- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:122.17-123.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アスクレピオスはアリストテレスの議論を敷衍し、質料的生成だけでなく不完全から完全への生成や目的原因も無限には進まないことを示す。また、質料と異なり完全化の過程が反対性を欠くために逆行しない理由を説明し、直線的生成も種子を通じて円環を模倣すること、および目的原因の有限性と第一原因の性格を論じる。
εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ὑπάρχει κατὰ τὸ σημαινόμενον τὸ ἐκ τῆς ὕλης γινόμενον τόδε ἐκ τοῦδε. ἀλλ’ οὐδὲ πάλιν κατὰ τὸ σημαινόμενον, καθ’ ὃ γίνεται τόδε ἐκ τοῦδε κατὰ τὸ ἀτελὲς καὶ τὸ τέλειον, ἐπ’ ἄπειρόν ἐστι πρόοδος, καθώς φαμεν ἐκ μὲν ἐμβρύου μειράκιον, ἐκ μειρακίου δὲ ἄνδρα ἢ ἐξ ἀμαθοῦς ἐπιστήμονα. δῆλον δὲ ὅτι ταῦτα πάντα σκοπὸν ἔχουσι καὶ πρὸς τέλος ἐπείγονται· εἰ δὲ ἄπειρον ὑποθώμεθα τὴν πρόοδον, φανερὸν ὅτι οὐδέποτε τεύξεται τοῦ σκοποῦ καὶ μάτην προελεύσεται. πρὸς τούτοις δὲ καὶ μάτην ἕξει τὸν σκοπόν, ὅπερ οὐ θέμις· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς οὔτε ἡ φύσις ποιεῖ. ὥστε οὐδ’ ἐπὶ τὸ κάτω ἄπειρός ἐστιν ἡ πρόοδος τῶν πραγμάτων. ἀλλ’ εἴποι ἄν τις ὅτι δι’ ἣν αἰτίαν μὴ καὶ ταῦτα ἀνακάμπτουσιν,1 ὥσπερ τὸ πῦρ καὶ ὁ ἀὴρ γίνονται ἐξ ἀλλήλων καὶ ἀνακάμπτουσι, μὴ καὶ ἐπὶ τῶν ἀτελῶν 〈καὶ τελείων〉 γίνεται ἀνάκαμψις, καὶ γίνεται ἔμβρυον ἐκ μειρακίου καὶ ἐξ ἀνδρὸς μειράκιον καὶ ἐξ ἐπιστήμονος ἀμαθής; λέγομεν οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν ὅτι ἐπὶ μὲν τῆς ὕλης ἐναντιότης ἐστιν, ὅπου δὲ ἐναντιότης, ἐκεῖ καὶ ἀνάκαμψις (ἔστι γὰρ ἐναντιότης πρὸς πῦρ καὶ ὕδωρ, καὶ ἐπειδὴ ἔχει ἐν ἑαυτῇ ἡ ὕλη ἐπιτηδειότητα κοινὴν οὖσαν ἀμφοτέρων, εἰκότως ἀνακάμπτουσιν εἰς ἄλληλα τὰ στοιχεῖα, τῶν εἰδῶν ἄλλοτε ἄλλου ἐπικρατεστέρων γινομένων, καὶ τῆς ὕλης ἀμφότερα δεχομένης2 διὰ τὴν ἐπιτηδειότητα)· ἐπὶ μέντοι γε τοῦ ἐμβρύου καὶ τοῦ ἀνδρὸς οὐκ ἔστιν ἐναντιότης οὔτε δὲ ἐπιτηδειότης τοιαύτη· σπεύδει γὰρ ἐπὶ τὸ τέλος. ἡ γὰρ ὁδὸς οὐκ ἔστιν ἐναντία τῷ τέλει, ἐπεὶ οὐκ ἄν ποτε εἰς τὸ ἐναντίον ἠπείγετο. διὸ καὶ φυλαττομένου τοῦ εἴδους τοῦ ἐξ ἀρχῆς οὕτως γίνεται προσθήκη· σωζόμενος γὰρ ὁ ἄνθρωπος αὔξει καὶ πάλιν γίνεται ἐπιστήμων. ἐπὶ μέντοι γε τῶν στοιχείων φθειρομένου τοῦ πυρὸς οὕτως γίνεται ὕδωρ καὶ τὸ ἀνάπαλιν. ὥστε εἰκότως οὐ γίνεται ἐπὶ τούτων ἀνάκαμψις, διότι ἡ λεύκανσις οὐκ ἔστιν ἐναντία τῇ λευκότητι τῷ ἑαυτῆς τέλει, ὡς εἴρηται ἐν τῇ Φυσικῇ, ἀλλὰ τῇ μελάνσει ἐστὶν ἐναντία, τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ μελανίαν. καὶ ταῦτα δέ, ὥς φησι, κυκλικῶς γίνεται, καὶ ἔστιν εὐθεῖα κύκλον μιμουμένη· γίνεται γὰρ ἀπὸ σπέρματος ἔμβρυον, εἶτα μειράκιον, εἶτα ἀνήρ, εἶτα πάλιν σπέρμα. ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. πάλιν δέ φησιν ὅτι οὐδὲ τὸ τελικόν ἐστιν αἴτιον ἄπειρον· ὁρῶμεν γὰρ ὅτι πάντα τὰ πράγματα πρὸς τέλος ἐπείγονται, καὶ ἡ φύσις καὶ ὁ νοῦς τέλους ἕνεκα πάντα πράττει· διὸ καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. εἰ τοίνυν ὑποθώμεθα ἄπειρον τὸ τελικὸν αἴτιον, πάντα ἄσκοπα ἔσονται, καὶ ἐντεῦθεν ἀναιρεῖται πᾶσα πρᾶξις, εἴ γε τέλους ἕνεκα πράττονται τὰ πραττόμενα, καὶ οὐδὲ νοῦς ἔσται ἐν τοῖς οὖσιν· ἕνεκα γάρ τινος πράττει ὅ γε νοῦν ἔχων· πρὸς πέρας γὰρ ἐπείγεται. ὥστε πᾶσά ἐστιν ἀνάγκη εἶναι τὸ τελικὸν αἴτιον. διό φησιν ἐκεῖνος “ἐκ σεο πάντα πέφηνε, σὺ δ’ οὐδενὸς εἵνεκα μοῦνος”. καὶ ἔστιν ἀρχὴ μὲν ὡς προακτικὸν τῶν πάντων, τελικὸν δὲ διὰ τὸ πάντα πρὸς αὐτὸ ἐπεστράφθαι.3
しかしもし巡回するならば、質料から、このものからこのものが生じるという語義においては、進行は無限に存在しない。しかしまた、不完全なものと完全なものによってこのものからこのものが生じるという語義においても、胎児から若者が、若者から成人男子が生じ、あるいは無知な者から知見ある者が生じる、と私たちが言うように、進行は無限ではない。そして、これらすべてのものが目標をもち、終極へと急いでいることは明らかである。だがもし私たちが進行を無限であると仮定するならば、決して目標を達成することはなく無駄に進行することになるのは明白である。その上さらに、目標を無駄にもつことにもなるであろうが、これは許されない。なぜなら神も自然も無駄なことは何一つしないからである。したがって事柄の進行は、下方へも無限ではない。しかしある人は、いかなる原因によってこれらもまた巡回しないのか、火と空気が互いから生じて巡回するように、不完全なもの〈と完全なもの〉においても巡回が生じて、若者から胎児が生じ、成人男子から若者が生じ、知見ある者から無知な者が生じることはないのか、と言うかもしれない。