- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:35.28-36.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アスクレピオスはアリストテレスのレンマ(985b23)を受けて、ピタゴラス学派が数を万物の原理とみなした理由を、存在の類似物(7を好機やアテナ、5を婚姻とする象徴)や天体の七番目の配置(太陽)などの具体例を通じて解説する。
" Ἐν δὲ τούτοις καὶ πρὸ τούτων." Ἢ ἐν τούτοις τοῖς χρόνοις γενόμενοι ἐν οἷς καὶ οἱ προλεχθέντες ἢ πρὸ τούτων1 οἱ καλούμενοι Πυθαγόρειοι τῶν μαθημάτων ἁψάμενοι πρῶτοι ταῦτα προῆγον. καὶ ἐντραφέντες τοῖς μαθήμασι τὰς τῶν μαθημάτων ἀρχάς, τουτέστι τοὺς ἀριθμούς, ὑπέλαβον ἀρχὰς τῶν ὄντων εἶναι πάντων. τῶν μὲν γὰρ ἄλλων ἔλεγον εἶναι πρώτους τοὺς ἀριθμούς.2 ἐδόκουν οὖν ἐν τοῖς ἀριθμοῖς πολλὰ ὁμοιώματα θεωρεῖν τῶν ὄντων, οἷον ἐν τῷ πέντε τὴν δικαιοσύνην, ὡς εἰρήκαμεν, ἐν τῷ ἑπτὰ τὸν καιρόν, ἐν τῷ δέκα τὸν κόσμον. πλέον οὖν ἐδόκουν θεωρεῖν ὁμοιώματα ἐν τοῖς ἀριθμοῖς ἤπερ ἐν πυρὶ καὶ ὕδατι καὶ γῇ, καὶ διὰ τοῦτο ἀρχὰς τοὺς ἀριθμοὺς ὑπετίθεντο, ὡς ἐλέγομεν, ὅτι τὸ τοιόνδε πάθος τῶν ἀριθμῶν δηλοῖ δικαιοσύνην. καιρὸν οὖν ἔλεγον τὸν ἑπτὰ πάλιν· δοκεῖ γὰρ τὰ φυσικὰ τοὺς τελείους ἴσχειν καιροὺς καὶ γενέσεως καὶ τελειώσεως κατὰ ἑβδομάδα, ὡς ἐπ’ ἀνθρώπου. καὶ γὰρ τίκτονται ἑπταμηνιαῖα καὶ ὀδοντοφυεῖ τοσούτων μηνῶν. ἀλλὰ καὶ ἡβᾷ περὶ δευτέραν ἑβδομάδα καὶ γενειᾷ περὶ τὴν τρίτην. καὶ τὸν ἥλιον δέ, ἐπεὶ αὐτὸς δοκεῖ τῶν καιρῶν αἴτιος εἶναι, ἐνταῦθά φασιν ἱδρῦσθαι ἐν τῇ ἑβδόμῃ σφαίρᾳ κατὰ τοῦτο, καθὸ ὁ ἑπτὰ ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων σωμάτων· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν 〈καὶ〉 τὰς πέντε τῶν πλανήτων· μεθ’ ὃν ὀγδόην τὴν σελήνην καὶ τὴν γῆν ἐνάτην, μεθ’ ἣν τὴν ἀντίχθονα.3 ἐπεὶ δὲ οὔτε γεννᾷ τινα τῶν ἐν τῇ δεκάδι ἀριθμῶν ὁ ἑπτὰ οὔτε γεννᾶται ὑπό τινος αὐτῶν, διὰ τοῦτο καὶ Ἀθηνᾶν ἔλεγον αὐτόν. ὁ μὲν γὰρ δύο τὸν τέσσαρα, καὶ ὁ τρία τὸν ἐννέα καὶ τὸν ἕξ, καὶ ὁ τέσσαρα τὸν ὀκτὼ καὶ ὁ πέντε τὸν δέκα γεννᾷ, γεννῶνται δὲ ὁ τέσσαρα καὶ ἓξ καὶ ὀκτὼ καὶ ἐννέα καὶ δέκα· ὁ δὲ ἑπτὰ οὔτε τινὰ γεννᾷ οὔτε ἔκ τινος γεννᾶται τῶν ὑπὸ τὴν δεκάδα. τοιαύτη δὲ καὶ ἡ Ἀθηνᾶ· ἀμήτωρ γάρ, φασί. γάμον δὲ ἔλεγον τὸν ε, ὅτι ὁ γάμος σύνοδός ἐστιν ἄρρενος καὶ θήλεος. ἔστι δὲ κατ’ αὐτοὺς ἄρρεν μὲν τὸ περιττόν, θῆλυ δὲ τὸ ἄρτιον· πρῶτος δὲ οὗτος ἐξ ἀρτίου πρώτου τοῦ δύο καὶ περιττοῦ πρώτου τοῦ τρία τὴν γένεσιν ἔχει· τὸ μὲν γὰρ περιττὸν ἄρρεν αὐτοῖς, ὡς εἶπον, τὸ δὲ ἄρτιον θῆλυ.
