- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:123.22-124.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
オリュンピオドロスは、第三の種(受動的性質・情態)の四要素を身体と魂の具体例で示し、第四の種(図形と形態)とその部分を論じる。続いて、重・軽が実体であり、粗・滑および疎・密が関係に属することを論じつつ、疎・密が性質とも呼ばれる難問を二つの意味を区別することで解決する。
τεττάρων οὖν ὄντων 〈τῶν〉 συμπληρωτικῶν, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, παθητικῆς ποιότητος τῆς πάθος ποιούσης περὶ τὴν αἴσθησιν, καὶ παθητικῆς ποιότητος τῆς ἀπὸ πάθους γινομένης, καὶ αὐτοῦ μέντοι τοῦ πάθους, ἔτι δὲ καὶ τοῦ πάσχειν, εἰ δύναται ἡ αὐτὴ ποιότης εἴτε ἐπὶ σωματικῆς εἴτε ἐπὶ ψυχικῆς ποιότητος εἶναι ἐπιδεκτική, ζητήσει ὁ λόγος·1 οἷον ἐπὶ σωματικῆς ποιότητος ὡς ἡ θερμότης ἡ ἐν πυρὶ παθητικὴ ποιότης ἐστὶ πάθος ποιοῦσα κατὰ τὴν αἴσθησιν, ἡ δὲ ἐν τῷ ἀνθρώπῳ τῷ θερμοτέρῳ κεκραμένῳ κατὰ φύσιν παθητικὴ ποιότης ἐστὶν ἀπὸ πάθους γινομένη, ἡ δὲ ἐν τῷ πυρέττοντι θερμότης οὐχ ἁπλῶς οὕτως ἐστὶν ἀλλὰ πάθος, ἡ δ’ ἐξ ἡλικίας συμβαίνουσα θερμότης ὑπὸ τὸ πάσχειν ἀναφέρεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ψυχικῶν ποιοτήτων ἔστιν γυμνάσαι τὸν λόγον· ὁ μὲν γὰρ θυμὸς ἐν τῷ λέοντι παθητικὴ ποιότης ἐστὶν συμπληροῦσα τὸ εἶδος, ἐν δὲ τῷ κεκραμένῳ ὀργιλώτερον παθητικὴ ποιότης ἀπὸ πάθους γενομένη, ἐν δὲ τῷ κατὰ περίστασιν ὀργίλῳ, ὅτε δὴ καὶ λυπεῖν τοῦτον συμβαίνει, πάθος ἐστίν, ἐν δὲ τῷ κατὰ πρόσκαιρον ὀργιλωτέρῳ καὶ ταχέως παυομένῳ πάσχειν ἐστί. Ταῦτα καὶ περὶ τοῦ τρίτου εἴδους εἰρηκότες μεταβῶμεν ἐπὶ τὸ τέταρτον εἶδος, ὅ ἐστιν σχῆμα καὶ μορφή. ἀλλ’ ὥσπερ τὰ μέρη τῶν οὐσιῶν οὐσίαι ἐστίν, οὕτω καὶ τὰ μέρη τῶν ποιοτήτων ποιότητές εἰσιν. μέρη δὲ τῶν σχημάτων τό τε εὐθὺ καὶ τὸ καμπύλον, ἐπειδὴ πᾶν σχῆμα ἐξ αὐτῶν σύγκειται, ἢ ἐκ μόνων εὐθειῶν ἢ ἐκ μόνων περιφερειῶν, ἢ ἐξ εὐθειῶν ἅμα καὶ περιφερειῶν. εἰ δὲ τοῦτο, ποιότητες ἄρα ἔσονται τό τε εὐθὺ καὶ τὸ καμπύλον. ἀλλ’ ἐπειδὴ πάντα τὰ εἴδη τῆς ποιότητος διεξήλθομεν, φέρε ζητήσωμεν ὑπὸ ποῖον εἶδος τῆς ποιότητος ἀνακτέον τὸ βαρὺ καὶ τὸ κοῦφον καὶ τὸ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ μανὸν καὶ τὸ πυκνόν. τὸ μὲν οὖν βαρὺ καὶ τὸ κοῦφον οὐκ εἰσιν ποιότητες ἀλλ’ οὐσίαι· ἐν οὐσίαις γάρ εἰσι τὸ μὲν κάτω φερόμενον ἡ βαρύτης, τὸ δὲ ἄνω 〈ἡ〉 κουφότης. τὰ δὲ λοιπά φησὶν ὁ Ἀριστοτέλης ὑπὸ τὸ πρός τι ἀνάγεσθαι· λέγει γὰρ ὅτι τὸ τραχὺ καὶ τὸ λεῖον οὐδὲν ἄλλο σημαίνει ἢ τὴν θέσιν τῶν μορίων, ἀλλὰ καὶ τὸ μανὸν καὶ τὸ πυκνόν· τί γάρ φαμεν τραχύ; οὐ τὸ ἔχον ἀνωμάλως κείμενα τὰ μόρια; οὕτω δὲ καὶ πυκνὸν φαμεν τὸ σύνεγγυς ἔχον τὰ μόρια, μανὸν δὲ οὗ τὰ μόρια ἀπ’ ἀλλήλων διέστηκε. ταῦτα δὲ θέσεις· ἡ δὲ θέσις τῶν πρός τι· δῆλον οὖν ὅτι καὶ ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγονται. καὶ περὶ μὲν τοῦ τραχέος καὶ τοῦ λείου οὐδὲν πολυπραγμονοῦμεν· ἀληθεύει γάρ. περὶ δὲ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ ζητητέον, μήποτε τὰ ἐναντία ἑαυτῷ φάσκει,2 ἐνταῦθα μὲν λέγων αὐτὰ πρός τι, ἐν δὲ τῇ Περὶ γενέσεως καὶ φθορᾶς ποιότητας ταῦτα καλῶν. φαμὲν τοίνυν ὅτι ἀμφότεροι οἱ λόγοι δύνανται ἀληθεύειν· τὸ γὰρ μανὸν καὶ τὸ πυκνὸν δύο σημαίνει· λέγεται γὰρ πυκνὸν ποτὲ μὲν τὸ σύνεγγυς τὰ μόρια ἔχον ποτὲ δὲ τὸ δυσπαθές, οὕτω καὶ μανὸν ποτὲ μὲν τὸ διεστηκότα ἔχον τὰ μόρια ποτὲ δὲ τὸ εὐπαθές. ὅτε μὲν οὖν τὸ πυκνὸν σημαίνει τὸ σύνεγγυς ἔχον τὰ μόρια, ὑπὸ τὰ πρός τι ἀναφέρεται, ὁμοίως καὶ τὸ μανόν, ὅτε διεστηκότα σημαίνει τὰ μόρια, καὶ αὐτὸ ὑπὸ τὸ πρός τι ἀναφέρεται, ὅτε δὲ ταῦτα δηλοῦσι τὴν εὐπάθειαν καὶ τὴν δυσπάθειαν, ὑπὸ τὴν ποιότητα ἀνάγονται, κἀκ τῆς ποιότητος ὑπὸ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην. δύο τοίνυν ὄντων σημαινομένων τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ ἐγχωρεῖ τὸ αὐτὸ καὶ μανὸν εἶναι καὶ πυκνόν, πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενον· οἷον ὁ ἀὴρ μανὸς μέν ἐστιν ὡς εὐπαθὴς πυκνὸς δὲ ὡς σύνεγγυς ἔχων τὰ μόρια, οὕτω δὴ καὶ ἡ γῆ καὶ πυκνὴ λέγεται εἶναι καὶ μανή· πυκνὴ μὲν ὡς δυσπαθὴς μανὴ δὲ ὡς ἔχουσα σηραγγώδεις καὶ διακένους τόπους, ὡς δηλοῦσιν οἱ σεισμοὶ οἱ γινόμενοι ἐν τούτοις πνεύματος ὑπολαμβανομένου. τοῦτο πέρας τῆς θεωρίας.
