← トラレスのアスクレピオス

アリストテレス『形而上学』注解(Α巻–Ζ巻)

§126.25-128.9

原因の無限連鎖の不可能性と第一質料の永遠性

アスクレピオスはアリストテレス『形而上学』第2巻第2章(994b3–994b6)を注解し、変化の二つの本質的様態(元素の相互反転と、完成に向かう目的論的進展)のいずれにおいても原因が直線的に無限連鎖をなすことはありえないことを論述する。さらに、質料因が下方へ無限に続くならば第一の永遠な基体が消滅することになって不条理であると論じ、第一質料の永遠性と不滅性を立証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.19

" Ἀμφοτέρως δὲ ἀδύνατον εἰς ἄπειρον ἰέναι." Ἐντεῦθεν δείκνυσιν ὅτι κατ’ οὐδένα τῶν κυρίως τρόπων, καθ’ οὓς φαμεν τόδε ἐκ τοῦδε γίνεσθαι (ταῦτα γὰρ κυρίως αἴτια καὶ ἐξ αἰτιῶν γίνονται· τὰ γὰρ τοῦ χρόνου οὐ τοιαῦτα, ἀλλὰ θέσει καὶ μόνῃ ὑπάρχουσι, διὸ καὶ παρῃτήσατο αὐτά· οὔτε γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει οὔτε δὲ συντελεῖ τὰ Ἴσθμια εἰς τὰ Ὀλύμπια), λαβὼν οὖν τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίνεται, δείκνυσι1 κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην τὴν πρόοδον γίνεσθαι. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίνεσθαι, 〈ἃ〉 ἐκ τῆς γενέσεως γίνεσθαι λέγει, οὐκ ἐκ τοῦ γινομένου καὶ ἤδη ὄντος, ἀνακάμπτειν εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίνεσθαι. καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸν αὐτοῖς τὸ ὑποκείμενον καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα φανερὸν ὅτι οὐκ ἐπ’ ἄπειρον προέρχονται. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος αὐτοῦ καὶ γινομένου μεταβάλλοντα εἴτε κατ’ αὔξησιν εἴτε 〈εἰς〉 τὴν κατ’ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἐπείγεται. τῶν μὲν οὖν οὕτως γινομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάντων τέλος τί ἐστιν, ὃ γίνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειότητα τὴν οἰκείαν γινομένη πρόοδος αὐτῶν, ἐπεὶ οὕτως μάτην τοῦ τέλους ἐφίενται. τῶν δὲ κατὰ φθορὰν ἡ θατέρου φθορὰ θατέρου ἐστὶν γένεσις, καὶ διὰ τοῦτο ἀνακάμπτουσιν εἰς ἄλληλα· εἰ δὲ ἀνακάμπτουσιν, οὐκ ἐπ’ ἄπειρον προέρχεται κατ’ εὐθυωρίαν † ἔπειτα οὕτως αἴτια * * * ἐπὶ τῶν οὕτως γινομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπ’ ἄπειρον γίνεται ἄλλο ἄλλου αἴτιον κατ’ εὐθυωρίαν, μόνως δὲ οὕτως ἄλλο ἐξ ἄλλου γίνεται, οὐδὲ ὅλως ἂν εἴη ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γινόμενον.