「これらの人々の間に、またこれらの人々より前に。」 いわゆるピタゴラス学派の人々は、前述の人々と同じ時代に生じたか、あるいは彼らより前に生じて、数学的諸学科に取り組み、最初にこれらを発展させたのである。そして諸学科において育まれ、諸学科の原理、すなわち数を、すべての存在するものの原理であると考えた。なぜなら彼らは、数が他の諸事物よりも第一のものであると語っていたからである。したがって彼らは、数の中に存在するものの多くの類似を観察しているように思われ、たとえば先ほど述べたように、五の中に正義を、七の中に好機を、十の中に宇宙を[観察していた]。それゆえ彼らは、火や水や土の中においてよりも、数の中により多くの類似を観察していると考え、このゆえに数を原理と仮定したのである。先ほどわれわれが述べていたように、数のこのような状態が正義を示すからである。したがって彼らは再び七を好機と呼んだ。というのも、人間において見られるように、自然の事物は発生と完成の双方の完全な時期を七の数に従って迎えると思われるからである。実際、[乳児は]七か月で産み落とされ、それだけの月数で歯を生やす。さらに第二の七年期の頃に思春期を迎え、第三の[七年期]の頃に顎髭を生やす。また太陽についても、それ自身が諸々の季節の原因であると思われるため、彼らは七という数――これを彼らは好機と呼んでいる――に従って、太陽が第七の天球に配置されていると述べる。なぜなら太陽は、中心と火の座の周りを動く諸物体のうちで第七の序列を持つからである。すなわち太陽は、恒星の天球と惑星の五つの天球の後に動くからである。そして太陽の後に月が第八、大地が第九であり、大地の後に反地球がある。そして七は、十の中の数のいずれをも生み出さず、それらのいずれによっても生み出されないため、このゆえに彼らはこれをアテナとも呼んだ。なぜなら、二は四を生み出し、三は九と六を生み出し、四は八を、五は十を生み出し、他方で四、六、八、九、十は生み出されるが、七は十以下の数のうちのいずれをも生み出さず、いずれからも生み出されないからである。そしてアテナもまたそのようなものである。なぜなら[神話において]彼女は母を持たないからだ、と彼らは言う。また彼らは五を婚姻と呼んだが、婚姻が男と女の結合であるからである。そして彼らによれば、奇数が男であり、偶数が女である。そしてこの[五]は、最初の偶数である二と最初の奇数である三から最初に発生を持つ。というのも、私が言ったように、彼らにとって奇数は男であり、偶数は女だからである。
- 1.42Ἢ ἐν τούτοις τοῖς χρόνοις γενόμενοι ἐν οἷς καὶ οἱ προλεχθέντες ἢ πρὸ τούτων
Ἢ... ἤ(…であるか、あるいは…)によってアリストテレスのレンマ「これらの人々の間に、またこれらの人々より前に(Ἐν δὲ τούτοις καὶ πρὸ τούτων)」の二肢的な解釈を提示している。分詞 γενόμενοι は主節の主語である οἱ καλούμενοι Πυθαγόρειοι と一致する。
- 1.42τῶν μὲν γὰρ ἄλλων ἔλεγον εἶναι πρώτους τοὺς ἀριθμούς
属格 τῶν ἄλλων は形容詞最上級/比較表現である πρώτους(「〜よりも第一の、先行する」)に導かれる比較の属格。主語は暗黙のピタゴラス学派、不定詞構文の対格主語は τοὺς ἀριθμούς。
- 1.42ἐνταῦθά φασιν ἱδρῦσθαι ἐν τῇ ἑβδόμῃ σφαίρᾳ κατὰ τοῦτο, καθὸ ὁ ἑπτὰ ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων σωμάτων· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν 〈καὶ〉 τὰς πέντε τῶν πλανήτων· μεθ’ ὃν ὀγδόην τὴν σελήνην καὶ τὴν γῆν ἐνάτην, μεθ’ ἣν τὴν ἀντίχθονα.
動詞 φασίν(「彼らは言う」)に導かれる間接話法が後続の文にわたり継続している。対格主語 αὐτόν(太陽)に対して不定詞 ἱδρῦσθαι、ἔχειν、κινεῖσθαι が並列し、後続の節では対格名詞(τὴν σελήνην, τὴν γῆν, τὴν ἀντίχθονα)と順序数詞(ὀγδόην, ἐνάτην)によって動詞や述語関係が簡略に補足されている。
