- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:88.12-89.28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シリアノスは、感覚的なものの超越的な原因(天や天体)を問うアリストテレスの批判に対し、魂における普遍的諸ロゴスの先在を論証の根拠として弁護し、さらに知性や思考の領域における広義の感覚や動物の存在を『形而上学』や『倫理学』を引いて擁護する。
" Ἔτι ἅπερ... κίνησιν." Πάντων ἔν τε ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς καὶ ἔτι ἐν ταῖς ἡμετέραις οἰκείως παρ’ ἕκαστα [ὡς] περιεχομένων τῶν εἰδῶν καθόλου,1 πρὶν καὶ τὸ σωματοειδὲς τοῦ κόσμου μερικῶς αὐτῶν ἀντιλάβηται, γελοῖον ἐφ’ ἑκάστῳ ζητεῖν, ποῦ ἔσται ἄλλος οὐρανὸς ἢ ποῦ ἔσται ἄλλος ἥλιος ἤ τι τῶν εἰς τὴν ἐμφανῆ συντελούντων διακόσμησιν. ὅτι δὲ ταῦτα οὐ μοναχῶς ἀλλ’ ὀλίγου δέω λέγειν ἀπειραχῶς ἐν τοῖς οὖσιν ἔστι, πάλαι καὶ πρόπαλαι θεολόγων τε καὶ φιλοσόφων διισχυριζομένων οὐδὲ ἀκολουθεῖν ἐθέλει, ἀλλ’ ὡς ἄτοπον προφέρει τὸ καὶ ἕνα μόνον οὐρανὸν ὑπὲρ τοῦτον εἶναι τὸν αἰσθητόν. ἐὰν δέ τις οὐρανοῦ τε ὕπερ ἀστρονομεῖν λέγῃ τὴν τοῦ μὴ πλαστῶς φιλοσοφοῦντος ψυχὴν καὶ πάντα τὰ ὄντα νοητῶς θεωρεῖν, ἴσως ἀγανακτήσει, μήτε ταῖς ἰδέαις τιθέμενος μήτε ἐνεργείᾳ τὴν διανοητικὴν ψυχὴν ἔχειν τὰ εἴδη βουλόμενος, ἀλλ’ εἴπερ ἄρα, δυνάμει. πῶς οὖν ἔτι αἱ ἀποδείξεις ἐκ τῶν πρώτων καὶ οἰκείων [καὶ] αἰτιῶν ἔσονται τοῖς ἀστρονόμοις, εἰ μὴ ἐκ τῶν καθόλου λόγων, οὓς ἔχουσιν αἱ μὲν ἡμέτεραι γνωστικῶς, αἱ δὲ θεῖαι γνωστικῶς τε ἅμα καὶ δημιουργικῶς, προΐοιεν; ἢ γὰρ τοῦ ἀποδεικνύναι τι τοὺς ἀστρονόμους καὶ τοὺς μαθηματικοὺς πάντας καὶ πρὸς τούτοις τοὺς φυσικοὺς ἀπογνωστέον, καὶ τοῦ τὰς ἀποδείξεις ἐξ αἰτίας γίγνεσθαι οὐ τῆς τοῦ συμπεράσματος μόνης, ἀλλὰ καὶ τῆς τοῦ πράγματος ἀποστατέον, ἢ μέχρι περ ἂν ἀμφότερα ταῦτα μένῃ, δεῖ καὶ τὰς αἰτίας ἐν καθόλου τισὶ λόγοις προϋπάρχειν2 τῶν κατ’ οὐρανὸν καὶ κατὰ πᾶσαν τὴν φύσιν ἐπιτελειουμένων. ὅλως δὲ οἱ τὰ μὲν αἰσθητὰ συγχωροῦντες εἶναι καὶ ὄντως εἶναι λελήθασι τὴν ψυχὴν ἀτιμοτέραν τῆς ὕλης ἀποφαίνοντες, ὥς πού φησι καὶ ὁ γενναῖος Ἀμέλιος. ὁμοίως... ἕκαστα. καὶ οὐδὲν ἄτοπον ἐν λόγοις εἶναι πάντα ταῦτα καὶ ἐν τοῖς εἰδώλοις τῶν