← 小オリュンピオドロス

アリストテレス『気象論』注解

§1.4-3.8

気象論の目的と天体および四元素の因果関係

オリュンピオドロスは『気象論』序論(338a20)を解説し、過去・未来・現在の著作群との連関を示しつつ本書の目的が高処の情態の質料因の解明にあると規定した上で、天体(第五元素)が作因であり四元素が質料因であることを二つの論拠によって論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1.1#1

" Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως." Τὸ προοίμιον τοῦ προκειμένου βιβλίου τοῦ Ἀριστοτέλους τὸν παρ’ Ὁμήρῳ μάντιν ἐκμιμούμενον, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, τοῖς τρισὶ χρόνοις συμπαραθέον ἀναμιμνήσκει τῶν φθασάντων, προανακρούεται τὰ μέλλοντα, ἐκδιηγεῖται τὰ παρόντα.1 καὶ τῶν μὲν φθασάντων ἀναμιμνήσκει λέγον τὰ εἰρημένα αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν τῇ Περὶ οὐρανοῦ, ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ δὲ μέλλοντα προανακρούεται μεμνημένον τῶν ὑπολοίπων αὐτοῦ πραγματειῶν, ὅσαι περὶ ἐμψύχων αὐτῷ εἰσι γεγραμμέναι, ἀλλὰ περὶ ἐμψύχων ἢ ἀναισθήτων, ὡς ἡ Περὶ φυτῶν πραγματεία, ἢ αἰσθανομένων, ὡς ἡ Περὶ ζῴων ἱστορίας. τὰ δὲ παρόντα ἐκδιηγεῖται τὸν σκοπὸν τοῦ παρόντος βιβλίου παραδιδόν. καὶ τὰ μὲν φθάσαντα καὶ μέλλοντα ταῖς οἰκείαις πραγματείαις καταλείψαντες τὸν σκοπὸν τοῦ προκειμένου συγγράμματος παραδώσομεν. Σκοπός ἐστι τοίνυν τῷ Ἀριστοτέλει τὰ ἐν τῷ μεταρσίῳ συνιστάμενα πάθη τῶν στοιχείων τῶν ὁμοΰλων παραδοῦναι ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ ὑλικῇ.2 τοῦτο δὲ πρόσκειται, ἐπειδὴ ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι περὶ τῶν ἐν τῷ μεταρσίῳ ὁ σκοπός. κατὰ φύσιν γὰρ ἔχουσαι αὗται τὴν ἄνω φορὰν διώκουσι, παρὰ φύσιν δὲ γινόμεναι μένουσι κάτω ἐν τῇ γῇ καὶ ποιοῦσι σεισμοὺς καὶ τὰ λοιπά, ἃ μέλλομεν μαθεῖν. οὗτος ὁ σκοπός. ἀλλ’ ἐπειδὴ κανών ἐστιν Ἀριστοτέλους ἐκ θυρῶν εὐθέως τῆς Φυσικῆς ἀκροάσεως εἰρημένος αὐτῷ ὁ λέγων, ὅτι ὁ θέλων περί τινος πράγματος ἀκριβῶς διδάξαι ὀφείλει τὰ αἴτια αὐτοῦ πρῶτον ἀποδοῦναι (ἡ γὰρ τῶν αἰτίων γνῶσις σαφῆ τὴν τῶν πραγμάτων διδασκαλίαν καθίστησι· φησὶ γὰρ αὐτὸς ἀρχόμενος τῆς Φυσικῆς ἀκροάσεως· “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν. τότε γὰρ οἰόμεθα γνωρίζειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας”) — ἐπειδὴ οὖν τοιοῦτος Ἀριστοτέλους ἐστὶ κανών, διὰ ταύτην τὴν αἰτίαν καὶ νῦν οὐ πρότερον εἰς τὴν τῶν ζητουμένων διδασκαλίαν εἰσβάλλει, ἀλλὰ ζητεῖ τὰ αἴτια τῶν ἐνταῦθα διδασκομένων τὰ προσεχῆ, καὶ ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, ἀνατρέχει ἐπὶ τὸ καθόλου καὶ ζητεῖ πάντων τὰ αἴτια, τό τε ποιητικὸν καὶ τὸ ὑλικόν. πέντε τοίνυν στοιχείων ὄντων τοῦ παντὸς κόσμου, τοῦ πέμπτου στοιχείου καὶ τῶν ὑπολοίπων τεσσάρων, πυρός, ἀέρος, ὕδατος, γῆς, τὸ μὲν οὐράνιον σῶμα (ταὐτὸν δὲ εἰπεῖν τὸ πέμπτον στοιχεῖον) ποιητικόν ἐστιν αἴτιον, τὰ δὲ ἄλλα τέσσαρα ὑλικά εἰσιν. ὅτι δὲ ἔστι ἕτερον πέμπτον στοιχεῖον παρὰ τὰ τέσσαρα, δέδειχεν ἡ Περὶ οὐρανοῦ πραγματεία. ὅτι δὲ καὶ τέσσαρά εἰσι τὰ ὑλικὰ στοιχεῖα καὶ οὐ πλείονα οὔτε ἐλάσσονα, δέδειχεν ἡ Περὶ γενέσεως καὶ φθορᾶς. ὅτι δὲ τὸ μὲν πέμπτον σῶμα ποιητικὸν αἴτιόν ἐστι, τὰ δ’ ἄλλα τέσσαρα ὑλικά, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ δύο λόγων, ὧν ὁ μὲν πρῶτος τοῦτον ἔχει τὸν τρόπον. τὰ οὐράνια σώματα κινοῦσι τὰς ὁλότητας τῶν στοιχείων· θιγγάνουσι γάρ πως αὐτῶν, ἐπειδὴ δέδεικται μηδὲν ὂν κενόν. πλὴν εἰ καὶ θιγγάνουσιν, οὐ μοχλείᾳ καὶ βίᾳ κινοῦνται· οὐ γὰρ παρὰ φύσιν σύμπασαι συνθέουσιν αἱ ὁλότητες τῷ πέμπτῳ σώματι τῶν στοιχείων καὶ κύκλῳ κινουμένῳ κινοῦνται, ἀλλ’ ὑπὲρ φύσιν. ὥσπερ γὰρ ζῷον ἐνθουσιῶν καὶ ὑπὸ ψυχῆς ἐλλαμπόμενον ὑπὲρ φύσιν κινεῖται ἐπὶ τὰ πλάγια κινούμενον (ὅσον γὰρ ἐφ’ ἑαυτῷ τὸ σῶμα κάτω βρίθει), οὕτω καὶ αἱ ὁλότητες τῶν στοιχείων ὑπὲρ φύσιν κινοῦνται σύμπασαι συνθέουσαι τῷ πέμπτῳ σώματι. ὥστε οὖν τὸ πέμπτον στοιχεῖον αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων, τὸ δὲ αἴτιον τῆς κινήσεως ποιητικὸν αἴτιον· οὐ γὰρ ἄλλως τὸ ποιητικὸν ὁριζόμεθα, εἰ μὴ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τὸ πέμπτον ἄρα σῶμα ποιητικὸν αἴτιόν ἐστιν. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· τὰ οὐράνια σώματα οὐδὲ ἀρχὴν ἔχουσιν οὐδὲ πέρας ὅσον ἐφ’ ἑαυτά· ποίαν γὰρ ἄν τις αὐτῶν ἀρχὴν ἢ πέρας λάβοι ὁμοιομερῶν ὄντων τῶν κύκλῳ; πόθεν γάρ τις ἄρξοιτο ἢ ποῦ τελευτήσει κυκλικῆς ὑποκειμένης τῆς κινήσεως; τὰ μέντοι τέσσαρα στοιχεῖα, ἐπειδὴ τὴν ἐπ’ εὐθείας κινοῦνται κίνησιν, ἀρχὴν ἔχουσιν, ὅθεν τὴν ὁρμὴν ποιοῦνται. ἀλλὰ μὴν καὶ πέρας· δέδεικται γὰρ μὴ ὂν τὸ ἄπειρον. ἀρχὴν δὲ καὶ πέρας τὴν γένεσιν καὶ τὴν φθορὰν ληπτέον. χρὴ δὲ τὰ ἄναρχα καὶ ἀτελεύτητα ποιητικὰ εἶναι αἴτια τῶν ἀρχὴν καὶ πέρας ἐχόντων, ἐπειδὴ καὶ ἀγένητα· εἰκότως ἄρα εἰσὶν ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα, ἐκεῖνα δὲ καὶ γενητὰ καὶ φθαρτά.3

