実に我々が見るのはそのような事態ではなく、すべての河川は海に直接流入するか、他のより大きな河川に混じって海に注ぎ込み、決して大地の割れ目に消え去ることはなく、たとえそれが生じたとしても再び現れて決してタルタロスには到達しないということである。それゆえタルタロスは総体ではない。」哲学者は自分が思ったところでは、これらの論駁によってプラトンを反駁し、タルタロスが総体ではないことを証明した上で、デモクリトスにも転じ、この者の仮説をも反駁する。なぜならデモクリトスは海について多くの人々とは反対の仮定を置いていたからである。すなわち、万人が「もし宇宙が永遠であるならば、宇宙の部分である海もまた永遠であり、もし宇宙が可滅であるならば、海もまた可滅である」と主張しているのに対して(ここから、「ソクラテスは宇宙の部分である。それゆえもし宇宙が不滅であるなら、ソクラテスも不滅であろう。なぜなら宇宙の部分はそれら自身もまた不滅であるからだ」と述べる難問が解決される。しかしソクラテスは宇宙の部分ではなく結果[所産]であり、ちょうど母に対する胎児が結果であって部分ではないように、また植物の実が結果であって部分ではないのと同様である)、それでも万人がこのように主張している中で、デモクリトスだけが万人に異を唱えて「たとえ宇宙が不滅であるとしても、海はそれでも可滅である」と言い放っている。そして彼がこのように語ったのは、デウカリオンの洪水が最近起こったばかりであるために(というのも洪水の後、以後は大地がより乾燥した状態へと変化し、かつて湿っていて海の底にあったものが乾燥した地となるからである)、海が日ごとに陸地化し、かつて湿っていた場所が干上がっていくのを彼自身が見ていたことから欺かれたためであり、もしヘラクレイトス的な世界火災が最近起こっていたならば、デモクリトスは乾燥した大地が海へと変化しつつあり、海が滅びつつあるのではない、と語ったであろう。これがデモクリトスの仮説である。そして哲学者は三つの論駁によってこれに立ち向かうのであり、その第一のものは次のようなありさまである。「デモクリトスよ、なぜあなたはこれまで海が無限の時において存続したと仮定したのに、現在からは海を可滅であると言い、無限の時にわたって存続する[ことはない]とするのか。しかしながら、〔海が〕これまで滅びずに存続してきた原因によって、まさにそれらの原因によって今後も存続する、と考えるべきであった。なぜなら、海が無限の力をもつことによってこれまで無限の時にわたって存続してきたのであれば、まさにそのことによって再び続く無限の時にも存続するであろうし、水が重く塩辛いことによってこれまで存続してきたのであれば、同じことによって続く無限の時にも存続するであろうからだ。」これが第一である。
- 2.3.1τοῦ μὴ εἶναι ὁλότητα τὸν Τάρταρον
定冠詞属格 τοῦ に導かれた不定詞句で、名詞 ἐπιχείρημα(論駁・論拠)の内容を規定する同格的属格(あるいは目的格的属格)として機能している。
- 2.3.1ἐχρῆν, ὦ Πλάτων, καὶ τὴν θάλαττάν ποτε γίνεσθαι ξηρὰν
非人称動詞の未完了過去 ἐχρῆν は、ἄν を伴わずに事実に反する帰結(反実仮想)を導いており、「〜すべきであった[のに、現実はそうではない]」の意を表す。後続の ἐχρῆν... πάντας τοὺς ποταμοὺς ὁρᾶν も同一の構文である。
- 2.3.1φθαρτὴν λέγεις εἰς τὸν ἄπειρον διαμένειν αὐτὴν χρόνον
λέγεις の目的語として対格 αὐτήν(海)を取り、述語形容詞 φθαρτήν と不定詞句 εἰς τὸν ἄπειρον διαμένειν... χρόνον が組み合わされている。ここでは前文の「これまで無限の時において存続した」との対比から、「今からは可滅であると言い、[これまでのように]無限の時にわたって存続するのではないとするのか」という反語的・対比的な意味合いが圧縮されており、否定の意図を含意した構文として解される。
