- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:21.13-22.30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
『カテゴリー論』の目的の定義を「第一の命名に従って単純な事柄を意味する単純な音声」へと限定し、第一・第二の命名の由来、本書の哲学および証明に対する有用性、ならびに書名『カテゴリー論』の語源と命名理由を解説する。
Ἀλλ’ οὔπω ἔχομεν τέλειον τὸν τῶν Κατηγοριῶν σκοπόν· καὶ γὰρ καὶ τὰ Ἀναλυτικά, τοῦτ’ ἔστιν ἡ περὶ συλλογισμῶν πραγματεία, καὶ τὸ Περὶ ἑρμηνείας, ὅ ἐστι τὸ περὶ προτάσεων σύγγραμμα, τοιοῦτον ἐπιδέχεται τὸν σκοπόν. οὐκοῦν πρὸς χωρισμὸν τούτων ῥητέον ὅτι ἐκεῖνα μὲν περὶ συνθέτων φωνῶν διαλέγεται, τοῦτο δὲ περὶ ἁπλῶν. ὅθεν λεκτέον τὸν σκοπὸν εἶναι τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πράγματα ἁπλᾶ σημαινουσῶν διὰ μέσων ἁπλῶν νοημάτων. ἀλλὰ πάλιν οὐδὲ οὕτως ἔχομεν τέλειον τὸν σκοπὸν τῶν Κατηγοριῶν· καὶ γὰρ ἐν ἀρχῇ τοῦ Περὶ ἑρμηνείας περὶ ὀνόματος καὶ ῥήματος διαλέγεται ὁ Ἀριστοτέλης· ταῦτα δὲ ὡμολόγηται εἶναι παρὰ πᾶσιν ἁπλαῖ φωναὶ πραγμάτων ἁπλῶν σημαντικαὶ διὰ μέσων ἁπλῶν νοημάτων. οὐκοῦν πρὸς χωρισμὸν τούτων προσθετέον ‘κατὰ τὴν πρώτην θέσιν,’ ἐκείνων τῆς πρώτης θέσεως μὴ οὐσῶν,1 ἀλλὰ μᾶλλον τῆς δευτέρας θέσεως. ἀλλ’ ἵνα μάθωμεν τίς ἡ πρώτη θέσις καὶ τίς ἡ δευτέρα θέσις, ἔνθεν ἀρξώμεθα· ἰστέον τοίνυν ὅτι ἡ φύσις κοινωνικὸν τὸν ἄνθρωπον ἐβούλετο προαγαγεῖν· οὐκοῦν τοῦτον ἔχουσα τὸν σκοπὸν καὶ τὸ διαλέγεσθαι αὐτῷ δεδώρηται, ἵνα σημᾶναι δύνηται τοῖς πέλας τὰ πράγματα. οὐκ ἂν δὲ κοινωνεῖν οὕτως ἠδύνατο, εἰ μὴ καὶ κατὰ τὰς φωνὰς ἡ κοινωνία ἦν, ὃν τρόπον οὐδὲ οἱ διαφόρους ἔχοντες νόμους τῆς αὐτῆς εἶναι δύνανται πολιτείας. κοινωνία δὲ τῶν φωνῶν ἔνθεν ἐγένετο· χορὸς σοφῶν ἀνδρῶν συνελθὼν ἑκάστῳ πράγματι ἴδιον ἀφώρισεν ὄνομα, καὶ τὸ μὲν ἐκάλεσαν οὐσίαν τὸ δὲ συμβεβηκός, καὶ ἁπλοῖς πράγμασιν ἁπλᾶ ἔθεντο τὰ ὀνόματα, καὶ οὕτω παρὰ πᾶσιν χαρακτηρίζεται. αὕτη λέγεται πρώτη θέσις. εἶτα ἐπειδὴ ἑώρων τὰ μὲν τῶν ὑπ’ αὐτῶν τεθέντων ὀνομάτων ἐπιδεχόμενα ἄρθρα, τὰ δὲ μὴ ἐπιδεχόμενα ἀλλὰ καὶ χρόνον σημαίνοντα, ἐκάλουν τὰ μὲν ὀνόματα τὰ δὲ ῥήματα. καὶ ἐκάλουν ταύτην δευτέραν θέσιν. ἐπεὶ οὖν τί ἐστιν πρώτη θέσις καὶ τί δευτέρα μεμαθήκαμεν, εἴπωμεν οὕτως· ὅτι σκοπός ἐστι τῶν Κατηγοριῶν διαλεχθῆναι περὶ ἁπλῶν φωνῶν πράγματα ἁπλᾶ σημαινουσῶν διὰ μέσων ἁπλῶν νοημάτων κατὰ τὴν πρώτην θέσιν. καὶ ἐν τούτοις ἐστὶν ὁ σκοπός. Χρήσιμον δέ ἐστιν πρὸς πᾶσαν φιλοσοφίαν· ἡ γὰρ φιλοσοφία τὰ ὄντα διδάσκειν ἐπαγγέλλεται· τὰ δὲ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀνάγονται· χρήσιμον