← 小オリュンピオドロス

アリストテレス『気象論』注解

§126.29-127.36

海の塩分に関する諸説の論駁と水の分類

オリンピオドロスは海が塩辛い理由に関する自然哲学者たちの諸説(大地の汗説、微細な塩土の濾過混入説)を紹介して論破し、続いて神学哲学者たちの塩泉説を退ける準備として、地上の水に関するアリストテレスの包括的な分類体系と水脈探索術の手法を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1.1#2

καὶ ἄλλως· εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ πᾶν τὸ ἀναρπαζόμενον αὐτῆς λεπτὸν ἄνω παχυνόμενον καὶ γλυκαινόμενον πάλιν ἀντικαταρρεῖ, ἐχρῆν θέρους μὲν εἶναι αὐτὴν ἁλυκήν, ὅτε καὶ ἀφαιρεῖται αὐτῆς τὸ λεπτομερές, χειμῶνος δὲ γλυκεῖαν,1 ὅτι ἀντικαταρρεῖ τὸ ἀναρπασθὲν εἰς αὐτὴν διὰ τῶν ὑετῶν. οὐκ ἄρα καλῶς ἔχει ἡ τοιαύτη ὑπόθεσις. ἄλλοι δὲ φυσικοί φασιν, ὅτι ὁ τῆς γῆς ἱδρὼς εἰς αὐτὴν μιγνύμενος ἁλμυρὸς ὢν ποιεῖ αὐτὴν ἁλμυράν· διηθεῖται γὰρ ὁ τῆς γῆς ἱδρώς. ἀλλ’ οὐδὲ ταύτην δεχόμεθα τὴν ὑπόθεσιν. εἰ γὰρ ὁ τῆς γῆς ἱδρὼς περίττωμά ἐστι τοῦ ἐν αὐτῇ ποτίμου ὕδατος,2 τὸ δὲ περίττωμα ἔλαττόν ἐστιν ἀεὶ τοῦ χρηστοῦ, ἔδει καὶ τὴν θάλατταν ἐλάττονα εἶναι τοῦ ἐν αὐτῇ ποτίμου ὕδατος· νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τοὐναντίον. ὅτι γὰρ τὸ περίττωμα ἐπ’ ἔλαττόν ἐστι τοῦ χρηστοῦ, δῆλον ἐκ τοῦ ἐν ἡμῖν γινομένου περιττοῦ· τὸ γὰρ οὖρον καὶ ὁ ἱδρὼς ἐπ’ ἔλαττόν ἐστι τῶν ἐν ἡμῖν χρηστῶν χυμῶν. ἄλλοι δέ φασιν, ὅτι αἰτία ἐστὶ τῆς ἁλμυρότητος αὐτῆς ἡ ὑποκειμένη γῆ. καὶ κατὰ τοῦτο μὲν συμφωνοῦσιν Ἀριστοτέλει· πλὴν καὶ ἄμφω τὴν ὑποκειμένην γῆν αἰτιῶνται, ἀλλ’ οὐχ ὁμοίως· ὁ μὲν γὰρ τὴν ἐξ αὐτῆς ἀναδιδομένην καπνώδη ἀναθυμίασιν αἰτιᾶται, οἱ δὲ τὴν ἀπὸ τῆς γῆς διηθουμένην ἁλμυρὰν γῆν καὶ λεπτὴν αἰτιῶνται· διηθεῖσθαι γάρ φασιν ἁλμυρὰν γῆν καὶ μίγνυσθαι τῇ θαλάσσῃ. ἀλλὰ καὶ ἄτοπος ἡ ὑπόθεσις. μᾶλλον γὰρ δυνατὸν Ἀριστοτέλει πείθεσθαι ἢ τούτοις· ὁ μὲν γὰρ τὴν καπνώδη ἀναθυμίασιν λέγει διηθεῖσθαι ἀπὸ τῆς γῆς εἰς τὴν θάλασσαν, οἱ δὲ ἁλμυρὰν διὰ τῆς μανώσεως τῆς γῆς. μᾶλλον δὲ ἡ καπνώδης διηθεῖται ἀναθυμίασις ἤπερ ἡ γῆ. καὶ ἄλλως· εἰ τῇ ἐπιμιξίᾳ τῆς γῆς ἁλμυρὰ ἦν ἡ θάλασσα, ἔδει μὴ εἶναι διαυγὲς αὐτῆς τὸ ὕδωρ, ἀλλὰ θολῶδες, ἅτε τῆς γῆς ἐπέχον ἐπιμιξίαν· νῦν δὲ οὐκ ἔστι θολόν. αὗται μὲν αἱ τῶν φυσικῶν ὑποθέσεις περὶ τῆς ἁλμυρότητος τῆς θαλάσσης καὶ αἱ τούτων ἀνατροπαί. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ἀνατρέπει τὴν τῶν θεολογικῶν φιλοσόφων ὑπόθεσιν τὴν λέγουσαν, ὅτι πηγαί εἰσιν ἁλμυραὶ εἰσβάλλουσαι εἰς τὴν θάλασσαν. ἐλέγχει δὲ τούτους ἐκ τῆς καθόλου περὶ γῆν ὑδάτων διαιρέσεως. τῶν γὰρ περὶ γῆν ὑδάτων, φησί, τὰ μὲν ῥυτά εἰσι, τὰ δὲ στάσιμα. ῥυτὰ μέν εἰσιν, ὅσα τὰς πηγὰς ἔχουσιν ἐν ὑψηλοῖς ὄρεσι κειμένας, στάσιμα δὲ τὰ ἐν ἐπιπέδῳ ὄντα. τῶν δὲ ῥυτῶν τὰ μὲν ποταμοί εἰσι, τὰ δὲ κρῆναι· εἰ μὲν γὰρ πολὺ εἴη τὸ ῥυτὸν ὕδωρ, γίνεται ποταμός, εἰ δὲ ὀλίγον, κρήνη. τῶν στασίμων δὲ τὰ μέν εἰσι πηγαῖα, τὰ δὲ συλλογιμαῖα· συλλογιμαῖα δὲ τὰ ἀπὸ ὑετῶν συναγόμενα. αὐτὰ δὲ ταῦτα τὰ συλλογιμαῖα ἢ πολλά ἐστι καὶ γίνονται λίμναι, ἢ ὀλίγα καὶ γίνονται τέλματα. τῶν δὲ πηγαίων τὰ μέν εἰσι χειρόκμητα, τὰ δὲ αὐτόματα· αὐτόματα μὲν τὰ ἀπὸ χασμάτων ὑπὸ σεισμοῦ γινομένων ἀναφανέντα φρέατα, χειρόκμητα δὲ οὐχ ὡς ἄν τις οἰηθείη, τὰ διὰ μηχανῆς ἔχοντα τὸ ἀρύεσθαι τὸ ὕδωρ φρέατα, ἀλλὰ τὰ κατὰ ὑδροφαντικὴν τέχνην εὑρισκόμενα,3 ὡς ὅταν διά τινος μεθόδου οἱ ὑδροφάνται νοήσωσι τὸ ὑποκείμενον ὕδωρ κἀκεῖ ποιήσωσι φρέαρ. ὀρύξαντες γὰρ λάκκον ἐντιθέασιν ἀγγεῖον ἴσον ἔχον τὸ στόμιον τῇ γῇ, καὶ πάντοθεν περιχώσαντες ἐῶσι νυχθήμερον. εἶτα ἀποκαλύψαντες ἐνορῶσιν εἰς τὸ ἀγγεῖον· καὶ εἰ μὲν εὕρωσιν ὕδωρ ἑνὶ τῶν ἀγγείων συναθροισθέν, λέγουσιν οὐ πόρρω τῆς ἐπιφανείας τῆς γῆς ὑποκεῖσθαι τὸ ὕδωρ· εἰ δὲ μόνον ἔνικμον εὕρωσι τὴν ἕδραν τοῦ ἀγγείου, εἶναι μὲν λέγουσι ὕδωρ τηνικαῦτα, ἐν βάθει δὲ τῆς γῆς εἶναι· εἰ δὲ μηδόλως ἔνικμον γένηται τὸ ἀγγεῖον, λέγουσι τηνικαῦτα μὴ ὑποκεῖσθαι ὕδωρ ἐκεῖσε.

