- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:114.1-115.29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『気象学』第1巻第14章のレンマ(351a19–351b8)に基づき、大地と海洋が河川の増減や「大年」の秩序に従って交互に生滅・推移する原因と、その長大な時間ゆえに人間がその変化を認識できない理由を注解する。
" Οὐκ ἀεὶ δὲ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτε ὑγροί εἰσιν οὔτε ξηροί." Εἴρηται, ὅτι μεταβάλλει ἡ γῆ κατὰ τὸ ξηρὸν καὶ ὑγρόν, καὶ ὅτι τὸ ὑγρὸν ἢ πότιμον ἢ ἁλμυρὸν ἢ ἑλῶδες. διὰ τί δὲ ἄρα εἰς τοῦτο ἦλθεν; οὐ μάτην, ἀλλ’ ἐπειδὴ περὶ ἀναπόσεως καὶ ἐκφάνσεως προσεχῶς εἶπε, διὰ τοῦτο ζητεῖ τὴν γινομένην μεταβολήν· καὶ γὰρ ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως μεταβολή τις γίνεται.
「しかし、大地の同じ場所が常に湿潤であるわけでも、乾燥しているわけでもない。」 大地が乾燥と湿潤に応じて変化すること、また湿潤には飲料可能、塩辛い、沼沢的の三つがあることはすでに語られた。では、彼[アリストテレス]はなぜこれ[この論題]に至ったのか。無駄に至ったのではなく、直前で[川の湧出による]再吸収と流出について語ったので、生じる変化をそのために探求しているのである。実際、流出と再吸収においても何らかの変化が生じるからである。
"Ἀλλὰ μεταβάλλουσι κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ ἀπολείψεις." Ἰδοὺ τὸ πρῶτον εἶδος τῆς μεταβολῆς τῆς ἀπὸ ποτίμου ὑγρότητος εἰς ξηρότητα γινομένης, ὡς ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως ποταμῶν. γένεσιν γὰρ καλεῖ τὴν ἔκφανσιν, ἀπόλειψιν δὲ τὴν ἀνάποσιν.
「むしろ河川の生成と涸渇に応じて変化する。」 見よ、飲料可能な湿潤から乾燥へと生じる変化の第一の種であり、河川の流出と再吸収において生じるようなものである。彼は流出を「生成」と呼び、再吸収を「涸渇」と呼んでいるからである。
"Διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν." Τὸ δεύτερον εἶδος τῆς μεταβολῆς τὸ κατὰ τὴν ἁλμυρὰν ὑγρότητα μεταβάλλειν εἰς ξηρότητα, ὡς ἔχει ἐπὶ θαλάττης ἠπειρουμένης καὶ ἠπείρου θαλαττουμένης. διὰ δὲ τοῦ εἰπεῖν διό ἐδήλωσε καὶ τὴν αἰτίαν, διὰ τὴν τῶν ποταμῶν γένεσίν τε καὶ ἀπόλειψιν. διὰ τοῦτο μὲν θάλαττα, ὡς εἴρηται, ἠπειροῦται, ἤπειρος δὲ θαλαττοῦται.
「それゆえ陸地と海に関する事柄も変化する。」 変化の第二の種は、海が陸地化し陸地が海化する場合のように、塩辛い湿潤に応じて乾燥へと変化することである。「それゆえ」と言うことによって、河川の生成と涸渇という原因をも明らかにした。言われたように、これによって海は陸地化し、陸地は海化するのである。
"Καὶ μέντοι τινὰ τάξιν χρὴ νομίζειν ταῦτα γίνεσθαι." Διὰ τούτου ἐνδείκνυται ἡμῖν τὴν τοῦ μεγάλου ἐνιαυτοῦ τάξιν. ὅταν οὖν γένηται μέγας χειμών, τότε ἤπειρος θαλαττοῦται, καὶ ὅταν δὲ μέγα θέρος, τότε ἡ θάλαττα ἠπειροῦται· ὅταν γὰρ χειμὼν γένηται, πλεονεξία ἐστὶν ὑδάτων, ὅταν δὲ θέρος, σπάνις.