「さて、自然の第一の原因については」アリストテレスの本書の序論は、今あること、やがてあること、かつてあったことを知っていたホメロスの預言者を模倣し、三つの時間とともに走ることで、過去の諸事を想起させ、未来の諸事を前もって奏で、現在の諸事を物語る。そして、過去の諸事については、彼によって『自然学』において、『天について』において、『生成と消滅について』において語られたことを述べて想起させ、未来の諸事については、彼によって霊魂をもつものについて著された限りの残りの著作、すなわち『植物について』の著作のような非感覚的なもの、あるいは『動物誌』のような感覚するものといった霊魂をもつものについて[著された著作]を想起して前もって奏で、現在の諸事については、本書の目的を教示しつつ物語る。そして、過去と未来の諸事はそれぞれの著作に委ね、提示された著作の目的を教示することにしよう。そこで、アリストテレスにとっての目的とは、高処に形成される、同質の質料からなる諸元素の諸情態を、質料的因に関する限りにおいて教示することである。このことが付け加えられているのは、高処の諸事に関する目的が蒸気[ならびに煙]に関する限りにおいて存するからである。なぜなら、これらは自然に従った状態にあるときは上方への運動を追求するが、自然に反した状態になると下方の大地の中に留まり、地震や、これから学ぼうとするその他の諸事を引き起こすからである。これが目的である。しかし、アリストテレスが『自然学』の冒頭から直ちに述べている規則、すなわち、ある事柄について厳密に教示することを欲する者は、まずその諸原因を示さねばならないと語る[規則](原因の知こそが事柄の教示を明瞭にするからである。というのも、彼自身が『自然学』を始めるにあたり、「知ること、また把握することは、原理や原因や元素が存在するすべての研究方法において、これらを認識することから生じる。なぜなら、第一の諸原因や第一の諸原理を認識したときにこそ、われわれは各々のものを認識していると考えるからである」と述べているからである)が存在する。それゆえ、アリストテレスの規則がこのようなものであるから、この理由によって、今も探求される諸事の教示にすぐさま入るのではなく、ここで教示される諸事の近接原因を探求し、また哲学者は普遍を愛する者であるから、普遍へと遡って万物の諸原因、すなわち作因と質料因を探求するのである。そこで、宇宙全体を構成する元素が五つ、すなわち第五の元素と残りの四つ(火、空気、水、土)であるとき、天体(第五の元素と言っても同じことであるが)は作因であり、他の四つは質料因である。四つのほかに別の第五の元素が存在することは、『天について』の著作が示した。質料的な元素が四つであり、それより多くも少なくもないことは、『生成と消滅について』が示した。そして、第五の物体が作因であり、他の四つが質料因であることは、アリストテレスが二つの論拠によって示しており、その第一の論拠は次のようなものである。天体は諸元素の全体塊を動かす。空虚なものは何ひとつ存在しないと示されている以上、天体は何らかの仕方でそれらに触れているからである。ただし、触れているとしても、〔全体塊は〕梃入れや強制によって動かされるのではない。諸元素のすべての全体塊が第五の物体とともに走るのは自然に反してではなく、円環運動する[第五の物体]とともに動かされるのは自然に反してではなく、超自然的なのである。なぜなら、神がかりとなり魂によって照らされた動物が、横へと動かされつつ超自然的に動くように(身体はそれ自身に関する限り下方へと重力をもつからである)、諸元素の全体塊もまた、すべて第五の物体とともに走ることで超自然的に動くからである。それゆえ、第五の元素は四つの元素の運動の原因であり、運動の原因は作因である(なぜなら、運動の原理がそこから発する源としてでなければ、われわれは作因を定義しないからである)。したがって、第五の物体は作因である。これが第一の論拠である。第二の論拠はこうである。天体は、それ自身に関する限り、始まりも終わりも持たない。円環をなすものが同質部分からなる以上、誰がそれらのどのような始まりや終わりを捉えられようか。円環運動が前提されるなら、誰がどこから始め、どこで終えるというのか。これに対して四つの元素は、直線運動をする以上、そこから勢動を起こすところの始まりを持つ。だが実に、終わりも持つ。無限なものは存在しないと示されているからである。そして、始まりと終わりとは、生成と消滅として解されねばならない。だが、始まりも終わりも持たないものは、始まりと終わりを持つものの作因でなければならない。不生でもあるからである。それゆえ当然にも、始まりを持たず、終わりを持たないゆえに永遠である限りのものが[作因であり]、他方、それらのものは生起し消滅するものでもある。