「しかし両様の仕方においても無限に進むことは不可能である。」 ここから彼は、あるものが別のものから生じると私たちが言う本来的な仕方のいずれにおいても(なぜならこれらこそが本来的な原因であり、諸原因から生じるからである。時間の事象はそのようなものではなく、単に設定によってのみ成り立っており、それゆえ彼もそれらを取り下げたのである。実際、それらの一方が他方へと変化することもなく、イストミア競技祭がオリュンピア競技祭へと寄与することもない)、前述の二つの仕方、すなわちある基体の変化に従ってある特定のものが生じる二つの仕方を取り上げ、それらのいずれにおいても進展が無限に生じることはありえないということを示す。なぜなら、あるものの消滅に従ってそのものから生じると言われるもの、すなわち彼が「生成から」生じるのであって生成しつつあるものやすでに存在するものから[生じる]のではないと言うものは、相互へと反転するからである。実際、水から空気が生じるように、空気からも水が生じるのである。そしてこのことは明白である。それゆえそれらにとって基体と質料は同一なのである。そして反転するものは無限へと前進しないことは明らかである。他方、すでに生じ、それ自体存続しつつ生成しているものから、増大に従ってか、あるいは形相に従う完成へと変化するものは、相互へと反転しはしないが、完成されることへと急ぐ。したがって、そのようにして、中間にあって存続し完成されていくものとして生成するものについては、私たちはそれらのすべてに生成する或る目的が存在し、それらの自己固有の完成へと向かう進展は無限ではないことを見る。さもなければ、それらは無駄に目的を目指していることになるからである。他方、消滅に従うものについては、一方の消滅が他方の生成であり、このゆえにそれらは相互へと反転する。そしてもし反転するのであれば、直線的に無限へと前進することはない[……]それゆえ、このように生成するものにおいても、あの態様で生成するものにおいても、直線的に一方が他方の原因となることが無限に生じることはなく、あるものが別のものから生じるのはただこのようにしてのみである以上、直線的にあるものが別のものから生じることが無限であるということはまったくありえないであろう。

§2.20

"Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀΐδιον 〈ὂν〉 φθαρῆναι." Φησὶν ὅτι ἀδύνατόν ἐστι τὴν πρώτην ὕλην ἀΐδιον οὖσαν φθαρῆναι, ἐπεὶ οὕτως ἔσται πρὸ τῆς φθορᾶς αὐτῆς ἐφθαρμένη, ὅπερ ἀδύνατον· πᾶν γὰρ τὸ φθειρόμενον εἰς ὕλην φθείρεται, καὶ ἔσται ἅμα σωζόμενον καὶ ἐφθαρμένον. ἐπεὶ οὖν, ὡς ἐδείχθη, οὐκ ἔστιν ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, 〈ἀνάγκη〉, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀΐδιον εἶναι,23 οἷον τὸ πῦρ, εἰ τύχοι, ἵνα ὑποθώμεθα ὅτι ἐξ αὐτοῦ πρώτου ἡ γένεσις. εἰ οὖν ἐξ αὐτοῦ πρώτου ἐγένετο φθαρέντος, φανερὸν ὅτι οὐκ ἂν ἦν τὸ πρῶτον ἀΐδιον. δείξας οὖν κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν καὶ περὶ ἑκάστου ἰδίᾳ τῶν αἰτίων δείκνυσιν, ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον αὐτὰ εἶναι· καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστι. συγχρῆται δὲ εἰς τὴν δεῖξιν 〈τούτου τῷ〉 μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προϊόντα τὰ αἴτια, ὃ πρῶτον ἔδειξε· τούτου γὰρ οὕτως ἔχοντος ἀνάγκη τὸ πρῶτον ὑποκείμενον ἀΐδιον εἶναι. εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ, ἐξ οὗ ὑποκειμένου ἐγένετο, οὕτως δὲ οὐκέτ’ 〈ἂν〉 ἦν πρῶτον· ἐπειδὴ δὲ μὴ τοῦτο, ἀΐδιον καὶ ἀγένητον τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίνεται τι, οὐκ ἔστι τοῦτο πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀΐδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀΐδιον. οὐκ ἄρα, φησίν, ἡ ὕλη φθείρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό τι καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, μὴ ἀίδιον εἶναι. κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται, ὅτι τὸ συμβεβηκὸς αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης· τοῦτο γὰρ τὸ καθ’ αὑτὸ φθειρόμενον· καθ’ αὑτὴν δέ φησιν ἄφθαρτον. φθείροιτο δ’ ἂν καθ’ αὑτήν, εἰ ἐπ’ ἄπειρον ἄλλη ἐξ ἄλλης γίνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γινομένοις. ὁ λέγων οὖν ἐπ’ ἄπειρον ἐπὶ τὸ κάτω ἄλλο ἄλλου γίνεσθαι ὕλην, οὗτος φθείρεσθαι λέγοι ἂν τὸ πρῶτον ὑποκείμενον, ὃ ἀνάγκη, φησίν, ἀίδιον εἶναι, εἴ γε μηκέτι τούτῳ ἄλλο ὑπόκειται· οὔτε γὰρ ἄνω οὔτε κάτω ἐπ’ ἄπειρον τὰ αἴτια.

