← シュリアノス

アリストテレス『形而上学』注解

§34.19-35.19

先後関係のある種における類の存立の擁護

アリストテレスが先後関係のあるものには共通の類が離れて存在しないと論ずるのに対し、シリアノスは同類的な種の間にも先後や優劣が存在しうること、そして類がそれらすべてを一的に産出し包括することを論じて類の存立を擁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.44

" Ἔτι... ὕστερον." Τὸ ἐπιχείρημα δοκεῖ μὲν ἀναιρεῖν καὶ τὴν ὑπόστασιν τῶν γενῶν, ἵνα δὴ μόνα τὰ ἄτομα εἴδη καὶ ᾖ καὶ εἰς ἀρχῆς λόγον1 παραλαμβάνηται. οὔτε μέντοι δρᾷ τοῦτο, καὶ εἴπερ οἷόν τε ἦν, συνανῄρητο ἂν εὐθὺς [ἔστι] καὶ τὰ εἴδη τοῖς γένεσι·2 προσάλληλα γὰρ ταῦτ’ ἐστί τε καὶ λέγεται. πῇ οὖν κατορθοῖ καὶ πῇ παραλογίζεται; ὅτι μὲν ἐπὶ τῶν ὁμογενῶν εἰδῶν ἔστιν ἰδεῖν τό τε πρότερον καὶ τὸ ὕστερον καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον, σχεδὸν ὁμολογούμενον ἂν εἴη καὶ πρὸς ἡμῶν· καὶ ἵνα μὴ νῦν τὰ οὐράνια καὶ θεῖα καὶ ἀθάνατα καὶ νοερὰ ζῷα τοῖς χερσαίοις καὶ ἐπικήροις καὶ φθαρτοῖς καὶ ἀλογωτάτοις παραβάλλων ὄχλον συνεισφέρω τῷ σκέμματι, περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον. εἴπερ αἱ διαφοραί, καθ’ ἃς τὰς δυνάμεις διακρίνομεν τῶν εἰδῶν πρὸς τὴν τῶν γενῶν ὑπόστασιν, οὔτε ἰσότιμοί εἰσι καὶ τὰ πολλὰ τοῦ εἴδους καὶ στερήσεως ἔχουσι τάξιν πρὸς ἑαυτάς, πᾶσα ἀνάγκη καὶ τὰ εἴδη διαφέρειν ἀλλήλων τῷ βελτίονι καὶ χείρονι καὶ τῷ προτέρῳ καὶ ὑστέρῳ. τιμιώτερος γοῦν παρὰ τοῖς Πυθαγορείοις ὁ περιττὸς τοῦ ἀρτίου καὶ ὁ κύκλος τῶν εὐθυγράμμων, ἔτι δὲ τὸ κυκλοφορούμενον σῶμα τοῦ εὐθυφορουμένου, καὶ τὰ ἄλλα πάντα σχεδὸν οὕτως· οὐ μὴν διὰ τοῦτο τὰ εἴδη ταῦτα οὐ τάττεται ὑφ’ ἓν γένος· εἴτε γὰρ μὴ ἐν τῷ γένει 〈αἱ〉 διαφοραὶ ἀλλ’ ἔξωθεν ἐπεισίασι τοῖς εἴδεσι, δύναται τὰ εἴδη τὸ μὲν ταὐτὸν καὶ ὅμοιον ἔχειν ἐκ τοῦ γένους, τὸ δὲ πρότερον καὶ ὕστερον καὶ βέλτιον καὶ χεῖρον ἐκ τῶν διαφορῶν· εἴτε τὸ γένος καὶ τὰς διαφορὰς πάσας τῶν ἐν ἑαυτῷ περιέχοι, παράγει μὲν πολλὰ εἴδη τὰ μὲν ἑαυτῷ προσεχέστερα, τὰ δὲ μέσην ἔχοντα τάξιν ἐν τοῖς προϊοῦσιν ἀπ’ αὐτοῦ, τὰ δὲ καὶ πρὸς τῇ τελευτῇ τῶν παρ’ αὐτοῦ γεννωμένων διακοσμήσεων ἀναφαινόμενα, πᾶσί γε μὴν ἴνδαλμα ἑαυτοῦ ἐντίθησι καὶ χαρακτῆρα καὶ ἔμφασιν, δι’ ἧς ἐπὶ τὴν μίαν αὐτῶν καὶ γενικωτάτην ἀρχὴν ἀναπέμπεσθαι δύναται. κατὰ δὴ τὴν μίαν ταύτην ἔμφασιν καὶ συνώνυμα εἶναι ἀλλήλοις οὐ κωλύεται, καίτοι κατ’ ἄλλας αἰτίας πολλὴν ἔχοντα πρὸς ἑαυτὰ διαφορὰν καὶ ἑτερότητα. σχεδὸν οὖν εἰς τοὐναντίον ὁ λόγος περιέστη τοῖς ἐπιχειρήμασι σπουδάσασιν ἀνελεῖν τὴν τῶν γενῶν ὑπόστασιν· τὰ μὲν γὰρ δέδεικται δι’ ὑπερβάλλουσαν δύναμιν γονιμωτάτην 〈τε〉 αἰτίαν καὶ πρῶτα καὶ μέσα καὶ τελευταῖα παράγοντα τῶν εἰδῶν· τὰ δὲ κατὰ τῶν ἀτόμων εἴδη λεγόμενα μικροῦ καὶ αὐτὰ ἄτομα γεγενῆσθαι3 διὰ τὸ μὴ πόρρω τῆς ὕλης τετάχθαι, φύσει οὔσης ἀγόνου καὶ τὰ πλησιάσαντα αὐτῇ στενοχωρούσης καὶ ἐπὶ πλῆθος εἰδητικῶν δυνάμεων οὐ συγχωρούσης ἐκτείνεσθαι· διόπερ οὐδὲ ἐπὶ προτέρων καὶ ὑστέρων οὐδὲ βελτιόνων καὶ χειρόνων τὸ ἄτομον εἶδος κατηγορεῖσθαι δεδύνηται διὰ σμικρότητα φύσεως καὶ περιγραφὴν ἰδιότητος.