構文注3 件
  1. 1.1.1τὸ προοίμιον ... ἐκμιμούμενον, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, τοῖς τρισὶ χρόνοις συμπαραθέον ἀναμιμνήσκει τῶν φθασάντων, προανακρούεται τὰ μέλλοντα, ἐκδιηγεῖται τὰ παρόντα

    文の骨格は主語 τὸ προοίμιον に対して中性単数分詞 ἐκμιμούμενον と συμπαραθέον が一致し、3つの等位動詞 ἀναμιμνήσκει、προανακρούεται、ἐκδιηγεῖται が述語を構成する構造である。関係節 ὃς ᾔδη... はホメロス『イリアス』第1巻70行のカルカスの描写を踏まえた τὸν παρ’ Ὁμήρῳ μάντιν を先行詞とし、3つの動詞はそれぞれ過去・未来・現在の著作群に対応する。

  2. 1.1.1ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ ὑλικῇ

    ὅσον ἐπί に与格が後続する慣用表現であり、「〜に関する限りにおいて」「〜の観点から」という意味を表す限定句。後続の ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι および ὅσον ἐφ’ ἑαυτῷ / ὅσον ἐφ’ ἑαυτά(対格を伴う同義の慣用句)も同一の限定機能を担う。

  3. 1.1.1χρὴ δὲ τὰ ἄναρχα καὶ ἀτελεύτητα ποιητικὰ εἶναι αἴτια τῶν ἀρχὴν καὶ πέρας ἐχόντων, ἐπειδὴ καὶ ἀγένητα· εἰκότως ἄρα εἰσὶν ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα, ἐκεῖνα δὲ καὶ γενητὰ καὶ φθαρτά.

    非人称動詞 χρὴ に後続する対格不定詞構文において、主語対格は τὰ ἄναρχα καὶ ἀτελεύτητα、述語対格は ποιητικὰ ... αἴτια であり、τῶν ἀρχὴν καὶ πέρας ἐχόντων は αἴτια が要求する目的語(属格)である。末尾の εἰκότως ἄρα εἰσὶν... では ποιητικὰ αἴτια が省略されており、関係詞節 ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα が主語として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:1.4-3.8