λόγων, τοῖς φαντάσμασιν, οὐ μόνον πρὸ τῶν αἰσθητῶν, ἀλλὰ καὶ πρὸ τῶν φυσικῶν λόγων τῶν διαμορφούντων τὰ αἰσθητά. ὁ δὲ τούτων συγχωρουμένων ἐπάγει ὡς τι τῶν ἀτοπωτάτων τὸ καὶ ζῷα ἄλλα ἔσεσθαι, εἴπερ καὶ αἰσθήσεις· ὅτι δὲ τὸ αὐτοζῷον πάντα ὅσα νοητὰ ζῷα ἐν αὑτῷ περιέχον αἴτιόν ἐστι τῶν τε ἐν τῷ ψυχικῷ διακόσμῳ ζῴων καὶ τῶν ἐν τῷ αἰσθητῷ, πάλαι λέγοντος αὐτῷ τοῦ διδασκάλου ὡς μηδὲ ἀκηκοὼς [εἶναι] τι περὶ τῶν τοιούτων προσπεποίηται. δυνατὸν μὲν οὖν καὶ τοῖς συνημμένοις αὐτοῦ μὴ ἐπιτρέπειν· οὐ γὰρ εἰ τὰ αἰσθητὰ αἰτίας ἔχει προϋπαρχούσας, ἤδη συζυγεῖ ταῖς αἰτίαις τῶν αἰσθητῶν ἡ αἴσθησις, οὐδ’ εἰ αἴσθησίς ἐστιν ἑτέρως ἐν ψυχῇ καὶ νῷ δημιουργικῷ, ἤδη τοῦτο καὶ ζῷον ἀποφαίνεται τὸ αἰσθανόμενον· οὐ γὰρ ἴσως πᾶν αἰσθητικὸν ζῷον, ἀλλὰ τὸ ἔξωθεν πᾶν ἅμα κινούμενον· οὐδὲ πᾶσα αἰτία αἰσθητοῦ αἰσθήσει ληπτή, ἀλλ’ ἥτις ἄτομός ἐστι καὶ σύνεστι τῷ οἰκείῳ ἀποτελέσματι. δυνατὸν δὲ καὶ συγχωρήσαντα πᾶσι τούτοις (ἐπειδὴ καὶ αἴσθησιν οὐ κατὰ τὴν λογικὴν ἐπιτελεῖσθαι μόνην τοῦ παντὸς ψυχήν, ὡς ὁ Τίμαιος παραδίδωσιν, ἀκηκόαμεν, ἀλλὰ γὰρ καὶ δημιουργικήν τινα παρὰ τοῖς θεολόγοις αἴσθησιν ὑμνουμένην πεπιστεύκαμεν εἶναι, ἧς καὶ οἱ κατ’ οὐρανὸν εἴδωλον ἔχουσιν, αἴσθησιν καὶ αὐτοὶ τοῖς κόσμοις ἐπάγοντες κατὰ τὸ λόγιον) δέχεσθαι τὸ ἑπόμενον,3 τὸ καὶ ζῷα ἕτερα εἶναι. καὶ ἵνα μὴ νῦν τὰ παρ’ ἄλλοις εἰρημένα μαρτύρωμαι, αὐτὸς ἐν τῷ Κ τὸν πρῶτον νοῦν ζῷον ἐκάλεσε· δῆλον οὖν ὅτι καὶ τῶν ἄλλων ἡμῖν ἕκαστον εἰ καὶ μὴ πρῶτον, ἀλλ’ οὖν ζῷον νοερὸν καλεῖν οὐκ ἂν ἴσως ἀπαξιώσειε. καὶ ἐν τοῖς Ἠθικοῖς δὲ τὸν κυρίως ἄνθρωπον νοῦν εἶναι σαφῶς ἠβουλήθη. εἰ τοίνυν ὁ μὲν νοῦς ὁ ἐν ἡμῖν ἄνθρωπός ἐστιν ὁ κυρίως, πᾶς δὲ ἄνθρωπος ζῷον, οὐκ ἄδηλον τὸ συναγόμενον. δεδέγμεθα οὖν πάλιν τὸ εἶναι καὶ ἄλλα ζῷα παρὰ τὰ αἰσθητά, ἑτέρως μέντοι εἶναι καὶ οὐχ οὕτως ὡς τὰ αἰσθητά· ὧν εἴ τις τὰς γνώσεις αἰσθήσεις ἐθέλει καλεῖν καὶ τὰ γνωστὰ αἰσθητά, ὡς αἴτια μέντοι τῶν κυρίως αἰσθητῶν, φθόνος οὐδεὶς τῶν ὀνομάτων· μόνον δηλούσθω σαφῶς, ἐφ’ ὧν ἑκάστοις αὐτῶν κεχρήμεθα.
