- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:30.1-31.14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アスクレピオスはアリストテレスの『形而上学』984b32を注解し、エンペドクレスが善と悪に対応させて友愛と不和の二大原理を立てた経緯を検討する。さらにピュタゴラス派やプラトンの見解を引いて悪が自立的な純粋実体ではなく付随的生起(パリュポスタシス)であることを論じ、アリストテレスがエンペドクレスの不明瞭な語りを批判しつつその深意を救い出そうとしている論理を整理する。
" Ἐπειδὴ καὶ τἀναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο." Ἐντεῦθεν εὐθύνει τὸν Ἐμπεδοκλέα ὡς δύο ἀρχὰς ὑποτιθέμενον ποιητικάς, μίαν μὲν τῶν ἀγαθῶν, τουτέστι τὴν φιλίαν, μίαν δὲ τῶν κακῶν, τουτέστι τὸ νεῖκος. ἐπειδὴ δέ, φησίν, ἑώρα οὐ μόνον τὰ ἀγαθὰ ἐν τοῖς οὖσιν, ἀλλὰ καὶ τὰ κακά (φανερὸν ὅτι τὰ ἐνταῦθα· ἐν γὰρ τῷ οὐρανῷ οὐκ ἔστι κακὸν οὐδὲν οὐδὲ παρὰ φύσιν), ἐπεὶ οὖν ἑώρα πλείονα τὰ κακά, τῶν κακῶν αἰτίαν ἔλεγεν εἶναι τὸ νεῖκος, τῶν δὲ ἀγαθῶν τὴν φιλίαν. λέγομεν οὖν ὡς εἰ ὁμολογοῦμεν ὅτι ὁ Ἐμπεδοκλῆς Πυθαγόρειος ἦν, φανερὸν ὅτι κατὰ τὴν διάταξιν τῶν Πυθαγορείων ἔλεγε περικεκαλυμμένως· οὐδὲ γὰρ ἐβούλοντο τὴν ἑαυτῶν σοφίαν κατάδηλον καὶ σκυτεῦσι γενέσθαι. ἔλεγον οὖν καὶ οἱ Πυθαγόρειοι ἀρχὰς τῶν ἀγαθῶν καὶ τῶν κακῶν· καὶ τῶν μὲν εἰδῶν ἀρχὴν ἀγαθὴν ἔλεγον, τῆς δὲ ὕλης κακήν, ἐπειδὴ πρὸς τῇ διαιρέσει ἡ ὕλη, ὥσπερ καὶ σὺ αὐτός, ὦ σοφώτατε Ἀριστότελες, λέγεις, ὅτι ἁπλῶς γένεσίς ἐστιν ἡ τῶν κρειττόνων, τὶς δὲ γένεσις ἡ τῶν χειρόνων· διὸ τοῦ μὲν θερμοῦ ἁπλῶς ἐστι γένεσις τοῦ δὲ ψυχροῦ τὶς γένεσις ὡς χείρονος. οὕτως οὖν καὶ οἱ Πυθαγόρειοι συμβολικῶς τὰ μὲν κρείττονα ἔλεγον ὑπὸ τοῦ ἀγαθοῦ γίνεσθαι, τὰ δὲ χείρονα ὑπὸ τοῦ κακοῦ· τῷ ὄντι γάρ, ὡς καὶ ὁ Πλάτων φησίν, ἐν παρυποστάσει ὑπάρχουσι,1 καὶ περὶ τόνδε τὸν θνητὸν τόπον περιπολοῦσιν. ἄλλως τε δὴ οὐδὲ ἄκρατόν ἐστι κακόν· ἡ γὰρ μοιχεία καὶ ὁ φθόνος κακὰ μὲν ὡς πρὸς τὰ μερικά, ἀγαθὰ δὲ ὡς πρὸς τὸ πᾶν, διότι ἡ ψυχὴ τοῦ παθόντος ἀξία ἦν παθεῖν, καὶ τοῦ ποιήσαντος ποιῆσαι. ἄλλως τε δὴ τῷ σώματι οὐκ ἔστι κακὸν ἡ μοιχεία. ὁμοίως φησὶ καὶ ἐπὶ τοῦ βλασφημοῦντος, ὅτι τοῖς ὀργάνοις οὐκ ἔστι φαῦλον· ἡ γὰρ ἐνέργεια κρατύνει, ὡς φασιν ἰατροί ‘κίνησις κρατύνει, ἀργίη τήκει’, ὥστε οὐδὲν παντελῶς ἐστιν ἄκρατον κακόν. ἔπειτα εἰ τὸ νεῖκος, 〈ὡς〉 φησιν Ἐμπεδοκλῆς, αἴτιον τῷ κόσμῳ τοῦ εἶναι, ὁ δὲ κόσμος οὐ κακόν, δῆλον ὅτι οὐχ ὑποτίθεται ἀρχὰς δύο,2 μίαν τοῦ ἀγαθοῦ καὶ μίαν τοῦ κακοῦ. ἡ τοίνυν μοιχεία προηγουμένως διὰ τὴν τοῦ σώματος θεραπείαν γίνεται· οὐ γὰρ διὰ τὸ κακὸν τὸ ἐξ αὐτῆς συμβαῖνον· ὥστε παρυφίσταται τὸ κακόν, ὡς φησι Πλάτων.
「善なるものの反対のものも内在しているように見えたので。」 ここから彼[アリストテレス]は、エンペドクレスが二つの作因的原理、すなわち善なるものの原理である友愛と、悪しきものの原理である不和を想定しているとして彼を論難する。彼[アリストテレス]が言うには、彼[エンペドクレス]は実在のうちに善なるものだけでなく悪しきものをも認めたので(ここの[地上の]事物のことであるのは明白である。なぜなら天界においては悪しきものは何も存在せず、自然に反するものも存在しないからである)、したがって悪しきものの方が多いと認めたので、不和が悪しきものの原因であり、友愛が善なるものの原因であると語ったのである。そこでわれわれは、エンペドクレスがピュタゴラス派であったと同意するならば、彼がピュタゴラス派の教義に従って隠蔽して語っていたことは明白である、と論じる。なぜなら彼らは自分たちの知恵が革職人たちにさえ明らかなものとなることを望まなかったからである。したがってピュタゴラス派の人々もまた、善なるものと悪しきものの原理を語っていた。そして相の原理は善なるもの、質料の原理は悪しきものと呼んでいた。質料は分割の側にあるからであり、それは最も知恵あるアリストテレスよ、あなた自身が、優越したものの生成こそが無条件的生成であり、劣悪なものの生成は限定的な生成である、と言っている通りである。それゆえ熱いものの生成は無条件的であり、冷たいものの生成はより劣悪なものとしての限定的な生成なのである。このようにピュタゴラス派の人々もまた、象徴的に、優越したものは善によって生じ、劣悪なものは悪によって生じると語っていた。実際、プラトンも言うように、それらは付随的生起のうちに存在し、この死すべき場所のまわりを巡っているからである。そもそも悪は純粋なものではない。なぜなら姦通や嫉妬は個々のものにとっては悪であるが、全体にとっては善であるからであり、それは被災者の魂が災厄を被るに値し、実行者の魂が行為を行うに値したからである。そもそも身体にとって姦通は悪ではない。同様に彼が神を冒涜する者についても述べるには、諸器官にとって悪いことではない、とのことである。なぜなら現実活動は強めるからであり、医師たちも「運動は強め、無活動は衰亡させる」と言う通りであって、したがって完全に純粋な悪などは何一つ存在しないのである。さらに、エンペドクレスが言うように、不和が世界にとって存在することの原因であり、世界が悪ではないとすれば、彼が善の原理と悪の原理という二つの原理を想定していないことは明白である。姦通も主たる目的としては身体の世話のために生じるのであり、それから結果する悪のために生じるのではない。したがってプラトンが言うように、悪は付随的に生起するのである。
"Ἐπειδὴ καὶ τὰ ἐναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο." Ἐπειδὴ ἑώρα καὶ τὰ ἐναντία τῇ φύσει τῶν ἀγαθῶν ἐνόντα, καὶ οὐ μόνον τάξις καὶ τὸ καλόν, ἀλλὰ καὶ ἀταξία καὶ τὸ αἰσχρόν, καὶ πλείονα τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὰ φαῦλα τῶν καλῶν, ὁ Ἐμπεδοκλῆς ἐν ταῖς ποιητικαῖς ἀρχαῖς καὶ τὴν τῶν κακῶν ποιητικὴν ἀρχὴν ἔθετο. ἐπεὶ οὖν ἐν τοῖς οὖσίν ἐστι καὶ τὰ κακά, Ἐμπεδοκλῆς ἐν τοῖς αἰτίοις ἔθετο οὐ μόνον τὴν τῶν ἀγαθῶν ἀρχήν, ἥτις ἐστὶν ἡ φιλία, ἀλλὰ καὶ τὴν τῶν κακῶν, ὅ ἐστι τὸ νεῖκος. εἰ γάρ τις ἐξ ὧν φησι τὴν διάνοιαν αὐτοῦ ἐκλαμβάνοι καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς, εὑρήσει3 τὴν μὲν φιλίαν αἰτίαν οὖσαν τῶν ἀγαθῶν κατ’ αὐτόν, τὸ δὲ νεῖκος τῶν κακῶν· ὥστε εἴ τις φαίη τὸν Ἐμπεδοκλέα καὶ τὸ κακὸν καὶ τὸ ἀγαθὸν ἀρχὰς 〈λέγειν〉, τάχα ἂν καλῶς λέγοι, εἴπερ τὸ τῶν ἀγαθῶν ἁπάντων αἴτιον αὐτὸ τὸ ἀγαθόν ἐστι καὶ τῶν κακῶν τὸ κακόν. εἰπὼν δὲ αὐτὸς περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε λέγειν τὸ αἴτιον κατ’ Ἐμπεδοκλέα·4 ἐπὶ μὲν γὰρ τοῦ ἀγαθοῦ εἶπεν αἴτιον, ἐπὶ δὲ τοῦ κακοῦ οὐκέτι. ψελλίζεσθαι δὲ εἶπε τὸ μὴ σαφῶς λέγειν· οὕτω γὰρ οἱ ψελλιζόμενοι λαλοῦσιν. ἐὰν τις οὖν, φησί, προσσχῇ τῷ βάθει τῆς διανοίας τοῦ ἀνδρός, τοῦτο αὐτὸν εὑρήσει λέγοντα.
