- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:84.19-85.28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シュリアノスは『形而上学』1076a38以下のレンマに対し、初期プラトン派は数学的対象を感覚的対象の内に置かなかったと述べ、アリストテレスが批判する「二つの立体が共にあることの不可能性」に対して、空間を非物質的延長・立体とみる立場や光の共存の比喩を挙げて反駁する。
" Ὅτι μὲν τοίνυν... ἢ οὐδὲ αἱ αἰσθηταί." Ἐν τούτοις εἴτε ἰσχυρῶς εἴτε μαλακῶς διαγίγνοιτο, πρὸς ἔπος οὐδέν·1 οὔτε γὰρ τῶν Πυθαγορείων τις οὔτε Πλάτων αὐτὸς οὔτε τῶν κατ’ αὐτὸν Πλατωνικῶν τις τὰ γεωμετρούμενα σχήματα καὶ μεγέθη τοῖς αἰσθητοῖς ἐναπέθετο· εἰ δὲ Σεβῆρος ἢ ἄλλος τις τῶν ὕστερον ἐξηγησαμένων τὰ Πλάτωνος ἐκ τῆς παρ’ αὐτῷ τῷ Ἀριστοτέλει κατηχήσεως τοῖς μαθήμασι καταχρῶνται πρὸς τὰς ἀποδείξεις τῶν φυσικῶν αἰτίων, οὐδὲν τοῦτο πρὸς τοὺς ἀρχαίους, ὧν νῦν ἐπιχειρεῖ τὰ δόγματα διελέγχειν· ὥστε παρ’ ἐκείνων οὐδὲν περὶ τούτων ῥηθήσεται πρὸς αὐτόν. ἐπειδὴ δὲ ἀνέπεμψεν ἡμᾶς καὶ εἰς τὰς ἐν τῷ Β τεθείσας ἀπορίας, ῥητέον πρὸς τἀκεῖ ῥηθέντα, ὅτι οὐδὲ δύο ἅμα στερεὰ κατὰ πάντας εἶναι ἀδύνατον· καὶ οὐκ εἰς τοὺς Στωϊκοὺς ἀποβλέπων ἐπιστήσειεν ἄν τις τῷ λόγῳ, οἳ καὶ τοὺς ἐνύλους ὄγκους χωρεῖν δι’ ἀλλήλων οὐκ ἀπέγνωσαν, ἀλλὰ μᾶλλον εἰς ἐκείνους, οἳ τὸ διάστημα διὰ παντὸς φοιτᾶν ὑποθέμενοι τοῦ κόσμου καὶ δεδέχθαι πᾶσαν εἰς ἑαυτὸ τὴν σώματος φύσιν, οὔτε τέμνειν αὐτό φασιν οὔτε τέμνεσθαι τῷ ἀέρι καὶ τοῖς ἄλλοις συνδιαιρούμενον σώμασιν, ἀλλ’ ἀκλινὲς καὶ βέβαιον καὶ ἀκίνητον καὶ πάσης μεταβολῆς ἐξῃρημένον τετάσθαι διὰ παντὸς τοῦ κόσμου, χώραν καὶ ὑποδοχὴν καὶ ὅρον καὶ περιγραφὴν καὶ πᾶν τὸ τοιοῦτον ἐπιφέρον τοῖς τοῦ φαινομένου κόσμου πληρώμασιν. οὗτοι δὴ μαθηματικὸν μὲν ἄντικρυς οὔ φασιν εἶναι σῶμα τὸν τοιοῦτον τόπον καὶ τὸ διάστημα, ἐοικέναι μέντοι τῷ μαθηματικῷ κατά τε τὸ ἄυλον καὶ τὸ ἀκίνητον καὶ τὸ ἀναφὲς καὶ 〈τὸ〉 ἀντιτυπίας ἐλεύθερον καὶ τὸ πάσης ἅμα καθαρεύειν