それゆえ、前に述べられたように、感覚に関して情態を引き起こす受動的性質、情態から生じる受動的性質、そしてまさに情態そのもの、さらには被るという[四つの]構成要素があるなかで、同一の性質が身体的性質においても魂の性質においても[これらを]受け入れうるかどうかを、議論は探究するであろう。例えば身体的性質においては、火の中の熱は感覚に関して情態を引き起こす受動的性質であり、他方で生まれつきより熱い混合をもつ人間の中の[熱]は情態から生じる受動的性質であり、他方で発熱している者の中の熱は端的にこのようなものではなく情態であり、他方で年齢から生じる熱は被ることのもとに帰属させられる。同様に魂の性質においても議論を訓練することができる。すなわち、ライオンにおける気概は種を充足する受動的性質であり、他方でより怒りっぽい混合をもつ者においては情態から生じた受動的性質であり、他方で状況によって怒っている者においては、まさにこの者を悲しませることが生じるとき、情態であり、他方で一時的により怒りっぽくなり速やかに治まる者においては、被ることである。第三の種についてもこれらのことを述べて、第四の種、すなわち図形と形態へと移ることにしよう。しかし、実体の諸部分が実体であるように、性質の諸部分も性質である。そして図形の諸部分は直線的なものと曲線的なものであり、なぜならすべての図形はそれらから、すなわち直線のみからか、円周[曲線]のみからか、あるいは直線と円周の双方から構成されているからである。もしそうなら、直線的なものと曲線的なものは性質であることになる。しかし、性質のすべての種を遍歴したので、重いこと、軽いこと、粗いこと、滑らかなこと、疎なこと、密なことが、性質のいかなる種のもとに帰せられるべきかを探究してみよう。さて、重いことと軽いことは性質ではなく実体である。なぜなら実体において、下方に運ばれるものが重さであり、上方に運ばれるものが軽さだからである。他方で残りのものについては、アリストテレスは関係のもとに帰せられると述べている。なぜなら彼は、粗いことと滑らかなことは部分の配置以外の何ものも意味しないと述べており、さらには疎なことと密なこともそうだからである。というのも、私たちは何を粗いと呼ぶだろうか。部分が不均等に置かれているのをもつものではないか。そして同様に、部分が接近してあるのをもつものを私たちは密と呼び、部分が互いに離れて立っているものを疎と呼ぶ。そしてこれらは配置であり、配置は関係に属するものである。したがって、これらもまた関係のもとに帰せられることは明らかである。そして粗いことと滑らかなことについては私たちは何も詮索しない。真実を語っているからである。他方で疎なことと密なことについては、ここでそれらを関係と呼びつつ、『生成消滅論』ではこれらを性質と呼ぶことで、彼が自らと反対のことを語ってはいないか探究されねばならない。そこで私たちは、双方の議論が真実でありうると述べる。なぜなら疎と密は二つのことを意味するからである。すなわち、密とは一方では部分を接近して持っているもののこと、他方では被りにくいもののことを言われ、同様に疎も一方では離れて立っている部分を持っているもののこと、他方では被りやすいもののことを言われるからである。それゆえ、密が部分を接近して持っていることを意味するときは関係のもとに帰属させられ、同様に疎も、部分が離れて立っていることを意味するときは、それ自身関係のもとに帰せられるが、これらが被りやすさと被りにくさを明示するときは、性質のもとに帰せられ、性質から、情態から生じる受動的性質のもとに帰せられる。したがって、疎と密に二つの意味内容がある以上、同一のものが異なるものに対して取られることによって、疎でもあり密でもあることが可能である。例えば空気は、被りやすいものとしては疎であるが、部分を接近して持っているものとしては密であり、このように土もまた密であるとも疎であるとも言われる。すなわち、被りにくいものとしては密であるが、洞窟状の空虚な場所を持っているものとしては、気(プネウマ)が閉じ込められることによってこれらの中に生じる地震が明示しているように、疎である。これが考察の終わりである。
- 24.12τεττάρων οὖν ὄντων 〈τῶν〉 συμπληρωτικῶν, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, παθητικῆς ποιότητος τῆς πάθος ποιούσης περὶ τὴν αἴσθησιν, καὶ παθητικῆς ποιότητος τῆς ἀπὸ πάθους γινομένης, καὶ αὐτοῦ μέντοι τοῦ πάθους, ἔτι δὲ καὶ τοῦ πάσχειν, εἰ δύναται ἡ αὐτὴ ποιότης εἴτε ἐπὶ σωματικῆς εἴτε ἐπὶ ψυχικῆς ποιότητος εἶναι ἐπιδεκτική, ζητήσει ὁ λόγος·
文頭の τεττάρων οὖν ὄντων 〈τῶν〉 συμπληρωτικῶν は独立属格で、直後に続く四つの属格句(παθητικῆς ποιότητος... τῆς ἀπὸ πάθους γινομένης... τοῦ πάθους... τοῦ πάσχειν)はその同格要素として前チャンクで導入された四区分を列挙している。主節の核は ζητήσει ὁ λόγος であり、その目的語として接続詞 εἰ(〜かどうか)に導かれる間接疑問節 εἰ δύναται ἡ αὐτὴ ποιότης... εἶναι ἐπιδεκτική が後続する構造である。
- 24.12μήποτε τὰ ἐναντία ἑαυτῷ φάσκει
非人称の ζητητέον に後続する μήποτε は、疑念や危惧を伴う間接疑問を導き、「彼が自らと矛盾する(反対の)ことを主張しているのではないか」という探究の論点を提示している。
