← トラレスのアスクレピオス

アリストテレス『形而上学』注解(Α巻–Ζ巻)

§398.14-399.20

技術的生成における魂の中の形相と思考と制作

アリストテレスの技術的生成に関する議論(1032a32–1032b15)を取り上げ、技術的生成においては形相(本質)が職人の魂の中に先行して存在すること、欠如である病気も対立する健康の形相を通して知られること、そして生成のプロセスが形相から始端へと遡る「思考」と、そこから結果へと向かう「制作」の二段階から成ることを解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.32

" Ἀπὸ τέχνης δὲ γίνεται, ὅσων τὸ εἶδος ἐν τῇ ψυχῇ." Φησὶν ὅτι τῶν γινομένων ὑπὸ τέχνης τὰ εἴδη ἐν τῷ τεχνίτῃ ὑπάρχουσιν. ἔχων γὰρ τὸ εἶδος τοῦ ἀβακίου ἐν ἑαυτῷ ὁ τέκτων, οὕτως ποιεῖ τὸ ἀβάκιον· ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος τοῦ οἴκου, καὶ ὁ ἰατρὸς τῆς ὑγείας, ὅτι συμμετρία ἐστὶν ὁμοιομερῶν καὶ ὀργανικῶν. εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι ἑκάστου, τουτέστιν αὐτὸ τὸ ἄυλον εἶδος, ἐξ οὗ καὶ τὸ ἔνυλον χαρακτηρίζεται· καὶ οἱ ὁρισμοὶ γὰρ κατὰ τὰ εἴδη λαμβάνονται. εἶτα ἵνα μήτις εἴποι πρὸς αὐτὸν ὅτι τί οὖν καὶ τοῦ ἐναντίου οὐκ ἔστιν ὁ ἰατρός, οἷον τῆς νόσου, φησὶν ὅτι καὶ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτό ἐστιν εἶδος· τῆς γὰρ στερήσεώς ἐστιν οὐσία ἡ ἀντικειμένη οὐσία,1 οἷον ὑγεία νόσου· κατὰ γὰρ τὴν ἀπουσίαν τῆς ὑγείας δηλοῦται ἡ νόσος, ἡ δὲ ὑγεία ἐστὶν ὁ λόγος αὐτὸς ὁ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ. γίνεται δὲ ὑγεία ἐκ νόσου τοῦτον τὸν τρόπον· ἐπειδὴ τόδε ἐστὶν ἡ ὑγεία, ἡ ὁμαλότης τοῦ σώματος, εἰ τύχοι, ἀνάγκη ἐστίν, εἰ μέλλοι ὑγιάζεσθαι τὸ ζῷον, τοδὶ ὑπάρξαι, οἷον ὁμαλότητα, ἵνα μὴ ᾖ ἀνωμαλία τῶν χυμῶν. εἰ δὲ τοῦτο, δεῖ θερμότητος πρὸς τὸ ὁμαλῦναι· καὶ οὕτως ἀεὶ νοεῖ ὁ ἰατρός, ἕως ἂν ἀγάγῃ εἰς τοῦτο, ὅπερ αὐτὸς δύναται ἔσχατον ποιεῖν, τουτέστι τὸ φάρμακον, ὃ μέλλει διδόναι καὶ ὑγιάζειν. εἶτα λοιπὸν ἡ ἀπὸ τοῦ ἰατροῦ κίνησις ἐπὶ τὸν κάμνοντα ποίησις καλεῖται. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγείαν ἐξ ὑγείας γίνεσθαι † τοῦ * * * καὶ τοῦ λόγου τοῦ ἐνύλου τοῦ ἐν τῷ κάμνοντι· ὁμοίως δὲ καὶ τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι 〈τῆς〉 ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην·2 ὁ γὰρ λόγος τῆς οἰκίας ἄυλος ὑπάρχει ὁ ἐν τῷ οἰκοδόμῳ. ἡ γὰρ ἰατρική ἐστι καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς ὑγείας καὶ τῆς οἰκίας. λέγω δή, φησίν, οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι, τουτέστι τὸν λόγον τῆς ὑγείας καὶ τῆς οἰκίας.

