← トラレスのアスクレピオス

アリストテレス『形而上学』注解(Α巻–Ζ巻)

§25.4-26.13

神話的神学者たちの水の説と作因への探求

アスクレピオスは、水を万物の原理とした神学者たちの神話的証言やタレスの説を吟味した上で、質料原因のみを立てた初期の自然哲学者たちの諸学説を概観し、質料それ自体は自らを秩序づけられないことから探求が進むにつれて作因の要請へと至った経緯を注釈する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.30#3

ὥστε καὶ τὸ θερμὸν ἐκ τοῦ ὑγροῦ γίνεται, καὶ τὰ ζῷα ἐκ τοῦ ἐμφύτου θερμοῦ, οὐχ ὡς φύσεως οὔσης τοῦ ἐμφύτου θερμοῦ· χεῖρον γὰρ ἢ κατ’ ὄργανόν ἐστι τὸ πῦρ1 (διὸ ἐὰν μὴ ῥυθμισθῇ, βλάπτει), τὸ δὲ χεῖρον ἢ κατ’ ὄργανον εἶναι φύσις οὐ δύναται. τινὲς δὲ εἰρήκασι καὶ τοὺς παλαιοτέρους τῆς νῦν περιόδου, οὓς καὶ πρώτους φησὶ θεολόγους, τὸ ὕδωρ ὑπολαβεῖν ἀρχήν. διὸ ἔλεγον “‘Ωκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν”, καὶ συνελογίζοντο οὕτως ‘ὁ ὅρκος τίμιος, τὸ τίμιον πρεσβύτερον· ὁ ὅρκος ἄρα πρεσβύτερος. ὅρκος δὲ τὸ ὕδωρ· τὸ ὕδωρ ἄρα πρεσβύτερον’. “καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ”. τὴν ῥευστὴν γένεσιν διὰ τούτων ᾐνίττοντο. εἰ μὲν οὖν οἱ παλαιότεροι τῷ ὄντι οὕτως εἶχον ὡς εἰρήκασι κατὰ τὸ φαινόμενον, ἄδηλόν ἐστι· Θαλῆς μέντοι λέγεται τῷ ὄντι ὕδωρ ἀποφήνασθαι τὴν πρώτην αἰτίαν. Ἵππωνα μὲν γὰρ οὐ δίκαιον τάττειν μετὰ τούτων, καὶ αὐτὸν ὑπολαβόντα τὸ ὕδωρ εἶναι τὴν ἀρχήν, διὰ τὸ εὐτελὲς τῆς διανοίας αὐτοῦ· ἄθεος γάρ ἐστιν. οὐ λέγει γὰρ ἄλλο τι εἶναι παρὰ τὰ φαινόμενα φυσικὰ πράγματα. ὁ μέντοι Ἀναξιμένης καὶ ὁ Διογένης ἀέρα ὑπετίθεντο εἶναι πρῶτον αἴτιον ὑλικόν. Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος πῦρ ἔλεγον εἶναι. ὁ δὲ Ἐμπεδοκλῆς τέσσαρα στοιχεῖα ὑπετίθετο εἶναι τὰ πολυθρύλητα. ταῦτα δὲ ἔλεγεν ἀίδια διαμένειν καὶ οὐδέποτέ φησι φθείρεσθαι, ἀλλὰ πλήθει καὶ ὀλιγότητι συγκρινόμενα καὶ διακρινόμενα. συγκρινόμενα μὲν ἔλεγεν ἓν γίνεσθαι, ὅ ἐστιν ὀλίγον, διακρινόμενα δὲ πλείονα, ὅ ἐστι πλῆθος. Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος, πρεσβύτερος μὲν ὑπῆρχεν Ἐμπεδοκλέους, τοῖς δὲ ἔργοις ὕστερος, διότι ὁ μὲν Ἐμπεδοκλῆς πεπερασμένας ὑπετίθετο εἶναι τὰς ἀρχὰς τέσσαρας λέγων, ὁ δὲ Ἀναξαγόρας ἀπείρους. πῶς δὲ δυνατόν ἐστιν εἶναι ἐπιστήμην ἀπείρων οὐσῶν τῶν ἀρχῶν; τὸ γὰρ ἄπειρον οὐ γινώσκεται. πάντα γὰρ τὰ ὁμοιομερῆ, καθάπερ ὕδωρ καὶ πῦρ, φησὶ γίνεσθαι καὶ ἀπόλλυσθαι (καὶ τὸ ὕδωρ γὰρ καὶ τὸ πῦρ ἐκ τῶν ὁμοιομερῶν ἐγέννα), συγκρίσει δὲ τὴν γένεσιν. οὐδὲν δὲ ἀπόλλυσθαι ἔλεγε ταῦτα λέγων οὔτε γίνεσθαι, ἀλλὰ μένειν ἀίδια· διακρινόμενα γὰρ ἐν ἄλλῳ εὑρίσκονται, καὶ πάλιν πρὸ τῆς συγκρίσεως ἴσα. ἐκ μὲν τούτων ἁπάντων μόνη αἰτία φαίνεται ἡ ἐν ὕλης εἴδει, τουτέστιν ἡ ὑλικὴ αἰτία. προϊόντων δὲ2 αὐτὸ τὸ πρᾶγμα ὡδοποίησεν αὐτοῖς καὶ ὥσπερ ἠνάγκασεν ὑποτίθεσθαι καὶ εἰδικὸν αἴτιον. συνελογίσαντο γὰρ ὅτι οὐδέποτε ἡ ὕλη αὐτὴ ἑαυτὴν καλλύνει οὔτε γίνεται ἄνω ποταμῶν ἱερῶν·3 οὔτε γὰρ βλαστάνουσι τὰ κρείττονα ἐκ τῶν χειρίστων. οὐ γὰρ τὸ ξύλον ποιεῖ ἑαυτὸ κλίνην ἢ ἀβάκιον, ἢ ὁ χρυσὸς ἀνδριάντα ἢ ἄλλο τοιοῦτον. πάλιν ἦλθον εἰς ἔννοιαν, ὅτι ἕτερόν ἐστι παρὰ ταῦτα τὰ δύο τὸ κοσμοῦν τὴν ὕλην καὶ ποιοῦν ἐπιτίθεσθαι αὐτῇ τὸ εἶδος. οὔτε γὰρ τὸ εἶδος αὐτὸ ἑαυτὸ ἄϋλον ὂν ἐμβάλλει εἰς τὴν ὕλην, ἀλλ’ ἄλλο τί ἐστιν αἴτιον ἐξῃρημένον τὸ κοσμοῦν τὴν ὕλην καὶ παράγον αὐτήν. εἰ γὰρ καὶ ἡ γένεσις καὶ ἡ φθορά, φησίν, ἔκ τινος αἰτίου ὑλικοῦ συμβαίνει 〈ἑνὸς ἢ〉 καὶ πλειόνων, διὰ τί τοῦτο συμβαίνει καὶ 〈τί〉 τὸ αἴτιον; οὔτε γὰρ τὸ ὑποκείμενον ποιεῖ αὐτὸ ἑαυτὸ μεταβάλλειν, οἷον οὔτε τὸ ξύλον οὔτε ὁ χαλκὸς αἴτιος τοῦ μεταβάλλειν ἑκάτερον αὐτῶν, οὐδὲ ποιεῖ τὸ μὲν ξύλον κλίνην, ὁ δὲ χαλκὸς ἀνδριάντα, ἀλλ’ ἕτερόν ἐστιν αἴτιον τῆς μεταβολῆς ταύτης, τουτέστι τὸ ποιητικόν, τὸ καὶ ἐμβάλλον τὸ εἶδος. τοῦτο δέ ἐστι τὸ ζητεῖν τὴν ἑτέραν ἀρχήν, φημὶ δὴ τὸ ποιητικὸν αἴτιον.