「さらに、まさに……運動。」 すべての普遍的形相が、神的ならびに天上界の魂たちの内に、またさらにわれわれの[魂]の内にも、世界の物体的な部分がそれらを部分的に分有するより先立って、各々に応じて固有に含まれているのであるから、各々のものについて、別の天がどこにあるのか、あるいは別の太陽や、目に見える秩序形成へと寄与するもののどれかがどこにあるのかと問うのは滑稽である。そして、これらが単一の仕方でではなく、もう少しで無限の仕方でと言いそうになるほどに存在者の内にあるということを、昔も大昔も神学者たちや哲学者たちが力説してきたにもかかわらず、彼はそれに従おうとさえせず、この感覚的な[天]の上にたった一つの天があることさえも不条理として持ち出すのである。しかし、もし誰かが、虚飾なく哲学する者の魂は天の上において天文学を行い、あらゆる存在者を思考可能に観想すると語るならば、彼はおそらく憤慨するであろう。彼はイデアを承認せず、また思考的魂が諸形相を現勢的に持つことを望まず、せいぜい可能的に持つにすぎないと望んでいるからである。では、もし天文学者たちにとっての論証が、われわれの[魂]が認識的に、神的な[魂]が認識的であると同時に創造的に持っている普遍的な諸ロゴスから進み出ないのであれば、どうしてなお第一の固有の原因に基づくものとなりえようか。なぜなら、天文学者たちやすべての数学者たち、またこれらに加えて自然学者たちについても、何かを論証するということを断念し、論証が単なる結論の原因からだけでなく事象自体の原因から生じるということを放棄せねばならないか、それとも、これら両者が保たれている限り、天において、またすべての自然において完成される諸事物の原因が、何らかの普遍的な諸ロゴスの内にあらかじめ存在していなければならないかのいずれかだからである。総じて、感覚的なものが存在し、かつ真に存在すると認める者たちは、気高きアメリオスもどこかで述べているように、魂を質料よりも価値の劣るものとして宣言していることに気づいていないのである。「同様に……各々。」そして、これらすべてが、諸ロゴスの内に、また諸ロゴスの似姿である表象の内に、感覚的なものに先立つだけでなく、感覚的なものを形づくる自然の諸ロゴスに先立って存在することは、何ら不条理ではない。だが彼は、これらが認められると、もし感覚もあるならば別の動物たちも存在することになるということを、きわめて不条理なことの一つとして付け加えている。しかし、思考可能なあらゆる動物を自らの内に包括する動物自体が、魂的秩序の内の動物たちにとっても感覚的な[秩序の]内の動物たちにとっても原因であるということは、かつて彼の師が彼に語っていたにもかかわらず、彼はそうしたことについて何も聞いたことがないかのように装っている。それゆえ、彼の条件付き命題を承認しないことも可能である。なぜなら、感覚的なものが先在する諸原因を持つからといって、感覚的なものの諸原因に直ちに感覚が結びつくわけではなく、また感覚が魂や創造的知性の内に別の仕方で存在するからといって、この感覚するものが直ちに動物であると示されるわけでもないからである。おそらく感覚能力を持つすべてのものが動物なのではなく、外部から全体として動かされるものこそが動物であり、また感覚的なもののすべての原因が感覚によって捉えられるのではなく、不可分であって固有の産出物に共存しているものこそが捉えられるからである。