παθητικῆς ποιότητος· ἔτι δὲ ὥσπερ τὸ μαθηματικὸν σῶμα τοῦ λόγου προβληθέντος ἐν διανοίᾳ κατὰ τὸ πνεῦμα καὶ τὴν ἐν τῷ πνεύματι φαντασίαν ὑφίσταται (ἅμα τε γὰρ ὁ λόγος τῆς σφαίρας εἰ τύχοι πρόχειρος γέγονε καὶ ἡ φαντασία σὺν ἀύλῳ τῷ ὄγκῳ τὴν μαθηματικὴν σφαῖραν ἐθεάσατο), οὕτω δὴ καὶ τῇ βουλήσει τε καὶ νοήσει τῆς κοσμικῆς ψυχῆς τοῦτο τὸ σφαιρικὸν ἐν τῷ παντὶ διάστημα σύνδρομον σχεῖν τὴν ὑπόστασιν,2 τῆς ψυχῆς διὰ μὲν τὸ πρὸς νοῦν ὁρᾶν σφαιρικὸν αὐτὸ ποιούσης, διὰ δὲ τὸ πάντα θεωρεῖν τὰ εἴδη χωρητικὸν τῶν πάντων σωμάτων καὶ ἰδίᾳ ἑκάστου καὶ τῶν ὅλων ὡς ἑνός, ἐπεὶ καὶ αὐτῆς αἱ νοήσεις καὶ συνεχεῖς εἰσι καὶ μεταβατικαί, ἐπειδὴ τὰ νοητὰ εἴδη τὰ ἐν τῷ παντελεῖ ζῴῳ καὶ ἥνωται καὶ διακέκριται, καίπερ ὑπὸ μιᾶς φύσεως περιεχόμενα· ὧν δὴ μιμήματα φέρων ὁ κόσμος διαστατῶς αὐτὰ καὶ οὐκ ἀμεγέθως ὑπεδέξατο. — ἀλλ’ οὗ χάριν ὁ σύμπας οὗτος ἀνακεκίνηται λόγος, ὅτιπερ3 οὔτε κατὰ τούτους τοὺς ἄνδρας οὔτε κατὰ τοὺς τὰ ἄυλα καὶ ἁπλᾶ τῶν σωμάτων χωρεῖν δι’ ἀλλήλων ἀδιαιρέτως ὑπολαμβάνοντας ἀδύνατόν ἐστι δύο ἅμα στερεὰ γίγνεσθαι σώματα, ἀλλὰ δύο μὲν ἔνυλα καὶ ἀντίτυπα τὸν αὐτὸν κατέχειν τόπον ἀδυνατώτατον εἶναί φασι, τὰ δὲ ἄυλα τοῖς φωσὶν ἐοικέναι τοῖς ἀπὸ διαφόρων λαμπάδων πεμπομένοις καὶ διὰ παντὸς τοῦ αὐτοῦ οἰκήματος κεχωρηκόσι καὶ δι’ ἀλλήλων ἀσυγχύτως καὶ ἀδιαιρέτως πεφοιτηκόσι· καὶ γὰρ ταῦτα, εἰ καὶ ἀσώματά τις βούλοιτο λέγειν, ἀλλ’ οὖν συνδιαστάντα τοῖς σώμασι καὶ συνεκταθέντα κατὰ τὰς τρεῖς διαστάσεις οὐ κωλύεται τὸν αὐτὸν ἔχειν τόπον ἀλλήλοις τε καὶ τοῖς σώμασι δι’ οὐδὲν ἕτερον ἢ ὅτι ἁπλᾶ ἐστι καὶ ἄυλα καὶ οὐ μερίζεται διαιρούμενα, τῇ δὲ ἀρχῇ τῇ ἑαυτῶν συνημμένα καὶ ταύτης ἐξηρτημένα πάρεστι μὲν ἐκείνης ἐλλαμπούσης, ἀπιούσης δὲ συναπέρχεται· ἃ δὴ καὶ τὰ ἄυλα σώματα 〈τὰ〉 τῶν ψυχῶν ἐξηρτημένα ποιεῖν οὐ κωλύεται.
