← 小オリュンピオドロス

アリストテレス『カテゴリー論』への序論および注解

§58.16-59.26

第一実体と第二実体の順序およびその定義

オリンピオドロスは、なぜ個物実体が普遍実体より「第一」とされるのか(『形而上学』との順序の違いとアレクサンドロスの見解)、実体が類でありながら第一と第二を許容する根拠(深さの区分と横の区分)、および第一実体の定義が第一原理と混同されない理由を論じて本講義を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.4#2

καὶ ἐπειδὴ ἡ οὐσία γένος ἐστὶ γενικώτατον τὰ δὲ γενικώτατα γένη ἔχει καὶ γένη καὶ εἴδη καὶ ἄτομα, τὰ μὲν ἄτομα πρῶτα ἐκάλεσεν τὰ δὲ γένη καὶ τὰ εἴδη δεύτερα, οὐ κεχρημένος διαιρέσει κυρίως, ἀλλὰ τρόπῳ διδασκαλικῷ μιμούμενος τρόπον διαιρετικόν.1 τέταρτον ἐπὶ τούτοις ζητήσωμεν πῶς ἐνταῦθα τὴν ἄτομον οὐσίαν πρώτην καλεῖ τὴν δὲ καθόλου δευτέραν, ἐν δὲ τῇ Μετὰ φυσικὰ τὸ ἀνάπαλιν πρῶτα μὲν τὰ καθόλου τάττει δεύτερα δὲ τὰ μερικά. φαμὲν οὖν ἡμεῖς ὅτι διττὴ ἡ τάξις, ἡ μὲν φυσική, ἥτις καὶ τὰ καθόλου πρῶτα οἶδεν τῶν μερικῶν, ἡ δὲ πρὸς ἡμᾶς, ἥτις τὰ μερικὰ οἶδεν πρὸ τῶν καθόλου. διττῆς οὖν οὔσης τῆς τάξεως, οὐ τῇ τάξει τῇ φυσικῇ κέχρηται, ἀλλὰ τῇ πρὸς ἡμᾶς· ἐπειδὴ γὰρ εἰσαγωγικὸν τὸ σύγγραμμα πέφυκεν, φιλανθρώπως ποιῶν ὁ φιλόσοφος ἁρμόζεται πρὸς ἡμᾶς. ἐν δὲ τοῖς Μετὰ φυσικὰ τοῖς πράγμασιν ἑπόμενος ἀπονέμει κἀκείνοις τὸ ἴδιον, τὸ καθόλου τῶν μερικῶν προτάττων. ὁ δὲ Ἀλέξανδρος καὶ ἰδίας ἐπιλύσεως εὐπορεῖ· φησὶ γὰρ ὅτι τὰ ἄτομα πρῶτα ὑπάρχει τῶν καθόλου (πρῶτα δέ φησι τῇ φύσει)· συνεισφέρεται γὰρ καὶ οὐ συνεισφέρει·2 τοῦ γὰρ 〈κοινοῦ〉 κυνὸς ὄντος ἀνάγκη καὶ τὸν ἄτομον εἶναι κύνα, ἐπεὶ τινός ἐστι, τοῦ δὲ ἀτόμου ὄντος οὐ πάντως ἀνάγκη καὶ τὸν κοινὸν ὑπάρχειν. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ μοναδικοῦ ἡλίου καὶ τοῦ μοναδικοῦ κόσμου· τούτων γὰρ ὄντων οὐκ ἀνάγκη οὔτε κοινὸν κόσμον οὔτε κοινὸν ἥλιον εἶναι. πέμπτον ἦν τῶν ζητουμένων, εἰ γένος ἡ οὐσία, πῶς φησιν ὁ φιλόσοφος ἐπιδέχεσθαι ταύτην τὸ πρῶτον καὶ τὸ δεύτερον, καίτοι τῶν γενῶν μὴ ἐπιδεχομένων τὸ πρῶτον καὶ τὸ δεύτερον, εἴ γε ἀληθής ἐστιν ὁ κανὼν ὁ λέγων ‘ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ δεύτερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστιν γένος.’ πρὸς οὖν τὴν τοιαύτην ζήτησιν ἡμεῖς φαμεν ὅτι ἀμφότερα πέφυκεν ἀληθῆ· καὶ γὰρ ἐπιδέχεται καὶ οὐκ ἐπιδέχεται ἡ οὐσία τὴν διαίρεσιν τὴν εἰς πρώτην καὶ δευτέραν, κατ’ ἄλλο μέντοι καὶ ἄλλο. σκόπει δὲ ἐπὶ παραδείγματος· ἡ μὲν γὰρ κατὰ πλάτος διαίρεσις οὐκ ἐπιδέχεται τὸ πρῶτον καὶ τὸ δεύτερον, καθὸ δέ ἐστι τὸ πρώτην εἶναι τὴν οὐσίαν, δεύτερον τὸ σῶμα, τρίτον τὸ ἔμψυχον, τέταρτον τὸ ζῷον, ἤγουν διὰ βάθους, αὕτη ἡ διαίρεσις ἐπιδέχεται·3 ἐμψύχου γὰρ μὴ ὄντος οὐδὲ ζῷόν ἐστι, ζῴου δὲ μὴ ὄντος ἔστιν ἔμψυχον· πρῶτον οὖν τὸ ἔμψυχον, δεύτερον δὲ τὸ ζῷον. ἐν δὲ τῇ κατὰ πλάτος διαιρέσει, ὅτι τὸ ζῷον διαιρεῖται, εἰ τύχοι, εἰς λογικὸν καὶ ἄλογον, οὐκ ἂν εἴποιμεν τὸ πρῶτον καὶ τὸ δεύτερον· οὔτε γὰρ τὸ λογικὸν πρῶτον ὑπάρχει τοῦ ἀλόγου, καθὸ οὐσία, οὔτε τὸ ἄλογον τοῦ λογικοῦ. ἕκτον καὶ τελευταῖον κεφάλαιον, ἐν ᾧ ζητήσωμεν εἰ ὑγιής ἐστιν ἡ ἀποδοθεῖσα ὑπογραφὴ τῆς οὐσίας· ἔστι γὰρ ἡ λέγουσα οὕτως· οὐσία ἐστὶν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν. λέγω τοίνυν ὅτι οὐ μόνον ταύτῃ ὑπάρχει τῇ οὐσίᾳ ἡ ὑπογραφή, ἀλλὰ καὶ τῇ μιᾷ τῶν ἁπάντων ἀρχῇ· καὶ γὰρ κἀκείνη οὔτε καθ’ ὑποκειμένου λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστίν. φαμὲν οὖν ἡμεῖς πρὸς τοὺς τὰ τοιαῦτα ἀποροῦντας ὅτι ἐπὶ μὲν τῆς μιᾶς τῶν πάντων ἀρχῆς πάντα ἀπολελυμένως ἐροῦμεν πρὸς οὐδεμίαν διαστολήν, ἐνταῦθα δὲ πρὸς ἀντιδιαστολὴν τῶν ὁμοζύγων παραλαμβάνομεν τὴν ὑπογραφήν· οἷον ἐπὶ μὲν τῆς πρώτης ἀρχῆς φαμεν μήτε καθ’ ὑποκειμένου ταύτην εἶναι μήτε ἐν ὑποκειμένῳ μηδὲν ἕτερον προσυπακούοντες, ἐπὶ δὲ ταύτης πρὸς ἀντιδιαστολὴν τῶν ὁμοζύγων λαμβάνοντες τὴν ὑπογραφήν, ὅταν εἴπωμεν ὅτι οὐκ ἐν ὑποκειμένῳ, εἰσάγομεν ὅτι τοῖς ἐν ὑποκειμένῳ ἐστὶν 〈ὑποκείμενον〉 (ὑπόκειται γάρ), καὶ πάλιν ἐὰν εἴπωμεν ὅτι οὐ καθ’ ὑποκειμένου ἐστιν, εἰσάγομεν ὅτι ὑπόκειται τοῖς καθ’ ὑποκειμένου. τοῦτο πέρας τῆς προκειμένης θεωρίας εἰς ἐξέτασιν.