「しかしながら、これらは何らかの秩序をもって生じると見なすべきである。」 これによって彼[アリストテレス]はわれわれに大年の秩序を示している。したがって、大冬が生じるときには陸地が海化し、大夏が生じるときには海が陸地化する。冬が生じるときには水の過剰があり、夏が生じるときには欠乏があるからである。
"Ἀρχὴ δὲ τούτων καὶ αἴτιον καὶ τὰ ἑξῆς." Τὴν αἰτίαν βούλεται εἰπεῖν, δι’ ἣν ἐν τῇ τάξει τοῦ μεγάλου ἐνιαυτοῦ συμβαίνει θέρους μὲν γινομένου τὴν θάλατταν ἠπειροῦσθαι, χειμῶνος δὲ τοὐναντίον· ἐπειδή, φησί, τὰ μέρη τῆς γῆς ἀκμάζει τε καὶ φθίνει, καθάπερ καὶ τὰ ἔμψυχα. καὶ ἀκμάζει μὲν δεχομένη ὑγρότητα, φθίνει δὲ ξηραινομένη· ὑγραίνεται δέ, ὅταν [ἡ] ψύξις ᾖ, τουτέστιν ὅταν γένηται χειμών, ξηραίνεται δέ, ὅταν ᾖ θερμασία, τουτέστιν ὅταν γένηται θέρος. ἐντεῦθεν, εἰ μὲν καταξηρανθῇ, μὴ ἔχουσαι αἱ πηγαὶ ὕδωρ οὐ πέμπουσι τοῖς ποταμοῖς τοῦτο, καὶ μὴ δεχομένων, ἀλλὰ ξηραινομένων1 συμβαίνει τοὺς μὲν τόπους, οὓς πάλαι ἠπείρουν διὰ τὸ ἐπιφέρειν ἰλύν, θαλαττοῦσθαι εἰς τὸν οἰκεῖον τόπον τῆς θαλάττης φερομένης· οὓς δὲ πάλαι διὰ τὴν ὤθησιν τοῦ ὕδατος ἐθαλάττουν, νῦν ἀνάγκη ἠπειρωθῆναι μὴ ὄντος τοῦ ἐκεῖ ἐξωθοῦντος τὴν θάλασσαν. ταῦτα μέν, εἰ ξηρανθῇ ἡ γῆ· εἰ δὲ ἀκμάζει, πλημμυροῦσαι αἱ πηγαὶ αὔξονται οἱ ποταμοί. θάλασσα δέ, ἐν ᾗ εἰσβάλλουσιν, ἠπειροῦται, ἤπειρος δέ, ἐν ᾗ ἐξωθεῖται ἡ θάλασσα, θαλαττοῦται. "Πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος." Τὸ γὰρ τοῦ ἀνθρώπου, φέρε εἰπέ, σῶμα ὅλον ὡς ὅλον ἀκμάζει τε καὶ φθίνει, ἡ δὲ γῆ οὐχ ὅλη, ἀλλὰ κατὰ διάφορα μέρη. τοῦτο δὲ γέγονεν, ἵνα μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν εἴη μέσον τι μήτε καθ’ ὅλον φθαρτόν, μήτε καθ’ ὅλον ἄφθαρτον.
「これらの始まりと原因は云々。」 大年の秩序において、夏が生じる時には海が陸地化し、冬にはその逆になる、その原因を彼は語ろうとしている。なぜなら、大地の諸部分は生命あるものたちと同様に全盛を迎え、また衰退するからである、と彼は言う。そして大地は湿潤を受け入れることによって全盛を迎え、乾燥することによって衰退する。冷気がある時、すなわち冬が生じる時には湿潤になり、熱気がある時、すなわち夏が生じる時には乾燥する。ここから、もし大地が干からびるならば、水源は水を持たずにこれを河川に送ることはなく、河川が水を受け取らずに乾燥するならば、かつて土砂を運ぶことによって陸地化していた諸場所は、海が固有の場所へと運ばれることによって海化し、かつて水の押し出しによって海化させていた諸場所は、そこへ海を押し出すものが存在しないため、いまや陸地化せざるを得ない、ということが生じる。地が乾燥する場合はこの通りである。これに対して、もし地が全盛を迎えるならば、水源が溢れて河川は増大する。そして河川が流れ込む海は陸地化され、海がそこへ押し出される陸地は海化される。 「ただし、それら[生命あるもの]においては部分ごとではない。」 というのも、たとえば人間の身体全体は全体として全盛を迎え衰退するが、大地は全体としてではなく異なる諸部分に応じてそうなるからである。そしてこれは、完全に永遠なものたちと完全に可滅的なものたちとの間に、全体として可滅的でもなく、全体として不滅でもない中間的なものが存在するために生じたのである。
"Διὰ ψύξιν καὶ θερμότητα." Οὐ διὰ ταῦτα δὲ μόνον ἁπλῶς ἕπεται ἀκμὴ καὶ φθίσις, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ ὑγρότητα, ὅθεν καὶ οἱ νεκροὶ ‘ἀλίβαντες’ ὡς κατάξηροι.