「それゆえ、……あるいは感覚的なものさえ[存在しない]ということが。」 これらにおいて彼が強力に論断しようと軟弱に論断しようと、議論には何の関係もない。というのも、ピュタゴラス派の誰も、プラトン自身も、同時代のプラトン派の誰も、幾何学的に扱われる図形や大きさを感覚的なものの内に置くことはしなかったからである。もしセウェロスやプラトンを注釈した後の時代のだれかが、アリストテレス自身の教理手引きからとって、自然学的諸原因の証明のために数学的対象を悪用しているとしても、このことは古代人たちにとっては無関係であり、アリストテレスが今論駁を試みているのは彼らの教説なのである。したがって、かの人々から彼に対してこのことについて語られることは何もないであろう。しかし、彼がわれわれを[巻]Βで提起されたアポリアーにも差し戻した以上、あそこで語られたことに対して、二つの立体が共にあることはすべての人々にとって不可能であるわけではない、と語らねばならない。そして、人はこの議論に注意を促すにあたって、質料を帯びた塊同士が相互に浸透することさえ否定しなかったストア派に目を向けるのではなく、むしろ、間隔が宇宙の全体を行き渡り、物体の本性の全体を自己のうちに受容していると仮定し、その間隔が空気や他の物体とともに分割されることで自ら切断することも切断されることもなく、傾きなく確固として不動であり、あらゆる変化から超越して宇宙の全体にわたって張り広げられており、現象する宇宙の充実物たちに場所、受容体、限界、輪郭、およびその種のあらゆるものをもたらしていると主張する人々の方に目を向けるであろう。この人々は、まさにこのような場所や間隔を端的に数学的物体であるとは言わないが、非物質的であること、不動であること、触知不能であること、反発性から自由であること、またあらゆる受動的な性質をまったく免れていることにおいて、数学的なものに似ていると言う。さらに、数学的物体が思知においてロゴスが投げ出されたとき気息および気息の内の表象に従って存立するように(なぜなら例えば球のロゴスが手元に生じると同時に、表象が非物質的な塊を伴って数学的な球を観じたからである)、まさにそのように、宇宙の魂の意志と思知によって、万物のうちにあるこの球形の間隔もまた共時的な存立をもつのだと[彼らは言う]。魂は知性を観ることによってそれを球形にし、すべての形相を観照することによってすべての物体の、個々の物体にとっても単一のものとしての全体にとっても受容的なものにしているからである。魂自身の思知もまた連続的であり推移的であるのであり、完全な生体の内にある知性的形相が、単一の本性によって包含されていながらも、結合されると同時に区分されているからである。宇宙はまさにこれらの模像を担いながら、それらを間隔を伴って、また大きさなくしてではなく受容したのである。――だが、この全体の議論が呼び起こされた目的は、この人々にとっても、また物体のうちの非物質的で単純なものが互いに不可分に浸透するとみなす人々にとっても、二つの立体物体が共にあることは不可能ではない、ということである。むしろ彼らは、二つの質料を帯びて反発するものが同一の場所を占めることは極めて不可能であるが、非物質的なものは異なる灯火から放たれ同一の部屋の全体を行き渡り互いの内を混同なく不可分に行き交う光に似ていると言うのである。というのも光は、たとえそれを非物体的と呼ぶことを望む者がいるとしても、物体とともに間隔をもち、三次元に従ってともに延長されながらも、互いに対しても物体に対しても同一の場所をもつことを妨げられないからであり、その理由は、それらが単純で非物質的であり、分割されて部分に分かたれることがなく、自己の始原に結合されこれに依存していて、始原が輝きを放っているときには現前し、立ち去るときにはともに立ち去るからということに他ならない。まさにこのことは、魂たちに依存した非物質的物体が行うことも妨げられないのである。
- 3.1πρὸς ἔπος οὐδέν
述語動詞(ἐστί)を省略した慣用的な評言で、「本題(議論)にとっては無関係である」「何の意味もなさない」を意味する。直前の条件節「彼が強力に論断しようと軟弱に論断しようと」(εἴτε ἰσχυρῶς εἴτε μαλακῶς διαγίγνοιτο)に対する主節として機能している。
- 3.1οὕτω δὴ καὶ τῇ βουλήσει τε καὶ νοήσει τῆς κοσμικῆς ψυχῆς τοῦτο τὸ σφαιρικὸν ἐν τῷ παντὶ διάστημα σύνδρομον σχεῖν τὴν ὑπόστασιν
直前の直説法による直喩(ὥσπερ ... ὑφίσταται)に対応する相関節(οὕτω δὴ καί...)であるが、文構造は直前の文から続く間接話法(οὗτοι δὴ ... οὔ φασιν ... ἐοικέναι μέντοι...)を継承しており、不定詞 σχεῖν が主動詞 φασίν の目的語として対格不定詞構文を形成している。
- 3.1ἀλλ’ οὗ χάριν ὁ σύμπας οὗτος ἀνακεκίνηται λόγος, ὅτιπερ...
関係詞節 οὗ χάριν ὁ σύμπας οὗτος ἀνακεκίνηται λόγος 全体が主語となり、係辞(ἐστί)が省略され、接続詞 ὅτιπερ に導かれる名詞節が述語として接続する省略的統語構造。「しかしこの全体の議論が呼び起こされた目的は、……ということである」と解する。
