← トラレスのアスクレピオス

アリストテレス『形而上学』注解(Α巻–Ζ巻)

§451.1-452.18

第一原因としての形相と要素への非還元性

アリストテレス『形而上学』巻7の結び(1041a32–1041b11以降)を注解し、質料における形相の「何ゆえに」の探求構造と、全体としての形相が要素や要素の集成に還元されない第一の原因・実体であることを論述して巻Zの注解を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.85

" Λανθάνει δὲ μάλιστα τί ἐστι τὸ ζητούμενον." Φησὶν ὅτι ὑπὸ ἀπορίας παραλογίζονται ἑαυτούς. δυνατὸν γάρ ἐστι καὶ ἐπὶ τῶν ἁπλῶν εἰδῶν ζητεῖσθαι τὸ διὰ τί, ἐὰν τὸ εἶδος ὡς ἐν ὕλῃ θεωρήσωμεν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ὥστε ταῦτα κοινὰ γίνεσθαι τοῦ ζητεῖν καὶ τοῦ μὴ ζητεῖν· εἰ γὰρ λάβωμεν αὐτὰ χωρὶς ὕλης, οὐ δεῖ ζητεῖν τὸ διὰ τί, εἰ δὲ μετὰ τῆς ὕλης, δεῖ ζητεῖν. ἐπεὶ δὲ δεῖ τὸ εἶδος, τουτέστι τὸ εἶναι, ἔχειν ὕλην καὶ ὑπάρχειν αὐτῇ, τουτέστι κατηγορεῖσθαι αὐτῆς, ἡνίκα ἔχει ζήτησιν τοῦ διὰ τί, δῆλον πάλιν ὅτι καὶ ἐπὶ τούτων τὴν ὕλην ζητεῖ, διὰ τί ἐστιν,1 οἷον * * * λίθους καὶ ξύλα, καὶ * * * ἐπειδή ἐστιν ἐκ νεύρων * * * ἐνταῦθα τὸ αἴτιον ζητεῖται τῆς ὕλης· 〈τοῦτο δ’〉 ἐστὶ τὸ εἶδος καθ’ ὃ ἔστι τὸ πρᾶγμα, τοῦτο δὲ τὸ εἶδός ἐστιν ἡ οὐσία. ὥστε καὶ ἐντεῦθεν φανερὸν ἡμῖν γέγονεν ὅτι ἐπὶ τῶν ἁπλῶν οὐκ ἔστι ζήτησις τοῦ διὰ τί οὐδὲ δίδαξις, ἀλλὰ τρόπος ἕτερος τῆς ζητήσεως τῶν τοιούτων, ὁ τοῦ εἰ ἔστι καὶ τοῦ τί ἐστιν.

「しかし探求されているものが何であるかは最も見落とされやすい。」 彼は、人々がアポリアのために自らを誤謬に陥れていると述べる。なぜなら、われわれが理論的考察において述べたように、もし形相を質料のうちにあるものとして考察するならば、単純な形相たちにおいても「何ゆえに」が探求されることは可能だからである。したがって、これらは探求されることと探求されないことの両方に共通のものとなる。実際、もし形相を質料から切り離して把握するなら、「何ゆえに」を探求すべきではないが、もし質料とともに把握するなら、探求すべきである。しかし、形相、すなわち存在は、「何ゆえに」の探求をもつときには、質料をもち、質料に属し、すなわち質料について述語づけられていなければならないのであるから、これらのものにおいても質料が何ゆえにあるのかを探求していることは再び明白である。たとえば[……]石や木材、そして[……]神経から成っているために[……]ここにおいては質料の原因が探求されている。そしてこれが、事物がそれによって存在する形相であり、この形相こそが実体である。したがって、単純なものにおいては「何ゆえに」の探求も教示もなく、そのようなものには別の探求の仕方、すなわち「有るか否か」と「何であるか」の探求があるということが、このことからしてもわれわれにとって明らかとなった。