ἄρα τὸ βιβλίον πρὸς τὴν φιλοσοφίαν. [εἰ δὲ καὶ δοκεῖ τὸ σημεῖον 〈ἀνάγειν ὑπὸ〉 τὰς κατηγορίας, ἀλλ’ οὖν καθ’ ἕτερον τρόπον ὑπ’ αὐταῖς ἐστι· τὸ γὰρ σημεῖον ἀρχή ἐστιν, ἡ δὲ ἀρχὴ τῶν πρός τι, τὸ δὲ πρός τι μία τῶν κατηγοριῶν.] χρησιμεύει δὲ πάλιν καὶ εἰς ἀπόδειξιν. ἡ δὲ ἀπόδειξις εἰς ἑκάτερον μέρος τῆς φιλοσοφίας ἐστίν, εἴς τε τὸ θεωρητικὸν καὶ πρακτικόν, ἵνα τὰ μὲν φαινόμενα διὰ τῆς ἀποδείξεως ἐν τῷ θεωρητικῷ πρεσβεύσωμεν ὡς ἀληθῆ, τὰ δὲ ἐν τῷ πρακτικῷ ἀγαθὰ διαπραξώμεθα. Ἐπιγέγραπται δὲ τὸ βιβλίον Κατηγορίαι, τῷ τῆς κατηγορίας ὀνόματι ἐνταῦθα οὐ δηλοῦντες τὴν ἐπὶ ἐγκλήματος δίκην, ἀλλὰ σημαίνοντες τὸ κατά τινος ἀγορεύεσθαι·2 τῶν γὰρ ὄντων τὰ μὲν μόνως ὑπόκεινται, ὡς τὰ ἄτομα, τὰ δὲ μόνως κατηγορεῖται, ὡς τὰ γενικώτατα, τὰ δὲ μέσα καὶ ὑπάλληλα, ἅτινα καὶ ὑπόκεινται καὶ κατηγορεῖται. ἐπεὶ οὖν ὁ Ἀριστοτέλης ἐνταῦθα περὶ τῶν γενικωτάτων διελέγετο, ἐπέγραψεν τὸ βιβλίον Κατηγορίας, οὕτω καλῶν τὰ γενικώτατα γένη. εἰκότως· εἰ γὰρ καὶ ἄλλα κατηγοροῦνται, ἀλλ’ οὐ δήπου καὶ κατηγορίαι λέγονται, ὅτι μὴ ἀκραιφνῶς μετέχουσι τοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ὑπόκεινται. τὰ δὲ γενικώτατα, ἅτε μόνως κατηγορούμενα μηδέποτε δὲ ὑποκείμενα, εἰκότως κατηγορίαι κληθήσονται. καὶ μὴ ἀπορήσῃ τις λέγων διὰ τί ἐπέγραψε μὲν Κατηγορίας, Περὶ κατηγοριῶν δὲ οὐκ ἐπέγραψεν· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι, ὡς ἂν εἴποι τις, βουλόμενος σωματοποιῆσαι τὸν λόγον καὶ δι’ αὐτοῦ σημᾶναι τὰ πράγματα ἐχρήσατο τοιαύτῃ ἐπιγραφῇ. οὕτω γοῦν πρὸ αὐτοῦ ὁ Πλάτων ἐπέγραψε Φαῖδρος, Ἀλκιβιάδης, καὶ μετὰ τοῦτον Ἀριστείδης τὰ ὑπὲρ τῶν στρατηγῶν ἐγκώμια οὐχ Ὑπὲρ αὐτῶν ἐπέγραψεν, ἀλλὰ τοῖς ὀνόμασι τῶν ἐγκωμιαζομένων ἐπέγραψεν, Θεμιστοκλῆς εἰπὼν καὶ Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης, ὡς τῶν λόγων, ὡς εἴρηται, σημαινόντων τὰ πράγματα καὶ μιμουμένων αὐτά.3
だが、われわれはまだ『カテゴリー論』の完全な目的を得てはいない。というのも、『分析論』、すなわち推論に関する論考も、『命題論』、すなわち命題に関する著作も、そのような目的を受け容れるからである。それゆえ、これらから区別するために、前者は複合的な音声について論じ、本書は単純な音声について論じている、と言わねばならない。ここから、『カテゴリー論』の目的は、単純な中間の思考内容を通じて単純な事柄を意味する単純な音声についてのものである、と言われるべきである。だがまたしても、このようにしてもわれわれは『カテゴリー論』の完全な目的を得たわけではない。なぜならアリストテレスは『命題論』の初めにおいて名詞と動詞について論じているが、これらは単純な中間の思考内容を通じて単純な事柄を意味する単純な音声であると万人に認められているからである。それゆえ、これらから区別するために「第一の命名に従って」と付け加えねばならない。それらは第一の命名に属するのではなく、むしろ第二の命名に属するからである。だが、第一の命名とは何か、第二の命名とは何かを知るために、ここから始めよう。