「善なるものの反対のものも内在しているように見えたので。」 彼[エンペドクレス]は善なるものの本性に反する諸々のものも内在していると認めたので、そして秩序と美だけでなく、無秩序と醜悪さも、さらには善なるものよりも悪しきものが、美しきものよりも劣悪なものの方が多いと認めたので、エンペドクレスは作因的原理のうちに悪しきものの作因的原理をも設定したのである。このように実在のうちには悪しきものも存在するので、エンペドクレスは原因のうちに善なるものの原理である友愛だけでなく、悪しきものの原理である不和をも設定したのである。なぜならもし誰かが彼の思想をその語る内容から把握し、エンペドクレスが語りつつ口ごもっている表現に目を向けないならば、彼によれば友愛は善なるものの原因であり、不和は悪しきものの原因であることが分かるであろう。したがって、もし誰かがエンペドクレスは悪と善とを原理と述べていると言ったとしても、もしあらゆる善の原因が善そのものであり、悪しきものの原因が悪であるとするなら、おそらく適切に言っていることになろう。そして彼[アリストテレス]自身は善について述べておきながら、エンペドクレスにおいて悪について原因を語ることは、われわれが付加すべきこととして残した。善については原因と語ったが、悪についてはもはやそう言わなかったからである。口ごもるとは、明瞭に語らないことだと彼[アリストテレス]は言った。口ごもる者たちはそのように話すからである。それゆえ、もし誰かがこの人物の思想の深みに注意を向けるなら、彼がこのように語っているのを見出すであろう、と彼[アリストテレス]は言うのである。
- 1.37ἐν παρυποστάσει ὑπάρχουσι
前置詞句 ἐν παρυποστάσει(付随的・副次的な生起において)は動詞 ὑπάρχουσι の様態的・述語的補足として機能している。自立的な本質的実存(ὑπόστασις)とは対比的に、悪が独自の第一実体を持たず善に寄生して副次的に生じるあり方を示す新プラトン主義的術語表現である。
- 1.37ἔπειτα εἰ τὸ νεῖκος, 〈ὡς〉 φησιν Ἐμπεδοκλῆς, αἴτιον τῷ κόσμῳ τοῦ εἶναι, ὁ δὲ κόσμος οὐ κακόν, δῆλον ὅτι οὐχ ὑποτίθεται ἀρχὰς δύο
構文の骨格は εἰ... [ὁ δὲ κόσμος οὐ κακόν], δῆλον ὅτι... という条件文である。接続詞 εἰ のもとに τὸ νεῖκος... αἴτιον [ἐστί] と ὁ δὲ κόσμος οὐ κακόν [ἐστί] という二つの小節が並列され、対比の δέ を伴う。主動詞 ἐστί は双方で省略されている。後続する δῆλον ὅτι が条件節全体を受ける帰結節の述語部をなす。
- 1.38εἰ γάρ τις ἐξ ὧν φησι τὴν διάνοιαν αὐτοῦ ἐκλαμβάνοι καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς, εὑρήσει
条件節(εἰ... ἐκλαμβάνοι)の希求法現在(潜在的条件)に対し、帰結節の動詞が直説法未来(εὑρήσει)となっている混合条件文。否定詞句 καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς は前半の ἐξ ὧν φησι と意味上対比され、前置詞句 πρὸς ἅ は動詞 ἐκλαμβάνοι の観点・依存先を示している(語意通りに直訳すれば「エンペドクレスが語りつつ口ごもっている事柄に向かって[注目して把握するの]ではなく」)。
- 1.38εἰπὼν δὲ αὐτὸς περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε λέγειν τὸ αἴτιον κατ’ Ἐμπεδοκλέα
主動詞は κατέλιπε で、不定詞句 ἡμῖν προσθεῖναι λέγειν がその補文となっている。不定詞 προσθεῖναι(付加すること、補完すること)の意味上の主語が与格 ἡμῖν、λέγειν τὸ αἴτιον κατ’ Ἐμπεδοκλέα(エンペドクレス説に従って原因を語ること)がその目的語的内容をなす。分詞構文 εἰπὼν δὲ αὐτὸς περὶ τοῦ ἀγαθοῦ はアリストテレスを指し、「善については自ら述べておきながら」と対比的に置かれている。