§7.86

"Ἐπεὶ δὲ τῶν ἔκ τινος συνθέτων οὕτως." Ἐντεῦθεν δείκνυσιν ὅτι τὸ εἶδος τῆς σαρκός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων. φησὶν οὖν ὅτι ἐπειδὴ τὸ ἔκ τινος σύνθετόν ἐστιν οὕτως ὥστε ἓν γίνεσθαι τὸ πᾶν, ἀλλὰ μὴ ὡς σωρὸς κατὰ παράθεσιν, ἀλλ’ ὥσπερ ἡ συλλαβή, ἡ δὲ συλλαβή, τουτέστι τὸ εἶδος, οὐκ ἔστι τὰ στοιχεῖα, οὐδὲ τὰ βα, ὅ ἐστι τὸ ὅλον τοῦτο τὸ εἶδος τῆς συλλαβῆς, ταὐτόν ἐστι τῷ β καὶ τῷ α χωρὶς καὶ χωρίς· ταῦτα γὰρ στοιχεῖα ὑπάρχουσιν· οὔτε γὰρ ἡ σὰρξ πῦρ ἐστι καὶ γῆ, τουτέστι τὸ εἶδος τῆς σαρκός· διαλυθέντων γὰρ τούτων τὰ μὲν οὐκέτι ἐστίν, οἷον τὸ εἶδος τῆς σαρκὸς καὶ ἡ συλλαβή, τὰ δὲ στοιχεῖα 〈ἔστι〉 καὶ ἡ γῆ καὶ τὸ πῦρ· ὥστε ἐστὶ καὶ τὸ εἶδος τῆς συλλαβῆς οὐ μόνον τὰ στοιχεῖα, τὸ φωνῆεν καὶ τὸ ἄφωνον, 〈ἀλλὰ〉 καὶ ἕτερόν τι, 〈καὶ ἡ σάρξ〉, τουτέστι τὸ εἶδος τῆς σαρκός, οὐ μόνον πῦρ καὶ γῆ ἢ τὸ θερμὸν καὶ ψυχρόν, ἀλλὰ καὶ ἕτερόν τι. τὸ οὖν εἶδος τῆς σαρκὸς ἀνάγκη στοιχεῖον εἶναι ἢ 〈ἐκ στοιχείων. εἰ μὲν στοιχεῖον〉, πάλιν ὁ αὐτὸς ἔσται λόγος * * * καὶ τῶν ἄλλων πάλιν γίνεται τὸ εἶδος τῆς σαρκός, ὥστε εἰς ἄπειρον βαδιεῖται * * * ἡ θεωρία. εἰ δὲ ἐκ στοιχείων ὑποθώμεθα εἶναι τὸ εἶδος, δῆλον ὅτι οὐκ ἐξ ἑνὸς ἀλλ’ ἐκ πλειόνων, ἢ οὖν ἐκεῖνο αὐτὸ ἔσται τὸ εἶδος τῆς σαρκός· καὶ πάλιν τὰ αὐτὰ λέγομεν ἐπὶ τοῦ στοιχείου * * * τὴν εἰς ἄπειρον πορείαν. ὥστε αἴτιόν τί ἐστι τὸ εἶδος καὶ οὐ στοιχεῖον, καὶ αἴτιον τοῦ εἶναι τοδὶ μὲν σάρκα, τοδὶ δὲ συλλαβήν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστε ἑκάστου οὐσία κυρίως ἐστὶ τοῦτο τὸ εἶδος· τοῦτο γάρ ἐστιν αἴτιον πρῶτον τοῦ εἶναι. ἐπειδὴ οὖν ἔνιαι οὐκ εἰσιν οὐσίαι τῶν πραγμάτων, ἀλλ’ οὐσίαι αἱ κατὰ φύσιν καὶ φυσικαί (τὰ γὰρ τεχνητὰ εἴδη οὐχ ὑπάρχουσιν οὐσίαι), ὥστε οὐσία ἐστὶ τὸ εἶδος τὸ ἐν τοῖς φυσικοῖς πράγμασι. στοιχεῖον δέ ἐστιν εἰς ὃ διαιρεῖται τὸ εἶδος ἐνυπάρχον ὡς ὕλην,2 οἷον τῆς βα συλλαβῆς τὸ ᾱ καὶ τὸ β̄. ὥστε κυρίως βούλεται ὁ Ἀριστοτέλης οὐσίαν εἶναι τὸ εἶδος τὸ καθόλου τὸ χωριστὸν καὶ ἐν τοῖς πολλοῖς θεωρούμενον· τὸ γὰρ εἶδος τῆς βα συλλαβῆς θεωρεῖται καὶ ἐν κηρῷ καὶ ἐν ξύλῳ καὶ σιδήρῳ καὶ χαλκῷ καὶ ἀργύρῳ καὶ χρυσῷ. Τέλος τῶν εἰς τὸ Ζ τῶν Μετὰ τὰ φυσικὰ σχολίων Ἀσκληπιοῦ.

