← シュリアノス

アリストテレス『形而上学』注解

§20.12-21.8

公理と実体の知の同一性と実体の諸学の単一性

シリアノスは、実体を知る学問と公理を知る学問の統一性を示すアリストテレスの議論を、知性と第一哲学の構造から補足・擁護し、続いて実体を扱う学問が単一か複数かを問う第三のアポリア(997a15)の注解に入る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.25

" Ἀλλὰ... ψεῦδος." Εἰ μὴ ὁ αὐτὸς τὰς τῶν πραγμάτων ἀρχὰς οἶδε καὶ τὰς τῶν ἀποδείξεων, ἀλλ’ ἕτερος καὶ ἕτερος, ἀτελὴς μὲν αὐτῶν ἑκάτερος ἔσται, ὁ μὲν οὐκ εἰδὼς ἀποδεῖξαι, ὁ δὲ διακένους πλέκων συλλογισμούς, ἅτε τῶν πραγμάτων τὴν φύσιν ἀγνοῶν. ἀμφισβητήσουσι δὲ περὶ τῶν πρωτείων· μέγα γὰρ καὶ τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπεσκεμμένον τὰς πάντων περιληπτικωτάτας ἀξίωμα.1 τίνα τε δεῖ καλεῖν, εἰ μὴ ὁ αὐτός ἐστι τῷ σοφῷ, καὶ τέλεον ἀπορήσομεν.2 ὅτι μὲν οὖν τῇ αὐτῇ μεθόδῳ κατεσκεύασε τῶν τε αἰτίων πάντων τοῦ ὄντος ἐπιστήμονα εἶναι τὸν σοφὸν ἕνα ὄντα καὶ [ὅτι] τῶν ἀποδεικτικῶν ἀρχῶν, ὁ μεμνημένος ἐκείνων εἴσεται· ὅτι δὲ δι’ ἐλαχίστων ἱκανῶς αὐτῷ δέδεικται τἀληθές, ἔξεστι συνορᾶν· εἰ γὰρ ἡ διαίρεσις τῶν γνώσεων ἀτελεῖς μὲν ἀμφοτέρας ποιεῖ τὰς ἐπιστήμας καὶ γελοίας καὶ ἃ προσποιοῦνται εἰδέναι οὐκ εἰδυίας, ἔτι δὲ στασιάζειν περὶ πρωτείων, τὴν δὲ ἑτέραν αὐτῶν τὴν πειρωμένην πάντα περιλαμβάνειν ταῖς οἰκείαις ἐπιβολαῖς μικροῦ καὶ ἀνώνυμον ἀποφαίνει, πῶς οὐκ ἀσφαλέστατα ἡ ἕνωσις τῶν ἐπιστημῶν κεκύρωται; καὶ εἰ τὰς ἀρχὰς τῶν ἀποδείξεων πάσαις ταῖς ἐπιστήμαις ἡ ἑτέρα αὐτῶν χορηγεῖ, τίς ἂν ἄλλη εἴη πλὴν ἡ πρώτη φιλοσοφία καὶ ἡ περὶ τὸ ὂν ᾗ ὂν διατρίβουσα; αὕτη γὰρ νοῦν μιμουμένη, παρ’ ᾧ νόησις καὶ νοητὸν οὐ διῄρηται, τῇ μὲν νοήσει διὰ τῆς γνώσεως τῶν ἀξιωμάτων ἀφομοιοῦται, τῷ δὲ νοητῷ διὰ τῆς τοῦ ὄντος θεωρίας. εἰ δὲ ἐλλείψει κατὰ θάτερα, νοῦ μίμημα ἔσται τὰ ἕτερα ἔχοντος καὶ οὐ τὰ συναμφότερα, ἢ νόησιν ἄνευ νοητοῦ ἢ τὸ νοητὸν ἄνευ νοήσεως, ὃ ταὐτὸν τῷ νοῦν ἀνόητον μιμεῖσθαι.

「しかし……偽である。」 もし同一の者が事物の原理と論証の原理とを知るのではなく、互いに別々の者であるとするなら、彼らの各々は不完全な者となるであろう。一方は論証することを知らず、他方は事物の本性を知らないがゆえに中身のない空虚な推論を編み上げることになる。また彼らは第一の座をめぐって争うであろう。なぜなら、すべてのものをもっとも包括する論証的原理を考察したという位階もまた偉大なものだからである。そして、もし彼が知者と同一でないとすれば、彼を誰と呼ぶべきかについて、我々は完全に途方に暮れることになる。したがって、彼が同一の方法によって、一にして同一である知者が存在するもののすべての原因の学者であるとともに論証的原理の学者でもあると論証したことは、それらの議論を覚えている者なら知っているであろう。しかし、真理が彼によってきわめて簡潔に十分に示されたということは、容易に見届けることができる。なぜなら、諸々の認識の分離が、両方の学問を不完全かつ滑稽なものにし、自ら知っていると主張する事柄を知らないものとし、さらに第一の座をめぐって争わせ、しかもその固有の直観によってすべてを包括しようと試みる方の学問をあやうく無名のものに仕立ててしまうのだとすれば、両学問の統一はいかに極めて堅固に確立されたことになろうか。また、もし論証の原理をあらゆる学問に対してこれらの一方が提供するのだとすれば、第一哲学、すなわち存在するものを存在する限りにおいて扱う学問以外の何であろうか。なぜなら、この学問は、思惟と思惟対象とが分離されていない知性を模倣しつつ、公理の認識を通じて思惟に同化し、存在するものの観照を通じて思惟対象に同化するからである。しかし、もし一方が欠けるならば、両方ではなくいずれか一方、すなわち思惟対象のない思惟か、思惟のない思惟対象のみをもつ知性の模像となるであろうが、これは思惟しない知性を模倣することと同じである。