さて知るべきは、自然は人間を社会的なものとして生み出すことを欲したということである。それゆえ、この目的を抱いて、自然は近隣の者たちに事柄を意味しうるように、人間に語り合うことをも授けたのである。だが、音声における共同関係も存在しなかったならば、そのように社会的に交わることはできなかったであろう。法を異にする者たちが同一の国家に属することができないのと同様である。そして音声の共同関係はここから生じた。知者たちの合唱隊[の如き集団]が集まり、個々の事柄に固有の名称を割り定めて、あるものを実体、あるものを偶有性と呼び、単純な事柄に単純な名称を付与したのであり、このように万人のもとで規定されている。これが第一の命名と呼ばれる。次いで、自らによって付けられた名称のうち、あるものは冠詞を受け入れ、あるものは冠詞を受け入れずに時制をも意味するのを見て、前者を名詞、後者を動詞と呼んだ。そして彼らはこれを第二の命名と呼んだのである。それゆえ、第一の命名とは何か、第二の命名とは何かをわれわれは学んだ以上、次のように言おう。『カテゴリー論』の目的は、第一の命名に従って、単純な中間の思考内容を通じて単純な事柄を意味する単純な音声について論述することである、と。そしてこの定式の中にその目的はあるのである。 また、この書はすべての哲学にとって有用である。というのも、哲学は存在する諸々の事物を教えることを公言しており、存在する諸々の事物は十のカテゴリーのもとに還元されるからである。したがってこの書は哲学にとって有用である。[たとえ点もカテゴリーのもとに〈還元されると〉思われるとしても、いずれにせよ別の仕方でカテゴリーのもとにある。点は始原であり、始原は関係的なものに属し、関係的なものは諸カテゴリーの一つだからである。]また他方で、証明に対しても有用である。証明は哲学の双方の部分、すなわち理論的哲学と実践的哲学の双方に関わるものであり、それは理論的哲学において証明を通じて現れ出る諸事実を真なるものとして尊び、実践的哲学において善き諸行為をなし遂げるためである。 そしてこの書は『カテゴリー論』と題されているが、ここでカテゴリーという名称によって告訴における訴訟を指し示しているのではなく、あるものについて語られることを意味している。というのも、存在する諸々の事物のうち、あるものは基底に置かれることのみであり(個物のように)、あるものは述語づけられることのみであり(最上位の類のように)、あるものは中間的で相互に従属するものであって、基底に置かれもすれば述語づけられもするからである。それゆえアリストテレスはここで最上位のものについて論述していたので、最上位の類をそのように呼んで、この書を『カテゴリー論』と題したのである。それはもっともなことである。なぜなら、ほかのものも述語づけられるとはいえ、それらは純粋に述語づけられることにあずかっているのではなく、基底に置かれもするがゆえに、決してカテゴリー[それ自体]とは呼ばれないからである。これに対して最上位のものは、専ら述語づけられるのみで決して基底に置かれない以上、当然にもカテゴリーと呼ばれるであろう。そして、なぜ彼は『カテゴリー論』と題して『カテゴリーについて』と題さなかったのか、と言って訝しむ者がいてはならない。というのも、彼に対して私はこう言うであろうからである。いわば言論を実体化し、言論を通じて事柄を指し示そうと欲して、彼はこのような表題を用いたのだ、と。実際このように、彼の以前にプラトンは『パイドロス』『アルキビアデス』と題し、彼ののちにアリステイデスは将軍たちへの賛辞を『彼らについて』とは題さず、称賛される者たちの名称で題して『テミストクレス』『ペリクレス』『キモン』『ミルティアデス』と述べたのである。言論は、言われたように、事柄を意味し、事柄を模倣するものであるからである。
- 6.0ἐκείνων τῆς πρώτης θέσεως μὴ οὐσῶν
独立属格構文(genitivus absolutus)であり、否定辞 μή は仮定・理由を表す従属節相当の分詞に伴っている。ἐκείνων は直前の ὄνομα καὶ ῥῆμα(名詞と動詞)を指し、属格名詞句 τῆς πρώτης θέσεως は述語的属格(所有・所属の属格)として機能している。
- 6.0τῷ τῆς κατηγορίας ὀνόματι ἐνταῦθα οὐ δηλοῦντες τὴν ἐπὶ ἐγκλήματος δίκην, ἀλλὰ σημαίνοντες τὸ κατά τινος ἀγορεύεσθαι
主動詞 ἐπιγέγραπται(受動態・三人称単数)に対して、分詞 δηλοῦντες および σημαίνοντες が男性複数主格となっている構文上の不一致(構文交替/意味上の呼応、schema ad sensum)。注解者自身(あるいは著者・読者を含む「われわれ」)を意味上の主語として能動の複数現在分詞が置かれている。
- 6.0ὡς τῶν λόγων, ὡς εἴρηται, σημαινόντων τὰ πράγματα καὶ μιμουμένων αὐτά
ὡς を伴う独立属格構文(genitivus absolutus)であり、直前のプラトンやアリステイデスの題名付与の動機・根拠(主観的理由)を述べている。挿入句 ὡς εἴρηται は「言われたように」の意。
