← 小オリュンピオドロス

アリストテレス『論理学』への序論およびアリストテレス『カテゴリー論』注解

§18.14-19.35

カテゴリー論の目的をめぐる三つの見解

オリュンピオドロスは『カテゴリー論』の探究を開始し、まずその目的について、言語(ポルピュリオス)、事物(ヘルミノス)、概念(アレクサンドロス)の三つの立場とその論拠を整理して提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.0#1

Ἐπειδὴ διὰ τὰς Κατηγορίας ἀνήλθαμεν ἐπὶ τὴν λογικήν, διὰ δὲ τὴν λογικὴν ἐφ’ ὅλην τὴν Ἀριστοτέλους φιλοσοφίαν, διανύσαντες τὴν περὶ τούτων θεωρίαν, εὖ φέρε λοιπὸν τὴν περὶ αὐτοῦ τοῦ προκειμένου, τοῦτ’ ἔστι τῶν Κατηγοριῶν, ζήτησιν ποιησώμεθα,1 μνησθέντες τῶν ἐν τῷ δεκάτῳ κεφαλαίῳ ἡμῖν εἰρημένων· ἐν ἐκείνῳ γὰρ μεμαθήκαμεν ὡς δεῖ ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος ἕξ τινα προλαβεῖν, σκοπόν τέ φημι καὶ χρείαν καὶ τάξιν ἀναγνώσεως, ἔτι δ’ αἰτίαν τῆς ἐπιγραφῆς καὶ συγγραφέα καὶ τὴν καλουμένην διασκευήν. οὐκοῦν ταύτην τὴν προθυμίαν ἔχοντες ἀρξώμεθα ἀπὸ τοῦ σκοποῦ, ἐπειδὴ πρὸς αὐτὸν ἅπαντα τὴν ἀναφορὰν ἔχει δημοσιεύοντα τὴν προαίρεσιν τοῦ προκειμένου συγγράμματος. οὐ μία τοίνυν γέγονε δόξα περὶ τοῦ σκοποῦ τῶν Κατηγοριῶν, ἀλλὰ τοσαῦται γεγόνασι δόξαι, ὅσα τὰ ὄντα καθέστηκε· τριττὰ δὲ ταῦτα, ἢ πράγματα ἢ νοήματα ἢ φωναί, καὶ τὰ μὲν πράγματα θεόθεν παράγεται, τὰ δὲ νοήματα ὑπὸ τοῦ νοῦ, αἱ δὲ φωναὶ ὑπὸ τῆς ψυχῆς. εἰς τοσαῦτα τοίνυν καὶ ὁ σκοπὸς μερίζεται. τῶν 〈δὲ〉 διαφόρων αἱρέσεων τοῦτον μεριζουσῶν2 τρεῖς γεγόνασιν αἱρέσεις περὶ τοῦ σκοποῦ, καὶ ἡ μὲν ἔλεγεν περὶ φωνῶν μόνων διαλέγεσθαι τὸν Ἀριστοτέλη, εἰς ἣν ἦν ὁ Πορφύριος, ἡ δὲ περὶ μόνων πραγμάτων, εἰς ἣν ἦν ὁ Ἑρμῖνος, ἡ δὲ περὶ μόνων νοημάτων, εἰς ἣν ἦν Ἀλέξανδρος. καὶ ἕκαστος τούτων μάρτυρα τῆς οἰκείας δόξης τὸν Ἀριστοτέλη προεβάλλετο, Πορφύριος μὲν ὡς λέγων τὸν Ἀριστοτέλη περὶ φωνῶν διαλέγεσθαι ἐπιστοῦτο τὸν ἑαυτοῦ λόγον3 ἐκ τῆς ἐπιγραφῆς· ἐπιγέγραπται γάρ, φησί, τὸ σύγγραμμα Κατηγορίαι, οὐδὲν δὲ ἕτερόν ἐστι κατηγορία ἢ τὸ κατὰ ἄλλου ἀγορεύεσθαι· τὸ δὲ ἀγορεύεσθαι φωνῆς ἴδιον· περὶ φωνῶν ἄρα καὶ μόνον διαλαμβάνει. καὶ ὅλως ἐξ αὐτῶν τῶν θυρῶν προανακηρύττει ὁ φιλόσοφος τὴν προαίρεσιν, λέγων ὁμώνυμα λέγεται, τὸ δὲ λέγεται οὐκ ἐπὶ πραγμάτων ἀλλ’ ἐπὶ φωνῶν λαμβάνεται· ὥστε καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι περὶ φωνῶν αὐτῷ ὁ σκοπός, ὅθεν καὶ διαιρεῖ αὐτάς, ἡνίκα φησὶν τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς, τῶν λεγομένων ἐπὶ φωνῆς εἰωθότων ὀνομάζεσθαι. ὁ δὲ Ἑρμῖνος οἰόμενος αὐτὸν περὶ πραγμάτων διαλαμβάνειν πιστοῦται τὸν λόγον αὐτοῦ ἐκ τοῦ τὸν Ἀριστοτέλη πανταχοῦ τῷ ἔστι προσρήματι κεχρῆσθαι, ὅπερ ἐπὶ πραγμάτων εἴωθε λέγεσθαι. καὶ οὐ μόνον, φησίν, ἐκ τούτου ἔστι πιστώσασθαι τὸν λόγον, ἀλλὰ καὶ ἐκ τῆς διαιρέσεως τῆς παραδεδομένης ὑπ’ αὐτοῦ περὶ τῶν ὄντων, ἔνθα φησὶ τῶν ὄντων τὰ μέν ἐστιν ἐν ὑποκειμένῳ, τὰ δὲ καθ’ ὑποκειμένου τινὸς λέγεται, ὡς δῆλον ὅτι περὶ πραγμάτων ἐστὶν αὐτῷ ὁ σκοπός. καὶ μήτις ἀπορήσῃ πρὸς τὸν Ἑρμῖνον λέγων ὅτι ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ συμβήσεται εἶναι τὸν σκοπὸν τοῦ Ἀριστοτέλους περὶ φωνῶν, τῶν φωνῶν αὐτῶν οὐσῶν· ἐρεῖ γὰρ ἴσως τις πρὸς αὐτόν, ὑπὲρ Ἑρμίνου τὸν λόγον ποιούμενος, ὅτι αἱ φωναὶ καὶ οἱ λόγοι οὐ λέγονται κυρίως εἶναι, ἀλλ’ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσιν, ὡς μαθησόμεθα. ὁ δὲ Ἀλέξανδρος ὑπολαμβάνων αὐτὸν περὶ νοημάτων διαλέγεσθαι, ἐξ ἑκατέρων λαμβάνων τὰς ἀφορμὰς κατεσκεύαζε τὸν ἑαυτοῦ λόγον· φησὶ γὰρ ὅτι ἀμφότεροι ἐμοὶ νικᾶτε, ὡς ἐκ διαιρέσεως δείξωμεν· τῶν ὄντων τὰ μὲν μόνως ἀγγέλλει, τὰ δὲ μόνως ἀγγέλλεται, τὰ δὲ καὶ ἀγγέλλει καὶ ἀγγέλλεται. μόνως μὲν οὖν ἀγγέλλουσιν αἱ φωναί, μόνως δὲ ἀγγέλλονται τὰ πράγματα, ἀγγέλλει δὲ καὶ ἀγγέλλεται τὰ διανοήματα· ἀγγέλλει μὲν γὰρ τὰ πράγματα, ἀγγέλλεται δὲ ὑπὸ τῶν φωνῶν· οὐκοῦν μέσα ἐστὶ τὰ νοήματα τῶν τε φωνῶν καὶ τῶν πραγμάτων. λέγετε δὲ ὑμεῖς ὅτι περὶ φωνῶν καὶ περὶ πραγμάτων ζητεῖ, μέσα δὲ τούτων τὰ νοήματα, ὁ δὲ περὶ τῶν ἄκρων διαλαμβάνων περὶ τῶν μέσων διαλαμβάνει· περὶ νοημάτων ἄρα αὐτῷ ὁ σκοπός. εὐπορεῖ δὲ ὁ Ἀλέξανδρος καὶ ἄλλου λόγου τοιούτου· τοσοῦτόν φησιν ὅτι περὶ νοημάτων ἐστὶν αὐτῷ ὁ σκοπός, ὅτι ἐν τῷ τέλει τῶν Κατηγοριῶν φησιν ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ ταῦτα. εἰ τοίνυν περὶ γενῶν, ὡς εἴρηται, ἐστὶν αὐτῷ ὁ σκοπός, οἶδε δὲ πάλιν ἡ λογικὴ οὐ τὰ πρὸ τῶν πολλῶν (θεολογίας γὰρ ἔργον τοῦτο), οὐδὲ τὰ ἐν τοῖς πολλοῖς (φυσιολογίας γὰρ τοῦτο), ἀλλὰ τὰ ἐννοηματικὰ τὰ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενῆ, πῶς οὐκ ἔσται αὐτῷ ὁ σκοπὸς περὶ νοημάτων ἐνταῦθα, εἴ γε λογικὴ ἐστιν ἡ μετὰ χεῖρας πραγματεία;4