「同時にまた、第一のものが永遠でありながら消滅することも不可能である。」 彼は、第一の質料が永遠でありながら消滅することは不可能である、と述べる。さもなければ、それは自らの消滅に先立って消滅していたことになり、これは不可能だからである。なぜなら消滅するものはすべて質料へと消滅するのであり、同時に保持されつつ消滅していることになるからである。それゆえ、示されたように、上方への生成が無限ではない以上、それの消滅によって最初に何かが生じたところのものは永遠ではありえない[ことが必然である]。たとえば、かりに火のようなものであり、そこから最初に生成が生じると私たちが仮定する場合である。したがって、もしそれが消滅することによって最初にそこから〔何かが〕生じたのであるなら、第一のものが永遠であったはずがないことは明らかである。そこで彼は、まず第一に諸原因が上方に向かって無限であることはありえないということ、第二に下方に向かっても[無限ではありえない]ということを一般的に示したのち、今や諸原因の各々についても個別に、それらが無限であることはありえないということを示す。そしてまず第一に、質料的原因が無限ではないということを[示す]。そして彼は[これの]証明のために、諸原因が上方に向かって無限に進展することはないという、最初に証明した論点をも併せて用いる。なぜなら、このことがこのように成り立つ以上、第一の基体は永遠でなければならないからである。もしそれが生じたのだとすれば、その基体からそれが生じたところの、それに先立つ第一の何かが存在していたことになり、そうであればもはや第一のものではなかったであろう。しかしこれは成り立たない以上、第一の基体は永遠かつ不生である。それゆえ、その消滅によって何かが生じるようなものは、第一の基体ではない。消滅するものは永遠ではなく、他方で第一の基体は永遠だからである。したがって、質料は消滅するのではなく、同一のものとしてとどまる、と彼は述べる。そして「第一のものが消滅した」と言ったのは、それ自体として消滅し付随的にではなく消滅することによって何かが生じたところのものが、永遠ではない、ということと同等である。なぜなら質料が付随的に消滅するのは、質料から生じるものの生成において、それに付随する欠除が消滅するからである。実際、これこそがそれ自体として消滅するものである。しかし〔質料は〕それ自体としては不滅である、と彼は述べる。もし質料が無限に次から次へと生じ、生成するすべてのものにとって同一のものとしてとどまらないとすれば、質料はそれ自体として消滅することになろう。それゆえ、下方に向かって無限にあるものが別のものの質料になると言う者は、第一の基体が消滅すると言っていることになるであろう。だがもしこれに別のものがもはや基底していないならば、その第一の基体は永遠でなければならない、と彼は述べる。諸原因は上方にも下方にも無限ではないからである。

構文注3 件
  1. 2.19λαβὼν οὖν τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίνεται, δείκνυσι

    主文の構造は、先行する挿入節(ταῦτα γὰρ... τὰ Ὀλύμπια)ののちに λαβὼν οὖν... で再開され、分詞 λαβών(目的語は τοὺς δύο τρόπους)が主動詞 δείκνυσι(主語はアリストテレス)にかかる。従属節 καθ’ οὓς は τρόπους を修飾し、δείκνυσι の目的語は後続の対格補足分詞構文(κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην τὴν πρόοδον γίνεσθαι。不定詞 γίνεσθαι は分詞 δυναμένην に従属)である。

  2. 2.20〈ἀνάγκη〉, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀΐδιον εἶναι

    テクスト批評上補われた ἀνάγκη を受けて不定詞 μὴ ἀΐδιον εἶναι が導かれる非人称構文(ἀνάγκη [ἐστὶ]... εἶναι)。関係節 ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο 全体が不定詞 εἶναι の意味上の主語(先行詞が関係節内に取り込まれた形)として機能している。

  3. 2.20πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό τι καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, μὴ ἀίδιον εἶναι

    εἶπεν の目的語として ὡς ἴσον τῷ [τοιοῦτον εἶναι] が導かれ、与格の冠詞 τῷ に不定詞句 μὴ ἀίδιον εἶναι が結びつく構造。従属節 ἐξ οὗ... ἐγένετό τι は不定詞 εἶναι の意味上の主語となる名詞句の役割を果たしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:126.25-128.9