← シュリアノス

アリストテレス『形而上学』注解

§146.7-147.27

偶奇の区別と可知的な数および手本の有限性

シリアノスは偶奇の区別が形相的数ではなく数学的数にのみ該当することを説き、アリストテレスが伝える数の生成論を検討する。続いて手本(イデア)および可知的な数が無限ではなく有限である理由を、フィロラオスの証言や自知の観点から論駁・釈明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.92

" Ὅτι μὲν... ἀεί ἐστιν." Πρὸς τὸν μαθηματικὸν ἄν τις μᾶλλον ἀπορήσειε ταῦτα δικαίως ἀριθμόν, οὐ πρὸς τὸν θεῖον καὶ εἰδητικόν· ἐκεῖ γὰρ ἄλλως τὸ ἄρτιον καὶ τὸ περιττόν, οὐχ ὡς νῦν οὗτος λαμβάνει, ἀλλὰ μᾶλλον ὡς εἰώθασιν οἱ ποιηταὶ θεοὺς λέγειν καὶ θεάς· ‘’κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι’’. κἀκεῖ γὰρ ἡ δημιουργικὴ μονὰς τὰς δύο συστοιχίας τῆς θείας καὶ προνοητικῆς ἀποπληροῖ νοήσεως. πρός γε μὴν τὸν μαθηματικὸν οἰκειότερον ἦν ταῦτα διαπορεῖν· εἴτε γὰρ πεπερασμένος ὁ ἀριθμός, στήσεται αὐτοῦ ἡ πρόοδος καὶ οὕτω πᾶς ἀριθμὸς ἄρτιος ἢ περισσός, ἢ ἔσται τις ἄρτιος ἢ περισσὸς ἄπειρος. ῥηθήσεται δὲ καὶ πρὸς τὸν οὕτως ἀποροῦντα περὶ τοῦ μαθηματικοῦ ἀριθμοῦ τἀληθῆ, ὅτι πᾶς μὲν ὁ λαμβανόμενος καὶ πεπερασμένος ἐστὶ καὶ ἢ περιττὸς ἢ ἄρτιος, ὁ δὲ μήπω ληφθεὶς ἄγνωστός τέ ἐστι καὶ ἀνείδεος καὶ ἄπειρος καὶ δυνάμει μὲν τοιοῦτος,1 ἐνεργείᾳ δὲ οὔτε ἄρτιος οὔτε περιττός. ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἴδωμεν δὲ πῶς ὁ Ἀριστοτέλης τὴν γένεσιν παραδίδωσι τοῦ ἀριθμοῦ, καθ’ ἣν ἀνάγκη πάντα ἢ ἄρτιον ἢ περιττὸν γίγνεσθαι.

「……であることは常にである。」 人はこれらのことを、神的な形相的数に対してではなく、むしろ数学的数に対して正当にもアポリアとするであろう。なぜなら、かの地では偶数と奇数は別の仕方で[あり]、彼[アリストテレス]が今とっているような仕方ではなく、むしろ詩人たちが男神たちと女神たちを語るのに慣れているような仕方だからである。「聞け、わが言葉を、すべての男神たちよ、すべての女神たちよ」。かの地でも、創造的モナスは神的かつ配慮的な知解の二つの同列系列を満たしているからである。しかし数学的数に対してこそ、これらのアポリアを論じるのがよりふさわしかった。なぜなら、もし数が有限であるなら、その進行は停止し、そのようにしてすべての数は偶数か奇数であるか、あるいはある偶数または奇数が無限であることになるからである。しかし、数学的数についてこのようにアポリアを提起する者に対しても真実が語られるであろう、すなわち、取り出されるすべての[数]は有限であり奇数か偶数かのいずれかであるが、まだ取り出されていないものは不可知であり、無形相であり、無限であって、可能態としてはそのようなもの[偶数または奇数]であるが、現実態としては偶数でも奇数でもない、と。これらについてはこれくらいにしておこう。アリストテレスが数の生成をどのように伝えているかを見よう、その生成によれば、すべてのものが偶数か奇数になることが必然である。