したがって、熱も湿ったものから生じ、動物たちも生得の熱から生じるが、生得の熱が自然[の本性]であるというわけではない。なぜなら火は道具の資格にさえ劣るものであり(それゆえ調整されなければ害を与える)、道具の資格に劣るものが自然[の本性]であることはできないからである。他方、ある者たちは、現在の周期よりも古い者たち、すなわち〔アリストテレス〕が最初の神学者たちとも呼ぶ者たちも、水を原理とみなしたと述べている。それゆえ彼らは「神々の生起たるオケアノスと母なるテテュス」と語り、次のように推論していた。「誓いは尊ばれるべきものであり、尊ばれるべきものはより古い。したがって誓いはより古い。そして水は誓いである。したがって水はより古い」。「そして滴り落ちるステュクスの水」と。彼らはこれらによって流動的な生起を暗示していたのである。さて、より古い者たちが、見かけの上で語った通りに現実に考えていたのかどうかは定かではない。しかしタレスは、現実に水を第一の原因として表明したと言われている。というのも、ヒッポンについては、彼自身も水を原理であるとみなしたとはいえ、彼らとともに並べるのは正当ではないからである。彼の思考が取るに足らないものであるためであり、彼は無神論者だからである。というのも、彼は現に現れている自然的な事物のほかに何ものかが存在するとは言わないからである。しかしながら、アナクシメネスとディオゲネスは空気を第一の質料的原因であると想定した。他方、メタポンティオンのヒッパソスとエペソスのヘラクレイトスは火であると述べた。他方、エンペドクレスはかの名高い四つの元素が存在すると想定した。そして彼はこれらが永遠にとどまり、決して消滅することはないと述べ、むしろ多数と少数によって結合され分離されるのだと言っている。結合されるときは一つになり、それが少数であり、分離されるときはより多数になり、それが多数であると彼は述べていた。他方、クラゾメナイのアナクサゴラスは、エンペドクレスよりも年長であったが、業績においては後であった。なぜならエンペドクレスは四つと述べて原理を限定されたものと想定したが、アナクサゴラスは無限と想定したからである。しかし原理が無限であるのに、いかにして学知が存在しうるだろうか。無限なものは知られないからである。なぜなら彼によれば、水や火のように等質的部分からなるものすべてが生起し消滅するのであり(水や火をも等質的部分からなるものから生み出していたからである)、結合によって生起が生じる[と彼は言う]。しかしこれらを語りながら、彼は何ものも消滅せず生起もしないで、永遠にとどまると述べていた。なぜなら分離されて別のものの中に見出され、再び結合の前にも等しいからである。さて、これらすべての者たちから[見出される]唯一の原因は質料の形相におけるもの、すなわち質料原因であると思われる。しかし彼らが進むにつれて、事態そのものが彼らに道を開き、いわば形相的原因をも想定せざるをえなくさせた。なぜなら彼らは、質料自身が決して自らを美しく飾ることはなく、また「聖なる河の逆流」が起こることもない、と推論したからである。最悪のものからより善いものが芽生えることはないからである。木材が自らを寝台や小卓にするわけではなく、金が彫像や他のそのようなものを作るわけでもない。彼らは再び、質料を秩序づけ、形相が質料に付与されるようにするものは、これら二つのほかの別のものであるという考えに至った。形相それ自体は非物質的であり、自らを質料へと投げ込むことはなく、質料を秩序づけ産出する卓越した別の何らかの原因が存在するからである。なぜなら、彼が言うには、もし生起と消滅が一つの、あるいは複数の質料的原因から生じるとしても、なぜこれが生じるのか、そしてその原因とは何か。というのも、基底が自ら自身を変化させることはなく、たとえば木材も青銅もそれぞれを変化させる原因ではなく、木材が寝台を作り、青銅が彫像を作るわけでもなく、この変化の別の原因、すなわち形相を投入しもする作因が存在するからである。そしてこれこそが、もう一つの原理、すなわち作因を探求することにほかならない。

構文注3 件
  1. 1.30χεῖρον γὰρ ἢ κατ’ ὄργανόν ἐστι τὸ πῦρ

    比較級 χεῖρον に続く ἢ κατά +対格(ὄργανον)は、基準や資格との比較を表し、「道具としての基準に照らしても劣っている」「道具の資格にさえ達しない」を意味する。

  2. 1.30προϊόντων δὲ

    現在分詞の属格独立構文。文脈上、先行する哲学者たち・探求者たちが意味上の主語として想定されており、「彼ら[探求者たち]が進むにつれて」と解される。

  3. 1.30ἄνω ποταμῶν ἱερῶν

    「聖なる河が上流へ(逆流する)」という伝統的な格言表現(ことわざ的成句)の引用であり、動詞(ῥεῖ 等)が省かれた慣用句として補足的に理解される。ここでは「あり得ない不条理な事態」の比喩として用いられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:25.4-26.13