「ところで、あるものから合成された複合体については、このようであるから。」 ここから彼は、肉の形相、そして他のものにおいても同様に、形相は構成要素でも構成要素から成るものでもないということを示す。それゆえ彼は次のように述べる。あるものから合成されたものは、並置による堆積物のようではなく、音節のように全体が一つのものとなるようになっているのであり、他方で音節、すなわち形相は構成要素たちではなく、baというこの全体の音節の形相も、別々に離れたbとaと同一ではない(これらは構成要素として存在するからである)。なぜなら肉も、すなわち肉の形相も、火と土ではないからである。実際、これらが分解されたとき、あるもの、たとえば肉の形相や音節はもはや存在しないが、構成要素たち、すなわち土や火は存在するからである。したがって、音節の形相もまた、構成要素たち、すなわち母音と子音だけでなく何か別のもの[でもあり]、[肉]、すなわち肉の形相も、単に火と土、あるいは温と冷だけでなく何か別のもの[でもある]。それゆえ、肉の形相は構成要素であるか、あるいは構成要素から成るものであるかのいずれかでなければならない。もし構成要素であるならば、再び同じ議論が成り立ち[……]そして他のものから再び肉の形相が生じるので、考察は無限へと進むことになるだろう[……]。しかしもし形相が構成要素から成るものであると想定するなら、明らかに一つからではなく複数のものから成り、さもなければそれ自身が肉の形相となるだろう。そして再び構成要素について同じことを語ることになり[……]無限への進行[に至る]。したがって形相はある種の原因であり、構成要素ではなく、またこれが肉であり、これが音節であるという存在の原因である。そして他のものについても同様である。したがって各々の実体とは本来、この形相のことである。なぜなら、これが存在の第一の原因だからである。それゆえ、事物のうちあるものは実体ではなく、自然によるもの、すなわち自然的なものが実体であるので(技術的産物の形相は実体として存在しないからである)、自然的事物における形相が実体である。そして構成要素とは、質料として内在し、形相がそれへと分割されるもののことである。たとえばba音節に対するaとbがそうである。したがってアリストテレスは本来、普遍的な形相、すなわち分離可能であり多数のものにおいて考察される形相が実体であることを欲しているのである。実際、ba音節の形相は、蝋においても、木においても、鉄、青銅、銀、金においても考察されるからである。 アスクレピオスによる『形而上学』巻ゼータへの註解、了。

構文注2 件
  1. 7.85τὴν ὕλην ζητεῖ, διὰ τί ἐστιν

    先取り構文(prolepsis)。従属節 διὰ τί ἐστιν(何ゆえにそれがあるのか)の意味上の主語である τὴν ὕλην(質料)が、主節の動詞 ζητεῖ(探求する)の直接目的語の位置へと引き出されている。「質料について、何ゆえにそれがあるのかを探求する」という統語関係を示す。

  2. 7.86στοιχεῖον δέ ἐστιν εἰς ὃ διαιρεῖται τὸ εἶδος ἐνυπάρχον ὡς ὕλην

    関係代名詞節 εἰς ὃ διαιρεῖται の中で、分詞 ἐνυπάρχον(内在するものとして)は関係詞 ὃ(構成要素を指す中性対格)を修飾し、対格 ὡς ὕλην は同格的あるいは述語的に付加されている。文意は「構成要素とは、形相がそれへと分割され、質料として[事物に]内在しているところのものである」。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:451.1-452.18