§3.93

"Ὡδὶ μὲν... ὁ ἄλλος ἄρτιος." Τὸ μὲν ἓν ἐμπεσὸν τῇ δυάδι κατ’ αὐτὸν ποιεῖ τὸν τρία, ἡ δὲ δυὰς ἐπὶ μὲν τὸ ἓν ἐλθοῦσα ποιεῖ τὸν δύο, ἐπὶ δὲ τοῦτον γιγνομένη καὶ ὁμοίως ὁδεύουσα τὸν ἀρτιάκις ἄρτιον, τῷ δὲ τρία καὶ τοῖς ἄλλοις περιττοῖς ἐπιγιγνομένη τὸν ἀρτιοπέρισσον, ᾧ πάλιν ἐπεμπεσοῦσα ποιεῖ τὸν περισσάρτιον. ταῦτα ὡς τοῖς πρεσβυτέροις ἀρέσκοντα λέγει ἀπορεῖ τε ὀρθῶς· † εἴπερ μὴ ὀρθῶς ἱστόρηται κατ’ οὐδὲν προσήκει τῷ εἰδητικῷ ἀριθμῷ.

「このように……他の偶数。」 一は彼によれば二に落ち込んで三を作り、他方、二は一に向かって進むと二を作り、これ[二]の上に生じて同様に進むと偶数回偶数を、三や他の奇数たちの上に加わると偶奇数を、これ[偶奇数]に再び落ち込むと奇偶数を作る。これらを彼は先行する者たちの好むところとして語り、正当にもアポリアを提起している。もし正しく報告されていないとするなら、形相的数にはまったく妥当しない。

§3.94

"Ἔτι εἰ... ἰδέας." Τοῦτο μᾶλλον πραγματειῶδες τὸ ἐπιχείρημα. φασὶ δὲ καὶ πρὸς τοῦτο οἱ προϊστάμενοι τῆς ἀπειρίας τῶν παραδειγμάτων οὐχ ἅμα πάντα τὰ εἴδη τὸν αἰσθητὸν ὑποδέχεσθαι κόσμον, ἔνιοι δὲ αὐτῶν οὐδὲ ἐν τῷ ἀπείρῳ χρόνῳ φασὶ πάντων τῶν εἰδητικῶν αἰτίων εἰκόνας ὑποδέχεσθαι τὸν κόσμον· τοιαῦτα γὰρ οἱ περὶ Ἀμέλιον τὸν Πλωτίνειον νεανιεύονται. ἔοικε δὲ μᾶλλον ὁ Ἀριστοτέλης τῆς τῶν πρεσβυτέρων διανοίας ἐν τούτοις ἐστοχάσθαι· διὸ καὶ ἐπήγαγεν οὔτε κατὰ τὴν θέσιν ἐνδέχεται, τὴν αὐτῶν ἐκείνων δόξαν οὕτω καλῶν τάχα ὡς ἔχουσάν τι παράδοξον. καὶ τοῦτο μέντοι ζηλωτὸν ἐν τοῖς ἐκκειμένοις τοῦ Ἀριστοτέλους, ὅτι τὰς ἰδέας οὐ πρώτων εἶναι τῶν αἰσθητῶν ἔφη λέγειν αὐτούς, ἀλλ’ † ἑαυτῶν μέν, εἶναι δὲ καὶ παραδείγματα τῶν τε ψυχικῶν εἰδῶν καὶ τῶν φυσικῶν καὶ [τῶν] τελευταίων τῶν αἰσθητῶν, ἅπερ ᾐνίξατο διὰ τοῦ ἢ ἄλλου τινός. ἔστω δ’ οὖν δεδειγμένον αὐτῷ, ὅτι οὔκ εἰσιν ἄπειροι οἱ νοητοὶ ἀριθμοὶ τῇ οἰκείᾳ ἑαυτῶν φύσει, καίτοι παρ’ ἡμῖν ἄγνωστοι καὶ ἀπερίληπτοι ὄντες· εἰ γὰρ καὶ μὴ δι’ ἃς αἰτίας εἴρηκε παραιτήσαιτο ἄν τις ἐπ’ αὐτῶν τὸ ἄπειρον, ἀλλ’ οὖν ἱκανῶς ὁ Φιλόλαος τοῦτο ἀποδείκνυσιν. “ἀρχὰν γάρ, φησίν, οὐδὲ τὸ γνωσούμενον ἐσσεῖται,2 πάντων ἀπείρων ἐόντων”. εἰ τοίνυν οἶδεν ἑαυτὸν ὁ θεῖος ἀριθμός, πάντως ὅτι ἑαυτῷ πεπεράτωται· καὶ εἰ τοσοῦτός ἐστιν ὅσον ἠβουλήθησαν αἱ ἀρχαί, πάντως ὅτι τὸ μέτρον αὐτοῦ προείληπται παρὰ τῇ βουλήσει τῶν ἀρχῶν· ὥστε οὐκ ἂν εἴη ἄπειρος, εἰ μὴ ὡς ἀπειροδύναμος ἢ καὶ πρὸς ἡμᾶς. ἴδωμεν δὲ τῷ εἶναι αὐτὸν πεπερασμένον3 τί ἄτοπον ἕψεται.