「技術からは、その形相が魂の中にあるようなものどもが生成する。」 彼[アリストテレス]が言うには、技術によって生成するものたちの形相は職人の中に存在する。なぜなら大工は小卓の形相を自己のうちにもっていて、このようにして小卓を作るからである。建築家が家[の形相]をもっているのも、医師が健康[の形相]、すなわち同質部分と器官的部分の均整をもっているのも同様である。「形相」と私が言うのは、各々の本質(何であったかということ)、すなわちそれから質料的なものも特徴づけられる非質料的な形相自体のことである。定義も形相に従って得られるからである。次いで、誰かが彼に向かって「ではなぜ医師は反対のもの、たとえば病気の医師でもないのか」と言わないように、彼が言うには、反対のものたちにとってもある仕方で同一の形相が存在する。なぜなら欠如の実体とは、対立する実体のこと、たとえば病気に対する健康のことだからである。健康の不在によって病気が示されるのであり、健康とは医師の魂の中にあるロゴスそのものだからである。そして病気から健康が生成するのは次のような仕方による。すなわち、健康がこれこれのもの、たとえば身体の平衡であるとすると、もし動物が健康になるはずであるならば、これこれのこと、たとえば体液の不均等がないように平衡が存在することが必然である。そしてもしこれ[平衡]であるなら、平らにならすために熱が必要である。そしてこのようにして医師は、自分が最終的に行うことができるところのもの、すなわち与えて治療することになる薬に立ち至るまで、常に思考する。それからあとに、医師から患者への運動が「制作」と呼ばれる。したがってある仕方で、健康から健康が、[質料なき健康から]患者の中にある質料的なロゴスが生成し、同様に家から家が、質料なき[家]から質料をもつ[家]が生成することになる。建築家の中にある家のロゴスは非質料的なものとして存在するからである。医術と建築術とは、健康と家の形相だからである。そこで彼が言うには、私が質料なき実体と呼ぶのは本質(何であったかということ)、すなわち健康や家のロゴスのことである。

§7.33

"Τῶν δὲ γενέσεων καὶ κινήσεων." Φησὶν ὅτι τῶν γενέσεων καὶ τῶν κινήσεων ἡ μὲν καλεῖται νόησις, ἡ δὲ ποίησις,3 ἡ μὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους (τουτέστιν ὁ λόγος ὁ ἐν τῷ ποιοῦντι) νόησις, ἡ δὲ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ἀρχομένη ἀπὸ τοῦ τεχνίτου περὶ τὸ ὑποκείμενον ποίησις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων γίνεται, οἷον εἰ 〈ὑγιανεῖ〉, δεῖ ὁμαλυνθῆναι. τί οὖν ἐστι τὸ ὁμαλυνθῆναι; τὸ γενέσθαι τρῖψιν, εἰ τύχοι. τοῦτο δέ ἐστιν, εἰ θερμανθήσεται· τοῦτο δέ ἐστι τοδί. ὑπάρχει δὲ τῳδὶ δυνάμει, τουτέστι τῷ φαρμάκῳ ὑπάρχει δυνάμει ἡ θερμότης· ἀρχόμενον γὰρ θερμαίνει. τοῦτ’ οὖν ἐπ’ αὐτῷ ἐστι τῷ βοηθήματι. τὸ οὖν ποιοῦν, ὅθεν ἄρχεται ἡ κίνησις τοῦ ὑγιαίνειν, ἂν μὲν ἀπὸ τέχνης γένηται, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ (ἔχων γὰρ τὸν λόγον τῆς ὑγείας ὁ ἰατρὸς οὕτως ποιεῖ τὴν ὑγείαν)· ἐὰν δὲ ἀπὸ ταὐτομάτου γένηται ἡ ὑγεία, ἀπὸ τοῦ λόγου γίνεται, ἀφ’ οὗ καὶ ὁ τεχνίτης ἄρχεται ποιεῖν, τουτέστιν ἀπὸ θερμότητος· γίνεται γὰρ τρῖψις, καὶ ἐντεῦθεν θερμότης ἐπανίσταται αὐτῇ καὶ κολάζει τὸ ψυχρὸν αἴτιον, εἰ τύχοι, τοιοῦτον ὄν, καὶ γίνεται ὁμαλότης, καὶ ἐντεῦθεν ἐπανάζευξις ἐπὶ τὸ κατὰ φύσιν. διό φησιν ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἴσως ἀπὸ τοῦ θερμοῦ ἡ ἀρχή· τοῦτο δὲ ποιεῖ τῇ τρίψει.