そして実体は最高類であり、最高類は諸々の類や諸々の種や個物をもつので、彼は厳密な区分を用いたのではなく、教授法的な仕方によって区分的な仕方を模倣しながら、個物を第一のもの、諸々の類や諸々の種を第二のものと呼んだのである。これらに続いて第四に、なぜここで彼は個物の実体を第一と呼び、普遍的な実体を第二と呼んでいるのか、これに対して『形而上学』では反対に普遍的なものを第一に配置し、個別的なものを第二に配置しているのはなぜかを、我々は探究しよう。そこで我々は、順序には二通りがあり、一つは自然的な順序であって、これは普遍的なものを個別的なものよりも第一と知るものであり、他方は我々に対する順序であって、個別的なものを普遍的なものよりも前と知るものである、と言う。それゆえ、順序が二通りある中で、彼は自然的な順序を用いたのではなく、我々に対する順序を用いたのである。というのも、この著作は本性上入門的なものなので、哲学者は人道的配慮を行いつつ、我々に合わせているからである。これに対して『形而上学』では、事柄に従いつつ、普遍的なものを個別的なものよりも優先させることで、かの事柄にも固有の性質を与えているのである。他方アレクサンドロスは、独自の解決にも事欠かない。というのも、個物は普遍的なものよりも第一として存在している(しかも本性上第一である、と彼は言う)と主張するからである。なぜなら、[個物は普遍によって]共にもたらされるが、[普遍を]共にもたらしはしないからである。事実、〈共通の〉犬が存在するときには、個物の犬も存在することが必然である(特定の何者かの犬だからである)が、個物が存在するときには、共通のものも存在することは絶対必然ではないからである。そしてこのことが真であることは、唯一の太陽や唯一の世界からも明らかである。これらが存在するときに、共通の世界も共通の太陽も存在することは必然ではないからである。探究されるべき事柄の第五は、もし実体が類であるなら、哲学者はどのようにして実体が第一と第二を受け入れると主張しているのか、類は第一と第二を受け入れないにもかかわらず(「第一と第二があるものにおいては、それらに共通して述語づけられるものは類ではない」と言う規則が真であるとするなら)、というものであった。それゆえ、そのような探究に対して我々は、双方が本性上真である、と主張する。実体は第一と第二への区分を、受け入れもするし受け入れもしないのであり、ただし異なる観点に応じてそうなのである。実例において検討せよ。横の区分は第一と第二を受け入れないが、実体が第一であり、物体が第二であり、有魂体が第三であり、動物が第四であるという点、すなわち深さによる[縦の]区分においては、この区分は[第一と第二を]受け入れるのである。有魂体が存在しなければ動物も存在しないが、動物が存在しなくても有魂体は存在するからである。したがって、有魂体が第一であり、動物が第二である。これに対して横の区分において、もし仮に動物が理性的なものと非理性的なものへと区分されるとすれば、我々は第一と第二を語ることはないであろう。理性的なものが、実体である限りにおいて、非理性的なものより第一として存在するわけでもなく、非理性的なものが理性的なものより第一として存在するわけでもないからである。第六かつ最後の論点は、その中で我々が、与えられた実体の素描的定義が健全であるかどうかを探究する論点である。その定義とは次のように語るものである。「実体とは、もっとも本来的に、かつ第一に、そして何よりも語られるものであり、いかなる基体についても語られず、いかなる基体の内にもないものである」。そこで私は、この素描的定義はただこの実体に属するだけでなく、万物の単一の原理にも属する、と主張する。かの原理もまた、基体について語られることもなく、基体の内にあることもないからである。そこで我々は、そのような難問を提出する者たちに対して、万物の単一の原理に関しては、何らの区別にも向かわずにすべてを無制約的に語るであろうが、ここでは同位のものとの対比・差別化に向けて素描的定義を採用しているのだ、と言う。すなわち、第一の原理に関しては、他に何も補足的に聞き取ることなく、それが基体についても語られず基体の内にもない、と我々は語るが、この[実体]に関しては同位のものとの対比・差別化に向けて素描的定義を取り、それが基体の内にないと言うときには、それが基体の内にあるものにとっての〈基体〉である(基体となるからである)ことを導入しており、さらに基体について語られないと言うときには、それが基体について語られるものの基体となっていることを導入しているのである。これが検討のために課された本理論講義の終結である。