「さらに、もし……イデア。」 この論拠はより実質的である。手本の無限性を擁護する者たちは、これに対しても、感覚的世界はすべての形相を一度に受け入れるわけではないと言い、また彼らのうちのある者たちは、無限の時間においてさえ、世界がすべての形相的原因の似姿を受け入れるわけではないと言っている。プロティノスの弟子アメリオスの徒はそのような放胆な主張をしているからである。しかしアリストテレスはこれらにおいて、むしろ先行する者たちの思索を推し量ったと思われる。それゆえ彼は「定立によっても可能ではない」と付け加えたのであり、彼ら自身の見解を、恐らく何か逆説的なものを含んでいるものとして、このように呼んだのである。しかし、アリストテレスの提示したことの中で称賛に値するのは次の点である。すなわち、彼らがイデアを感覚的なものたちの直接的な[手本]であると言ったのではなく、それら自体の[手本]であり、また霊魂的な形相、自然的な形相、そして最後の感覚的なものの手本でもあると言った、と述べたことである。このことを彼は「あるいは他の何かの」という語によってほのめかしたのである。ともあれ、可知的数はそれら自体の本性においては無限ではないということが、彼によって論証されたとしておこう。もっとも、われわれにとっては不可知であり把握しがたいものであるが。なぜなら、たとえ彼が述べた理由によってそれらにおいて無限を拒絶するのではないとしても、フィロラオスがこのことを十分に証明しているからである。「というのも、万物が無限であるならば、端から認識されるべきものすら存在しないであろう」と彼は言う。したがって、もし神的な数が自らを知っているならば、絶対にそれ自体に対して有限とされている。またもし始原たちが欲しただけの大きさであるなら、絶対にその尺度は始原たちの意志において先取りされている。したがって、無限の能力を持つものとして、あるいはわれわれに対して[無限である]のでない限り、無限ではないであろう。では、それが有限であることによって、いかなる不都合が帰結するかを見よう。

§3.95

"Εἰ δὲ πεπερασμένος... διότι." Ὡς μὲν σὺ ζητεῖς, οὐκ ἔστιν εἰπεῖν· οὐ γὰρ ἀριθμητὰ τῇ ἡμετέρᾳ φύσει τὰ θεῖα· ὅταν μέντοι τριάδας ποιῶσι καὶ τετράδας καὶ ἑβδομάδας καὶ δεκάδας, οὐκ ἀποροῦσι λόγων πρεπόντων τούτοις τοῖς σκέμμασι, καθάπερ ἐν τοῖς ὀλίγον ἔμπροσθεν ἐπεσημηνάμεθα.

「もし有限であるなら……なぜなら。」 あなたが求めるような仕方では、語ることはできない。神的なものはわれわれの本性によっては数えられないからである。しかし、彼らが三数や四数や七数や十数を作るときには、少し前にわれわれが指摘したように、これらの考察にふさわしい言論を欠くわけではない。

構文注3 件
  1. 3.92δυνάμει μὲν τοιοῦτος

    τοιοῦτος は文脈上、直前の ἢ περιττὸς ἢ ἄρτιος(奇数か偶数か)を指す代名詞。まだ取り出されていない数は、現実態(ἐνεργείᾳ)では無規定だが、可能態(δυνάμει)において偶数または奇数になりうるという対比をなしている。

  2. 3.94ἀρχὰν γάρ, φησίν, οὐδὲ τὸ γνωσούμενον ἐσσεῖται

    フィロラオスの断片の引用(ドーリス方言)。ἀρχάν は τὴν ἀρχήν と同等の副詞的対格で、否定文を伴って「端から、そもそも、まったく(〜ない)」の意を表す。ἐσσεῖται はドーリス形未来(=ἔσται)。

  3. 3.94τῷ εἶναι αὐτὸν πεπερασμένον

    冠詞付き不定詞の与格(理由・付帯条件)。αὐτόν は不定詞 εἶναι の意味上の主語(対格主語)で、神的な数(ὁ θεῖος ἀριθμός)を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:146.7-147.27