「生成と運動のうちで。」 彼が言うには、生成と運動のうちで、一方は「思考」と呼ばれ、他方は「制作」と呼ばれる。原理と形相(すなわち作るものの中にあるロゴス)からのものが思考であり、思考の最後のものから始まり、職人から基体に関してなされるものが制作である。他のものにおいても同様に生じる。たとえばもし[健康になる]のであれば、平らにされねばならない。では平らにされるとは何か。場合によっては、擦ることが生じることである。そしてこれは、もし温められるならば[生じる]。そしてこれはこれこれのものである。そしてこれこれのものに、すなわち薬に熱が潜勢的に属している。始まりにおいて薬は温めるからである。したがってこのことはその手当てそのものにかかっている。それゆえ、そこから健康になることの運動が始まる作因は、もし技術から生じるのであれば魂の中にある形相である(なぜなら医師は健康のロゴスをもっていて、このようにして健康を作るからである)。これに対してもし自発性から健康が生じるのであれば、職人が制作を始める基点となるロゴスから、すなわち熱から生成する。なぜなら擦ることが生じ、そこから熱がそれ自身において立ち現れて、もしそのようなものであるなら冷たい原因を制圧し、平衡が生じ、そこから自然に従った状態への回帰が生じるからである。このゆえに彼が言うには、治療することにおいてもおそらく熱から始まりがあるのと同様であり、このことを彼は擦ることによって成し遂げるのである。

構文注3 件
  1. 7.32τῆς γὰρ στερήσεώς ἐστιν οὐσία ἡ ἀντικειμένη οὐσία

    主語は定冠詞を伴う ἡ ἀντικειμένη οὐσία(「対立する実体」)であり、無冠詞の οὐσία が述語、τῆς στερήσεως は述語 οὐσία に係る所有ないし関係の属格である。「欠如の実体とは対立する実体のことである」と解する。病気(欠如)自体が独立した実体的形相をもつのではなく、対立する肯定的実体(健康)の不在としてのみ規定されるという論理を示している。

  2. 7.32ὁμοίως δὲ καὶ τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι 〈τῆς〉 ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην

    συμβαίνει に導かれる対格不定詞構文(τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι)の背後に、起点と結果を対比する二つの規定が配置されている。前置詞 ἐκ に支配される属格句 〈τῆς〉 ἄνευ ὕλης(「質料なき[家]から」)と、不定詞の主語 τὴν οἰκίαν を限定・同格的に言い換える対格句 τὴν ἔχουσαν ὕλην(「質料をもつ[家が]」)が対応をなしている。

  3. 7.33ἡ μὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους (τουτέστιν ὁ λόγος ὁ ἐν τῷ ποιοῦντι) νόησις, ἡ δὲ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ἀρχομένη ἀπὸ τοῦ τεχνίτου περὶ τὸ ὑποκείμενον ποίησις

    直前の文 τῶν γενέσεων καὶ τῶν κινήσεων ἡ μὲν καλεῖται νόησις, ἡ δὲ ποίησις(「一方は思考と呼ばれ、他方は制作と呼ばれる」)の補足をなす骨格。動詞 καλεῖται ないし ἐστί が省略されており、前置詞句(ἀπὸ τῆς ἀρχῆς...)を伴う主語(ἡ μὲν... / ἡ δὲ...)と述語(νόησις / ποίησις)からなる対照文となっている。括弧内の τουτέστιν ὁ λόγος は τοῦ εἴδους に対する注釈的言い換えであるが、格が主格に転移している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:398.14-399.20