しかし、これらすべてを承認した上で(というのも、『ティマイオス』が伝えているように、感覚は宇宙の理性的魂のみに従って全うされるのではないとわれわれは聞いており、それどころか神託に従って天上の諸神自身も諸世界に感覚を導き入れつつ、その似姿を有しているような創造的感覚が神学者たちのもとで称賛されているとわれわれは信じているからである)、帰結する事柄、すなわち別の動物たちも存在するということさえ受け入れることも可能である。そして、いま他の人々によって語られたことを証言として引かないとしても、彼自身がΚにおいて第一の知性を動物と呼んだのである。したがって、他の知性のおのおのも、第一のものではないにしても、知性的動物と呼ぶことを、彼はおそらく拒まないであろうことは明らかである。また『倫理学』においても、彼は本来の人間が知性であることを明らかに欲した。それゆえ、もしわれわれの内にある知性が本来の人間であり、すべての人間が動物であるならば、推論される結論は明白である。したがってわれわれは、感覚的なもののほかに別の動物も存在するということを再び受け入れたのである。ただし、それらは別の仕方で存在し、感覚的なものと同じように存在するのではない。もし誰かがそれらの認識を感覚と呼び、その認識対象を感覚的なものと――ただし本来の感覚的なものの原因として――呼びたいと欲するなら、名辞へのこだわりは何もない。ただ、われわれがそれらのおのおのを何に対して用いているかが明瞭に示されさえすればよい。
- 3.3Πάντων ἔν τε ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς καὶ ἔτι ἐν ταῖς ἡμετέραις οἰκείως παρ’ ἕκαστα [ὡς] περιεχομένων τῶν εἰδῶν καθόλου
絶対属格構文であり、文頭の Πάντων と末尾の τῶν εἰδῶν καθόλου が主語、περιεχομένων が述語分詞をなす。間に挟まれた前置詞句(ἔν τε ταῖς ...)が様態と場所を示す。文全体の主節は後続の非人称表現 γελοῖον [ἐστὶν] ... ζητεῖν である。
- 3.3ἢ γὰρ τοῦ ἀποδεικνύναι τι τοὺς ἀστρονόμους ... ἀπογνωστέον, καὶ τοῦ τὰς ἀποδείξεις ἐξ αἰτίας γίγνεσθαι ... ἀποστατέον, ἢ μέχρι περ ἂν ἀμφότερα ταῦτα μένῃ, δεῖ καὶ τὰς αἰτίας ἐν καθόλου τισὶ λόγοις προϋπάρχειν
ἢ γὰρ ... ἢ ...(〜であるか、それとも〜であるか)による二者択一の相関構文。前半では動形容詞 ἀπογνωστέον と ἀποστατέον が非人称に用いられ、動名詞属格句(τοῦ ἀποδεικνύναι ..., τοῦ τὰς ἀποδείξεις ... γίγνεσθαι ...)を補語として取る。後半は条件節(μέχρι περ ἂν ... μένῃ)を伴う δεῖ+対格不定詞文である。
- 3.3δυνατὸν δὲ καὶ συγχωρήσαντα πᾶσι τούτοις ... δέχεσθαι τὸ ἑπόμενον
非人称形容詞 δυνατὸν [ἐστι] に主語的不定詞 δέχεσθαι が係る構造。不定詞の意味上の主語(一般的な「人」)が省略されているため、それに呼応する分詞 συγχωρήσαντα は対格(不定詞の主格対格規則)をとる。括弧で補足された長い理由節(ἐπειδὴ ...)が分詞と不定詞の間に挿入されている。
