- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:92.6-93.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが『範疇論』第6章(5b11)で「量には反対のものがない」という固有属性を提示するにあたり、大と小、多と少という反例をめぐる弁論と、連続的・離散的量における語の転用に関する難問および異議による解決を注解する。
" Τῷ δὲ ποσῷ οὐδέν ἐστιν ἐναντίον· ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει ἢ τῇ ἐπιφανείᾳ ἢ τοιούτῳ τινί· οὐδενὶ γὰρ αὐτῶν ἐστί τι ἐναντίον, εἰ μὴ τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ. τούτων δὲ οὐδέν ἐστιν ποσὸν ἀλλὰ πρός τι." Ἀποδοὺς ὁ φιλόσοφος ἴδιον εἶναι τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ γιγνώσκων ἐκ τῶν περὶ τῆς οὐσίας λόγων οὐ μόνῳ τοῦτο ὑπάρχειν τῷ ποσῷ, βούλεται νῦν ἐνταῦθα ζητῆσαι εἰ παντὶ ὑπάρχει ποσῷ ἢ οὐ παντί [τοῦτο δὲ δηλονότι]. καὶ πρῶτον μὲν συνηγόρει ὅτι οὐ παντὶ τῷ ποσῷ ὑπάρχει, ἀλλ’ ἐπειδὴ ἡ συνηγορία κέχρηται τῷ τε μικρῷ καὶ τῷ μεγάλῳ καὶ τῷ πολλῷ καὶ τῷ ὀλίγῳ, φέρε τούτων τῶν ὀνομάτων σαφήνειαν ποιησώμεθα. διττοῦ οὖν εἴδους ὄντος τοῦ ποσοῦ, ὡς εἴρηται, τοῦ μὲν συνεχοῦς τοῦ δὲ διωρισμένου, ἐπὶ μὲν τοῦ συνεχοῦς φέρεται τὸ μέγα καὶ τὸ μικρόν, ἐπὶ δὲ τοῦ διωρισμένου τὸ πολὺ καὶ τὸ ὀλίγον. τὸ δὲ ἔλαττον φέρεται καὶ ἐπὶ τοῦ συνεχοῦς καὶ ἐπὶ τοῦ διωρισμένου, καὶ διότι μὲν ἀντίκειται τῷ κολοβῷ, φέρεται ἐπὶ τοῦ συνεχοῦς, διότι δὲ ἀντίκειται τῷ πλείονι, φέρεται ἐπὶ τοῦ διωρισμένου. ἀλλὰ ἀποροῦσί τινες ἡμῖν εὐθέως δύο τινὰς ἀπορίας, πρῶτον μὲν λέγοντες ὅτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τοῦ συνεχοῦς φέρεται τὸ δὲ πολὺ καὶ ὀλίγον ἐπὶ τοῦ διωρισμένου, πῶς τὸ ὕδωρ συνεχὲς ὂν λέγομεν πολύ. πρὸς ταύτην τὴν ἀπορίαν δύο τινὰς ἐπιλύσεις προφέρομεν λέγοντες, μίαν μὲν ὅτι τὸ ὕδωρ πολὺ λέγεται, ἢ διότι τῇ ἐπινοίᾳ διαιρεῖται εἰς κάδους ἢ διότι ἕτοιμόν ἐστιν πρὸς διαίρεσιν, ὡς ἀνωτέρω ἐλέγομεν. δευτέρα ἀπορία· τίνος χάριν τὸν χρόνον συνεχῆ ὄντα πολὺν λέγομεν τῷ τοῦ διωρισμένου ὀνόματι; καὶ προβαλλόμεθα πάλιν τὴν αὐτὴν καὶ ἐπὶ ταύτης τῆς ἀπορίας λύσιν, λέγοντες ὅτι δυνατὸν καὶ τὸν χρόνον ἐν ἐπινοίᾳ διαιρεῖν εἰς ἐνιαυτούς, ἡμέρας τε καὶ ἑβδομάδας καὶ μῆνας καὶ ὥρας. ἀλλ’ ἐπειδὴ τὰς ἀπορίας ἐπελυσάμεθα, φέρε ζητήσωμεν τίς ἡ αἰτία τῆς ἀποκληρώσεως τοῦ λέγεσθαι μὲν τὸ συνεχὲς τοῖς ὀνόμασι τοῦ διωρισμένου τὸ δὲ διωρισμένον μηκέτι τοῖς ὀνόμασι τοῦ συνεχοῦς.1 φαμὲν τοίνυν ὅτι ἐπειδὴ τὰ συνεχῆ δυνατὸν καὶ διωρισμένα εἶναι, τὰ δὲ διωρισμένα οὐδέποτε εἶναι συνεχῆ. διὰ τοῦτο τὰ μὲν δέχεται τὴν ὀνομασίαν τοῦ ἑτέρου τὰ δὲ οὐ δέχεται. Ἀλλ’ ἐπειδὴ τὰ τῶν ὀνομάτων ἱκανῶς ἡμῖν πεπολυπραγμόνηται, φέρε ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναδράμωμεν αὐτὴν τὴν συνηγορίαν Ἀριστοτέλους περιθέμενοι ἐν μέσῳ. λέγει τοίνυν ὅτι οὐ παντὶ ποσῷ ὑπάρχει τὸ μηδὲν ἔχειν ἐναντίον διὰ τὸ μήτε παντὶ συνεχεῖ τοῦτο ὑπάρχειν μήτε παντὶ διωρισμένῳ· ἰδοὺ γὰρ τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τοῦ συνεχοῦς φερόμενον ἐναντίον ἐστί, καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἐπὶ τοῦ διωρισμένου φερόμενον ἐναντίον ἐστίν. εἰ δὲ τοῦτο, οὐκ ἔρρωται τὸ ἀποδοθὲν ἴδιον τοῦ ποσοῦ. ταύτην τὴν συνηγορίαν προθέμενος καὶ τὴν λύσιν αὐτῆς ἐπάγει δι’ ἐνστάσεως καὶ ἀντιπαραστάσεως. ὧν ἡ ἔνστασις τοιαύτην ἔχει ἀγωγήν.2 ἀλλ’ ἐπειδὴ ἴδιον ἐνστάσεως τὸ μηδεμίαν χώραν διδόναι τῇ ἀπορίᾳ ἀλλ’ εὐθέως ἐκ βάθρων ταύτην ἀνελεῖν, τοῦτο κἀνταῦθα ποιεῖ· εὐθέως γάρ φησιν ὅτι ταῦτα οὐδὲ ποσά ἐστιν· τὰ γὰρ ποσὰ καθ’ αὑτά ἐστι, τὰ προειρημένα οὔκ εἰσιν καθ’ αὑτά, τὰ προειρημένα ἄρα οὐκ εἰσιν ποσά. καὶ πόθεν τοῦτο ὅτι τὰ ποσὰ καθ’ αὑτά ἐστι;
「量には何ものも反対ではない。というのも、限定されたものにおいては何ものも反対ではないことが明白だからである。たとえば二肘のものや三肘のもの、あるいは表面、またはそのような類のものである。なぜなら、これらいずれにも反対のものはないからである。ただし、多と少、あるいは大と小が反対であると誰かが言うのでなければ。しかしこれらはいずれも量ではなく、関係である。」 哲学者は量に固有の属性として「反対のものを何ももたないこと」を提示し、実体に関する論述から、これが量にのみ属するのではないことを知っているので、ここでは今、[この属性が]あらゆる量に属するのか、それともあらゆるものに[属するわけ]ではないのかを探究しようとしている[そしてこれは明白である]。そしてまず第一に、あらゆる量に属するわけではないという弁論を立てたが、その弁論は小と大、そして多と少を用いているので、さあ、これら名称の明確化を行ってみよう。そこで、語られたように量の種は二重であり、一方は連続的であり、他方は離散的であるのだから、連続的なものについては大と小が適用され、離散的なものについては多と少が適用される。他方で「より少ない」は連続的なものにも離散的なものにも適用され、傷損されたものに対立するゆえに連続的なものに適用され、より多いものに対立するゆえに離散的なものに適用される。しかしある人々はたちどころに私たちに二つの難問を投げかける。まず第一に、もし大と小が連続的なものに適用され、多と少が離散的なものに適用されるのであれば、水は連続的であるのになぜ私たちは「多い」と言うのか、と述べる。この難問に対して私たちは二つの解決を提示して次のように述べる。一方は、水が「多い」と言われるのは、思考において桶[単位]へと分割されるからであるか、あるいは上で私たちが言っていたように分割へと備えているからである、と。第二の難問。何のゆえに時間を、連続的であるのに、離散的なものの名称によって「多い」と言うのか。そして私たちはこの難問に対しても再び同じ解決を提示し、時間も思考において年、日、週、月、時へと分割することが可能であるからだ、と述べる。しかし難問を解決したのだから、さあ、なぜ一方では連続的なものが離散的なものの名称によって言われるのに、他方では離散的なものはもはや連続的なものの名称によって言われないという偏頗が生じるのか、その原因を探究しよう。そこで私たちは、連続的なものは離散的でもありうるのに対し、離散的なものは決して連続的でありえないからである、と言う。このゆえに、一方は他方の名称を受け入れるが、他方は受け入れないのである。しかし名称に関する事柄は私たちによって十分に詮索されたのだから、さあ、アリストテレスの弁論そのものを前面に掲げて、初めの事柄へと立ち返ろう。そこで彼は、あらゆる連続的なものにこれが属するわけでも、あらゆる離散的なものに属するわけでもないという理由によって、反対のものを何ももたないことはあらゆる量に属するのではない、と言う。なぜなら、見よ、連続的なものに適用される大と小は反対であり、離散的なものに適用される多と少は反対だからである。そしてもしそうであるなら、提示された量の固有属性は堅固ではないことになる。彼はこの弁論を提示した上で、異議と対抗論証によってその解決を導く。それらのうち、異議は次のような論法をもつ。しかし、難問にいかなる余地も与えず、たちどころに根底からこれを論駁することが異議に固有の性質であるため、彼はここでもそれを行っている。なぜなら彼はたちどころに、これらは量ですら決してない、と言うからである。なぜなら量はそれ自体によるものであり、前述のものはそれ自体によるものではなく、したがって前述のものは量ではないからである。では、量はそれ自体によるものであるとは、どこから導かれるのであろうか。
- 18.6ἀποκληρώσεως τοῦ λέγεσθαι μὲν τὸ συνεχὲς τοῖς ὀνόμασι τοῦ διωρισμένου τὸ δὲ διωρισμένον μηκέτι τοῖς ὀνόμασι τοῦ συνεχοῦς
名詞 ἀποκληρώσεως(偏向、一方的な割り当て)に、冠詞付き不定詞句 τοῦ λέγεσθαι ... μηκέτι ... が同格または説明の属格(appositional/explanatory genitive)として後続している。μὲν ... δέ によって連続的なものと離散的なものの非対称性が対置されている。
- 18.6ὧν ἡ ἔνστασις τοιαύτην ἔχει ἀγωγήν
関係代名詞 ὧν の先行詞は直前の二項(δι’ ἐνστάσεως καὶ ἀντιπαραστάσεως)であり、全体の中の部分を示す分割的属格(partitive genitive)。そのうちの第一要素である ἔνστασις の論理的進行(ἀγωγή)を取り出す構文となっている。