「冷気と熱気によって。」 しかし全盛と衰退は単にこれら[冷気と熱気]にのみ無条件に従うのではなく、乾燥と湿潤に応じても従うのであり、それゆえ死者たちも干からびていることから「無水者」と呼ばれるのである。
"Ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει ὡς διὰ τὸν ἥλιον." Ὁ μὲν Ἀριστοτέλης· τὰ μέρη τῆς γῆς, οἷον τυχὸν τὰ ὄρη, διὰ τὸν ἥλιον, φησί, καταξηραινόμενα καὶ ἐκκαιόμενα συμπίπτει· πλὴν οὐκ ἔστιν ἱκανὸς ὁ ἥλιος μόνος τοῦτο ποιῆσαι, ἀλλ’ ἡ σύνοδος πάντων τῶν πλανήτων ἢ τυφῶνες καὶ πρηστῆρες καὶ κεραυνοί· ταῦτα γὰρ ἱκανά εἰσιν ἐκφλέξαι ὄρη καὶ διαφθεῖραι.
「これらは太陽によるかのように増大し衰退する。」 アリストテレスは次のように言う。大地の諸部分、たとえば山々は、太陽によって干からびて焼け焦げ、崩落する、と。ただし、太陽単独でこれをなすのに十分なのではなく、すべての惑星の合、あるいは台風、熱風、雷霆がそうである。これらこそが山々を焼き尽くし破壊するのに十分だからである。
"Ἀλλὰ διὰ τὸ γίνεσθαι πᾶσαν τὴν φυσικὴν γένεσιν καὶ τὰ ἑξῆς." Τὰς αἰτίας λέγει τῆς ἀγνοίας τῆς μεταβολῆς μήπω τὸ ἄλλο μὲν εἶδος εἰρηκὼς τὸ κατὰ τὴν ἑλώδη ὑγρότητα γινόμενον. εἰσὶ δὲ τρία· ἢ γὰρ διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον ἢ πρὸς τὴν μεταβολὴν κατὰ μέρος γινομένην,2 ἢ διὰ τὰς ἀθρόας ἀπωλείας, ἢ διὰ τὰς μετοικίσεις καὶ μεταναστάσεις.
「しかし、すべての自然的な生成が生じるのは云々。」 彼は、沼沢的な湿潤に応じて生じるもう一つの種をまだ語らないうちに、変化についての無知の原因を語っている。そしてそれらは三つある。われわれの時間が短いこと、あるいは部分ごとに生じる変化に対して[時間が]僅かであることによるか、一挙の壊滅によるか、あるいは移住や移動によるかのいずれかである。
- 1.17.6καὶ μὴ δεχομένων, ἀλλὰ ξηραινομένων
独立属格構文であり、省略された意味上の主語は前出の「河川(ποταμοί)」である。先行する「水源が水を持たず(μὴ ἔχουσαι αἱ πηγαὶ ὕδωρ)、それを河川に送らない(οὐ πέμπουσι τοῖς ποταμοῖς τοῦτο)」を受けて、河川が水を受け取らずに干上がる状況を表している。
- 1.17.10ἢ γὰρ διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον ἢ πρὸς τὴν μεταβολὴν κατὰ μέρος γινομένην
文法的には διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον に続く ἢ が排他的な第二の理由を導くというよりは、「あるいはむしろ、部分ごとに生じる変化に対して[われわれの寿命が]僅かであることによる」という補正・付加的説明の機能を持つ。πρὸς は「〜と比較して」を表す対格支配の前置詞句。
- 1.17.8ἀλίβαντες
死者の古風な呼称であり、注解者はこれを否定辞 ἀ- と「滴(λιβάς)」の合成語と捉え、「水気のない者」「干からびた者」という語源的解釈(παρὰ τὸ στερεῖσθαι λιβάδος)に基づいて論拠として引いている。
本文中の位置は未特定