「さらに……後なるもの。」 この論証は、まさに不可分の種のみが存在し原理の規定として受け入れられるように、類の存立をも無効にしようとしているように思われる。しかし、[論証は]これを成し遂げてはおらず、もしそれが可能であったとしても、種もまた直ちに類とともに無効にされてしまったであろう。なぜならこれらは相互に関係し合い、そのように言われるからである。では、どの点において[論証は]正当であり、どの点において誤謬を犯しているのか。同類の種において、より先なるものと後なるもの、より善きものと劣悪なるものとを認めることができるということは、我々の側からもほぼ認められることであろう。そして今、天上にして神性、不死、知的な動物を、陸生で死すべき、消滅しやすく、最も理性なきものと比較することによって検討に紛糾を持ち込むことがないように、私はそれらすべてのことについて議論が考察されることを求める。もし、それらによって我々が類の存立に対する諸種の能力を区別するところの種差が、同等に尊厳あるものではなく、ほとんど形相と欠如の順序を相互に対して持っているとするなら、種もまたより善きものと劣悪なるもの、より先なるものと後なるものによって相互に異なっていることは全面的に必然である。少なくともピュタゴラス派のもとでは、奇数は偶数よりも尊く、円は直線的な図形よりも尊く、さらに円運動する物体は直線運動する物体よりも尊く、他のすべてのものもほぼ同様である。だからといってこれらの種が一つの類のもとに配置されないということは決してない。なぜなら、たとえ種差が類のうちにあるのではなく外部から種に付け加わるとしても、種は類から同一性と類似性を持ち、種差から先と後、より善きことと劣悪なることを持つことができるからである。また、たとえ類が自己のうちにあるものたちのすべての種差をも包括しているとしても、[類は]あるものは自己により近接し、あるものは自己から発出するものたちの中で中間的な位置を持ち、あるものは自己から生み出される秩序づけの末端において現れ出るような多くの種を産出するが、そのすべてに対して自己の映像、刻印、表現を植え付け、それによって[種は]それらの単一にして最普遍の原理へと連れ戻されることができるのである。まさにこの単一の表現にしたがって、それらが相互に同義的であることは妨げられない。もっとも、他の諸原因にしたがっては、相互に対して多くの差異と異質性を持っているとしても。したがって議論は、類の存立を無効にしようと熱心であった論駁者たちにとってほぼ正反対の結果へと立ち至った。なぜなら、一方は超越的な能力と最も多産な原因によって、諸種の最初、中間、最後のものを産出することが示されたが、他方で不可分のものについて言われる種は、質料から遠くないところに配置されているがゆえに、それ自身もほとんど不可分なものとなっている[と示された]からである。質料は自然本性上不毛であり、自己に近づいたものを窮屈にさせ、形相的な諸能力の多数性へと広がっていくことを許さない。それゆえにまた、不可分の種は自然本性の微小さと固有性の限定のゆえに、先なるものと後なるものについても、より善きものと劣悪なるものについても述語づけられることができなかったのである。

構文注3 件
  1. 1.44καὶ ἵνα μὴ νῦν ... παραβάλλων ὄχλον συνεισφέρω τῷ σκέμματι, περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον

    構文の骨格は ἵνα μὴ ... ὄχλον συνεισφέρω(目的節)と主節 περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον からなる。主節の ἀξιῶ は「私は求める/当然と考える」であり、対格不定詞構文 τὸν λόγον σκοπεῖσθαι(受動「議論が考察されること」)を従える。ἐκείνων は直前の極端に対比的な個々の具体例(天上・知的な動物と地上の非理性的な動物)ではなく、一般的な同類の種差・形相一般(前文の τῶν ὁμογενῶν εἰδῶν)を指す受容。

  2. 1.44συνανῄρητο ἂν εὐθὺς [ἔστι] καὶ τὰ εἴδη τοῖς γένεσι

    非現実の条件文の帰結節。接続法ではなく過去完了直説法 συνανῄρητο に ἄν が付されており、事実に反する事態が即座に完了してしまうことを表す。底本で角括弧に入れられている ἔστι は文法上余計な語(衍字)として無視して読まれる。与格 τοῖς γένεσι は共伴あるいは結びつきを表す(類とともに)。

  3. 1.44τὰ δὲ κατὰ τῶν ἀτόμων εἴδη λεγόμενα μικροῦ καὶ αὐτὰ ἄτομα γεγενῆσθαι

    前文の τὰ μὲν γὰρ δέδεικται ... παράγοντα に対して、対比を示す μέν...δέ 構文の後半部。主動詞 δέδεικται または間接話法を引き継いで、対格不定詞(または主格相当の名詞句+不定詞)γεγενῆσθαι が現れている。μικροῦ は μικροῦ δεῖν の略で副詞的に「ほとんど/すんでのところで」を意味し、καὶ αὐτά(「それら自身も」)を修飾する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:34.19-35.19