それゆえ私たちはこのような難問に対して、質料においては反対性があり、反対性があるところでは巡回もある、と述べる(火と水に対して反対性があり、質料は自己の内に双方に共通である適性を備えているので、形相が時によって一方が他方より優勢になり、質料が適性のゆえに双方を受け入れることによって、諸元素は当然にも互いへと巡回する)。だがしかし、胎児と成人男子においては反対性はなく、そのような適性もない。終極へと急ぐからである。実際、道[過程]は終極と反対ではない、なぜなら〔もし反対であったなら〕反対のものへと急ぐことは決してなかったであろうからである。それゆえ、初めからの形相が保持されたままでこのように付加が生じる。実際、人間は保持されたまま成長し、再び知見ある者となる。だがしかし、諸元素においては火が消滅することによってこのように水が生じ、またその逆も生じる。したがって、これらにおいて巡回が生じないのは当然である、なぜなら白化は、その終極である白さと反対なのではなく――『自然学』において言われたように――、黒化と、すなわち黒さへと導く道[過程]と反対だからである。しかしこれらも、彼が言うように円環的に生じるのであり、円環を模倣する直線である。実際、種子から胎児が生じ、次いで若者、次いで成人男子、次いで再び種子が生じるからである。同様に、と彼は言う、植物においても他のすべてのものにおいてもそうである。さらに彼は、目的原因も無限ではないと言う。実際、すべての事柄が終極へと急ぎ、自然も知性も終極のためにすべてを行うのを私たちは見る。それゆえ彼らは、万物が希求するものが善である、と立派に宣言した。それゆえ、もし私たちが目的原因を無限であると仮定するならば、すべてのものは目標を欠くことになり、ここからあらゆる行為が否定される、もし行為される事柄が行為されるのが終極のためであるとするならば。そして存在するもののうちには知性も存在しないことになる。なぜなら知性をもつ者は何かのために行為するからであり、限界へと急ぐからである。したがって目的原因が存在することは全く必然的である。それゆえかの人は「汝より万物は現れ出で、汝のみ何もののためでもない」と言う。そして[第一のものは]万物を前進・産出させるものとして始点であり、万物がそれへと立ち帰っていることによって目的原因である。
- 2.12ἀλλ’ εἴποι ἄν τις ὅτι δι’ ἣν αἰτίαν μὴ καὶ ταῦτα ἀνακάμπτουσιν
εἴποι ἄν τις(潜在を表す ἄν+希求法)に導かれる ὅτι 節の内部に、直接疑問の疑問詞句 δι' ἣν αἰτίαν と否定詞 μὴ が組み合わさった疑問文が埋め込まれている。後半の μὴ καὶ ἐπὶ τῶν ἀτελῶν... と呼応し、全体として「いかなる理由によってこれらも巡回しないのか(なぜ巡回しないのか)」という反論・疑問を提起する骨格をなす。
- 2.12τῶν εἰδῶν ἄλλοτε ἄλλου ἐπικρατεστέρων γινομένων, καὶ τῆς ὕλης ἀμφότερα δεχομένης
二つの絶対属格(τῶν εἰδῶν... γινομένων と τῆς ὕλης... δεχομένης)が並列接続され、主節の動詞 ἀνακάμπτουσιν に対して理由・背景を説明している。前者において ἄλλοτε ἄλλου は「時によって一方が、時によって他方が」という交代的な主格相当の働きを分詞句 ἐπικρατεστέρων γινομένων に対して果たす。
- 2.12καὶ ἔστιν ἀρχὴ μὲν ὡς προακτικὸν τῶν πάντων, τελικὸν δὲ διὰ τὸ πάντα πρὸς αὐτὸ ἐπεστράφθαι
文頭の主語(第一原因・神)が省略されており、ἀρχή と τελικόν[αἴτιον]が主格述語として並置されている。ὡς προακτικὸν は始点たる根拠を、前置詞句 διὰ τὸ ... ἐπεστράφθαι(完了不定詞の名詞的用法)は目的原因たる根拠をそれぞれ示す対称的構造である。