われわれは『カテゴリー論』のために論理学へと遡り、論理学のためにアリストテレスの哲学全体へと遡ったが、これらに関する考察を終えた今、さあ、第十の章においてわれわれによって語られた事柄を思い起こしつつ、提示された主題そのもの、すなわち『カテゴリー論』に関する探究をいよいよ行うことにしよう。というのも、アリストテレスの著作のおのおのについて六つの事柄、すなわち目的、有用性、読書の順序、さらに表題の理由、著者、そしていわゆる編制をあらかじめ把握せねばならないことを、われわれはあの章で学んだからである。それゆえ、この熱意を抱きつつ、目的から始めることにしよう。万事は目的に関係づけられ、目的こそが提示された著作の意図を公にするからである。 さて、『カテゴリー論』の目的については単一の意見が生じたのではなく、存在する事物の数と同じだけの意見が生じた。これらは事柄、思考内容、音声の三通りであり、事柄は神から産出され、思考内容は知性によって、音声は魂によって産出される。それゆえ目的もこれらと同じ数に分割されるのである。そして諸々の異なる学派がこれを分割するなかで、目的について三つの学派が生じた。一方はアリストテレスが音声のみについて論じていると主張し、ポルピュリオスはこの学派に属していた。他方は事柄のみについて論じていると主張し、ヘルミノスはこの学派に属していた。さらに他方は思考内容のみについて論じていると主張し、アレクサンドロスはこの学派に属していた。 そして彼らの各々はアリストテレスを自らの意見の証人として提示した。ポルピュリオスはアリストテレスが音声について論じていると語る者として、自らの議論を表題から確証した。すなわち彼が言うには、この著作には『カテゴリー論(述語論)』と標題が付けられているが、カテゴリー(述語づけ)とは他のものに対して公言されることにほかならず、公言されることは音声に固有である。したがって音声についてのみ考察しているのである。そして総じて、哲学者[アリストテレス]はまさに門戸からその意図を前もって宣言しており、『同名異義的と言われる』と述べるが、『言われる』は事柄に関してではなく音声に関して採用されるのである。それゆえこの点からも彼の目的が音声についてのものであると把握できるのであり、このゆえに彼が『語られるもののうち、あるものは結合によって語られ、あるものは結合なしに語られる』と言うときにもそれらを区分しているのであるが、それは『語られるもの』が音声に関して名づけられるのに慣用されているからである。 他方、ヘルミノスは彼が事柄について考察していると考え、アリストテレスがあらゆる箇所で『である』という付加語を用いていることから自らの議論を確証する。この語は事柄に関して言われるのが慣習だからである。そして彼が言うには、自らの議論をこの点から確証できるだけでなく、アリストテレスによって存在するものに関して伝えられた区分からも確証できる。そこにおいて彼が『存在するもののうち、あるものは基底にあり、あるものはある基底について語られる』と述べていることから、彼の目的が事柄についてのものであることは明白である。そして、この議論によるかぎりアリストテレスの目的は音声についてのものになるのではないか、音声そのものも存在するものであるのだから、と言って誰もヘルミノスに対して難問を提起してはならない。というのも、誰かがおそらく彼に対して、ヘルミノスを弁明して議論を展開し、音声や言明は本来的な意味で『存在する』と言われるのではなく、われわれがやがて学ぶように、生成の過程において存在を持つのである、と言うであろうからである。 他方、アレクサンドロスは彼が思考内容について論じていると解釈し、双方から手がかりを取って自らの議論を組み立てた。というのも彼は次のように言うからである。君たち両者とも、われわれが区分から示すように、私から見れば勝者である。存在するもののうち、あるものは知らせるだけであり、あるものは知らせられるだけであり、あるものは知らせもすれば知らせられもする。それゆえ、音声は知らせるだけであり、事柄は知らせられるだけであり、思惟内容は知らせもすれば知らせられもする。というのも、事柄を知らせる一方で、音声によって知らせられるからである。したがって、思考内容は音声と事柄の中間である。そして君たちは彼が音声について、また事柄について探究していると言うが、これらの中間にあるのが思考内容であり、両端について考察する者は中間についても考察しているのである。したがって彼の目的は思考内容についてのものである。またアレクサンドロスは次のような別の議論にも事欠かない。彼が言うには、彼の目的が思考内容についてのものであることは、『カテゴリー論』の結びにおいて『それゆえ提示された類についてはこれで十分である』と彼が述べていることによって大いに示されている。もしそれゆえ、すでに言われたように彼の目的が類についてのものであり、さらにまた論理学が知るのは、多くのものの前にあるものでもなく(これは神学の仕事だからである)、多くのものの内にあるものでもなく(これは自然学の仕事だからである)、多くのものの上にある後生的な概念的なものであるとすれば、現に手元にある論考が論理学のものであるとするなら、ここにおいて彼の目的が思考内容についてのものでないなどということがどうしてありえようか。

構文注4 件
  1. 6.0εὖ φέρε λοιπὸν τὴν περὶ αὐτοῦ τοῦ προκειμένου, τοῦτ’ ἔστι τῶν Κατηγοριῶν, ζήτησιν ποιησώμεθα

    間投詞的に用いられる促しの副詞 φέρε に勧誘の接続法1人称複数 ποιησώμεθα が呼応している構文。文頭の εὖ は直前の副詞節(Ἐπειδὴ ... θεωρίαν)に対する帰結主節の開始を促す調子を添えており、λοιπόν(「今や」「残るは」)とともに探究の本題への移行を示している。

  2. 6.0τῶν 〈δὲ〉 διαφόρων αἱρέσεων τοῦτον μεριζουσῶν

    名詞句 τῶν διαφόρων αἱρέσεων と現在分詞 μεριζουσῶν による属格独立構文。代名詞 τοῦτον は直前の σκοπός(目的)を指し、分詞の直接目的語となっている。

  3. 6.0ὁ δὲ Ἀλέξανδρος ὑπολαμβάνων αὐτὸν περὶ νοημάτων διαλέγεσθαι, ἐξ ἑκατέρων λαμβάνων τὰς ἀφορμὰς κατεσκεύαζε τὸν ἑαυτοῦ λόγον

    文の骨格は ὁ δὲ Ἀλέξανδρος ... κατεσκεύαζε τὸν ἑαυτοῦ λόγον であり、主語 Ἀλέξανδρος に対し二つの現在分詞 ὑπολαμβάνων(対格不定詞構文 αὐτὸν ... διαλέγεσθαι を伴う)と λαμβάνων が並列的に付加されている。ἐξ ἑκατέρων は前述の二つの学派(音声説と事物説)の論拠を指す。

  4. 6.0πῶς οὐκ ἔσται αὐτῷ ὁ σκοπὸς περὶ νοημάτων ἐνταῦθα, εἴ γε λογικὴ ἐστιν ἡ μετὰ χεῖρας πραγματεία;

    修辞疑問文による強い肯定(「目的が概念に関するものであることは確実である」)。εἴ γε は条件(「…であるとするなら」)を導入し、ἡ μετὰ χεῖρας πραγματεία(「手元にある論考」、すなわち『カテゴリー論』)を主語、λογική を述語とする直接叙述を前提として帰結を導いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:18.14-19.35