構文注3 件
  1. 10.4οὐ κεχρημένος διαιρέσει κυρίως, ἀλλὰ τρόπῳ διδασκαλικῷ μιμούμενος τρόπον διαιρετικόν

    主格分詞句 κεχρημένος... μιμούμενος の意味上の主語は、主節の動詞 ἐκάλεσεν の主語であるアリストテレス。真の類・種区分(διαίρεσις κυρίως)ではなく、教授法(παιδαγωγική/διδασκαλική)の観点から区分を模倣した便宜的記述であることを付帯状況として説明している。

  2. 10.4συνεισφέρεται γὰρ καὶ οὐ συνεισφέρει

    直前のチャンク(実体と偶有性の関係)では「実体は共にもたらされる(受動)が、共にもたらしはしない(能動)」とされた構文が、ここではアレクサンドロスの所説として「個物は[普遍によって]共にもたらされるが、[普遍を]共にもたらさない」という主述関係で反復されている。直後の τοῦ κοινοῦ κυνὸς ὄντος... τοῦ δὲ ἀτόμου ὄντος という絶対属格構文によって能動・受動の対比的帰結が敷衍されている。

  3. 10.4καθὸ δέ ἐστι τὸ πρώτην εἶναι τὴν οὐσίαν, δεύτερον τὸ σῶμα, τρίτον τὸ ἔμψυχον, τέταρτον τὸ ζῷον, ἤγουν διὰ βάθους, αὕτη ἡ διαίρεσις ἐπιδέχεται

    構文的には καθὸ... の従属節(「…という点においては」)を先行させ、ἤγουν διὰ βάθους(「すなわち深さによる[区分]」)で要約した上で、主節の主語 αὕτη ἡ διαίρεσις(「この区分は」)および動詞 ἐπιδέχεται(目的語「第一と第二を」は省略)へとつなげる倒置的かつ照応的な文構造である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:58.16-59.26