§1.26

"Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστιν ἢ πλείους ἐπιστῆμαι." Ζητεῖ μὲν εἰ περὶ πᾶσαν οὐσίαν μία ἔσται ἐπιστήμη νοητήν τε καὶ αἰσθητὴν κἂν εἴ τις εἴη τούτων μεταξύ, ἢ πλείους ἔσονται κατὰ τὰς τῶν οὐσιῶν πληθυνόμεναι διαφοράς. τοῦτο δὲ ἦν καὶ ἐν τοῖς προβλήμασι τὸ τὴν τρίτην προτεῖνον ἀπορίαν.3 ἡ μὲν οὖν σύντομος καὶ ἀληθεστάτη καὶ αὐτῷ 〈ἀρέσκουσα〉 Ἀριστοτέλη περὶ τούτων ἀπάντησις, ὅτι μία μὲν ἡ ἀνωτάτω, πολλαὶ δὲ αἱ προσεχεῖς, καὶ μία μὲν ἡ πᾶν τὸ ὂν ᾗ ὂν θεωροῦσα, πολλαὶ δὲ αἱ μόρια τούτου κατανειμάμεναι καὶ ἑτέρως αὐτὰ καὶ οὐχ ᾗ ὄντα μεταχειριζόμεναι. πῶς δὲ αὐτὸς εἰς τὰ ἀντικείμενα νῦν ἐπιχειρεῖ, κατανοήσωμεν.

「総じて、諸々の実体について、すべての実体の学問は一つであるのか、それとも複数あるのか。」 彼は、知解可能な実体であれ感覚的な実体であれ、あるいはこれらの間に何かがあるとしても、あらゆる実体をめぐって単一の学問が存在するのか、それとも諸実体の差異に従って増大して複数存在するのかを問うている。そしてこれは諸問題の中において第三のアポリアを提示したものでもあった。それゆえ、これらについての簡潔にしてきわめて真実であり、アリストテレス自身にも適う回答は、最高峰の学問は一つであり、直近の学問は多数あるということ、また存在するものを存在する限りにおいてその全体として観照する学問は一つであり、この一部を分け持ち、それらを存在する限りにおいてではなく別の仕方で扱う学問は多数ある、ということである。しかし、彼自身が今いかにして対立する両論へと論難を試みているかを理解しよう。

構文注3 件
  1. 1.25μέγα γὰρ καὶ τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπεσκεμμένον τὰς πάντων περιληπτικωτάτας ἀξίωμα

    ここでの ἀξίωμα は論理学の「公理」ではなく「尊厳・権威・位階」の意味であり、文構造としては μέγα が述語形容詞、τὸ ... ἀξίωμα が主語を成す。中性分詞句 τὸ ... ἐπεσκεμμένον は ἀξίωμα に直接係り、「すべてのものを最も包括する論証的原理を考察したという位階」を表す。

  2. 1.25τίνα τε δεῖ καλεῖν, εἰ μὴ ὁ αὐτός ἐστι τῷ σοφῷ, καὶ τέλεον ἀπορήσομεν

    間接疑問節 τίνα τε δεῖ καλεῖν(「誰と呼ぶべきか」)が主節 τέλεον ἀπορήσομεν(「完全に途方に暮れるであろう」)に先行している。τίνα は呼格的述語対格であり、意味上の目的語(論証的原理を知る者)は文脈から省略されている。καί は帰結節の冒頭で強意(「まさに」「全く」)として働く。

  3. 1.26τοῦτο δὲ ἦν καὶ ἐν τοῖς προβλήμασι τὸ τὴν τρίτην προτεῖνον ἀπορίαν

    τοῦτο が主語、τὸ ... προτεῖνον(中性主格分詞句)が述語名詞を成し、「この問いは諸問題(アポリアの提示箇所)の中で第三のアポリアを提示していたものでもあった」という意味になる。ἦν は過去の言及箇所(先行する論点提示箇所)を想起させる未完了過去。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:20.12-21.8