また別の観点からも[反論できる]。なぜなら、もしこの通りであるなら、海から奪い去られる微細なもののすべては上空で濃密になって甘美になり、再び代わりに流れ下るのであるから、海はその微細な部分が奪い去られる夏には塩辛く、奪い去られたものが降雨を通じて海へと代わりに流れ下る冬には甘美でなければならなかったはずだからである。したがって、そのような前提は正しくない。 他の自然学者たちは、大地の汗が海へと混ざり合い、それが塩辛いものであるために海を塩辛くするのだと述べる。大地の汗は濾過されて染み出るからである。しかし我々はこの前提をも受け入れない。なぜなら、もし大地の汗が大地の中にある飲用可能な水の排泄物であり、排泄物は常に有用なものより少量であるなら、海もまた大地の中にある飲用可能な水より少量でなければならなかったはずだからである。しかし実際にはそうではなく、逆である。実際、排泄物が有用なものより少量であることは、我々の内に生じる余剰物からも明らかである。尿や汗は、我々の内にある有用な体液より少量だからである。 さらに他の者たちは、海の下にある大地がその塩分の原因であると述べる。そしてこの点に関して彼らはアリストテレスと一致している。もっとも、双方が下にある大地を原因とするとはいえ、同様にしてではない。彼は大地から立ち上る煙的蒸発気を原因とするが、彼らは大地から濾過されてくる塩辛く微細な土を原因とするからである。彼らは塩辛い土が濾過されて海と混ざり合うのだと述べるのである。しかしこの前提もまた不合理である。なぜなら、彼ら[の説]よりもアリストテレス[の説]に従うことの方がより合理的だからである。彼は煙的蒸発気が大地から海へと濾過されると語るが、彼らは大地の隙間を通じて塩辛い土が[濾過されると語る]。そして土よりも煙的蒸発気の方がより濾過されやすいのである。また別の観点からも[反論できる]。もし土の混入によって海が塩辛かったなら、海の水は透明ではなく、土の混入を含んでいるがゆえに濁っていなければならなかったはずである。しかし実際には濁ってはいない。 これらが海の塩分に関する自然学者たちの前提と、それらの論破である。これらに続いてアリストテレスは、塩辛い水源が海へと流れ込むと述べる神学哲学者たちの前提を論破する。そして彼は、大地をめぐる水全般の区分に基づいて彼らを論駁する。大地をめぐる水のうち、あるものは流水であり、あるものは停水である、と彼は言う。流水とは、高い山の上に置かれた水源を持つものであり、停水とは平地にあるものである。そして流水のうち、あるものは河川であり、あるものは湧水である。もし流れる水が多量であれば河川となり、少量であれば湧水となるからである。他方、停水のうち、あるものは泉から発する水であり、あるものは集水である。集水とは、降雨から集められるものである。そしてまさにこれらの集水は、多量であって湖となるか、あるいは少量であって水たまりとなるかのいずれかである。他方、泉から発する水のうち、あるものは人工のものであり、あるものは自生のものである。自生のものとは、地震による大地の裂け目から現れ出た井戸であり、人工のものとは、誰かが考えるかもしれないように機械によって水を汲み上げる仕組みを持つ井戸のことではなく、水脈探索術に従って発見される井戸のことである。これは、水脈探索者たちがある方法によって地下にある水を察知し、そこに井戸を掘るような場合のことである。彼らは穴を掘って、縁が大地の表面と同じ高さになるように容器を据え、四方から土を盛って一昼夜そのままにしておく。そののちに覆いを取り去って容器の中を覗き見る。そして、もし容器の一つに水が集まっているのを見出すなら、水が地表から遠くない地下にあると言う。もし容器の底が湿っているのを見出すだけなら、その時には水は存在するものの地中深くに存在すると言う。もし容器がまったく湿気を帯びていなければ、その時には水はそこの地下に存在しないと言うのである。

構文注3 件
  1. 2.1.1ἐχρῆν θέρους μὲν εἶναι αὐτὴν ἁλυκήν ... χειμῶνος δὲ γλυκεῖαν

    非人称動詞 ἐχρῆν(χρή の未完了過去形)による反実仮想の帰結節。事実に反する仮定(εἰ γὰρ τοῦτο ἦν)を受けて、接続小辞 ἄν を伴わずに「〜でなければならなかったはずである」という過去あるいは現在の非現実的事態を導いている。

  2. 2.1.1τοῦ ἐν αὐτῇ ποτίμου ὕδατος

    前置詞句 ἐν αὐτῇ の代名詞 αὐτῇ は直前の γῆ(大地)を指す。海(θάλασσα)ではなく大地の中に含まれる飲用水(淡水)を指しており、「大地の汗(ἱδρώς)」という比喩と呼応している。

  3. 2.1.1χειρόκμητα δὲ οὐχ ὡς ἄν τις οἰηθείη, τὰ διὰ μηχανῆς ἔχοντα τὸ ἀρύεσθαι τὸ ὕδωρ φρέατα, ἀλλὰ τὰ κατὰ ὑδροφαντικὴν τέχνην εὑρισκόμενα

    対比構文 οὐχ ὡς ... ἀλλά ... を含む名詞句構造。主語補語として χειρόκμητα [φρέατα] を限定し、一般的な通念(「機械によって水を汲み上げる装置を持つ井戸」)を退けて、「水脈探索術によって見出される井戸」こそが真の人工的井戸であると定義している。τὸ ἀρύεσθαι は冠詞付き不定詞で、ἔχοντα の目的語として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:126.29-127.36