← シュリアノス

アリストテレス『形而上学』注解

§119.32-121.9

イデアの分離性と超越的生成因の擁護

アリストテレスによる形相の分離性や生起の原因性、および人工物の形相に対する批判に対し、シリアノスはイデアが超越的原因として働く論理と自然が希求する真の形相のあり方を擁護し、続けて数の理論への移行を予告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.41

" Ἔτι... πραγμάτων οὖσαι χωρὶς εἶεν." Τὰ μὲν ἔνυλα εἴδη ἀχώριστά ἐστι τῶν ὑποκειμένων· ἀλλ’ οὐχ οὕτως αἱ ἰδέαι οὐσίαι ἐλέγοντο τῶν πραγμάτων, ἀλλ’ ὅτι κατ’ αὐτὰς καὶ δι’ αὐτὰς καὶ ὑπ’ αὐτῶν τὰ τῇδε τὴν ὑπόστασιν ἔχει· ὥστε ἀνάγκη αὐτὰς εἶναι χωριστὰς τῆς γενέσεως.

「さらに……事物の〔実体〕でありながら離れてあることができようか。」 質料的形相は基体から分離不可能である。しかしイデアは事物の実体とそのような仕方で言われたのではなく、こちらの事物がそれらに従い、それらを通じて、それらによって存立をもつがゆえに言われたのである。したがって、イデアそれ自体が生起から分離して存在することは必然である。

§3.42

"Ἐν δὲ... κινῆσον." Δεῖ μὲν ἀεὶ τὰς ὅλας ποιήσεις τῶν θείων εἰδῶν ἐνεργείᾳ εἶναι (καὶ διὰ ταύτην τὴν αἰτίαν οὐδέποτε εἶδος ὅλον ἐκλείπειν τὸν κόσμον δυνήσεται· ἀπειροδυνάμου γὰρ ὄντος τοῦ αἰτίου διὰ τὴν ἁπλότητα αὐτοῦ καὶ τὴν ἀμέρειαν ἀνάγκη μὴ διαλείπειν τὰ ἀποτελέσματα)· τὸ δὲ μερικὸν οὐκ ἂν μετάσχοι τῆς ἰδέας, εἰ μὴ ὕλην ἔχοι [ἢ] πρὸς τὴν μετάληψιν αὐτῆς ἐπιτηδείαν. ἡ τοίνυν προπαρασκευὴ τῶν ἐν κινήσει φερομένων ὑλικῶν αἰτίων τὸν ὧν οὐκ ἄνευ λόγον1 ἐπέχει.

「しかし……動かすもの[なしには生起しない]。」 神的な形相たちの全般的な制作は常に現勢においてあるべきである(そしてこの原因のために、いかなる全般的形相も宇宙を見捨てることは決してできないであろう。なぜなら、その原因はその単純性と部分のなさゆえに無限の力をもつ以上、その産物が絶えることのないのは必然だからである)。しかし個々のものは、イデアの受容に適した質料をもたなければ、そのイデアにあずかることはできないであろう。したがって、運動のうちに推移する質料的諸原因の事前の準備は、「それなしにはあり得ない条件」のロゴスを担っているのである。

§3.43

"Καὶ πολλὰ... εἴδη." Εἴδη μὲν δημιουργικὰ τῶν μήτε ὄντων ἐν τῇ φύσει μήτε ὑπὸ τῆς φύσεως δημιουργουμένων οὐκ ἀπελίμπανον οἱ ἄνδρες· καὶ τοῦτό γε ὀρθῶς ἱστορεῖ, ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ᾤοντο εἶναι νοερὰ καὶ θεῖα· λόγους δὲ παραδειγματικωτέρους τῶν ἀποτελεσμάτων τεχνικοὺς οὐκ ἐκείνοις ἤρεσκε μόνοις ἐνυπάρχειν ἐν τῇ ψυχῇ τῶν τεχνιτῶν, ἀλλὰ καὶ αὐτῷ Ἀριστοτέλει πολλαχοῦ δεδογμένον ἐστίν. ὃ καὶ μάλιστα δίκαιον ἂν εἴη λέγειν τοὺς τῶν εἰδῶν φίλους πρὸς αὐτόν· πῶς γὰρ τὰ τεχνητὰ διὰ παραδειγμάτων ἐπιτελεῖσθαι συγχωρῶν καὶ ἐν τούτοις οὐκ ἀποδοκιμάζων τὴν παραδειγματικὴν αἰτίαν τὰ τῆς φύσεως ἔργα, ἃ δὴ μιμεῖται καὶ ἡ τέχνη, ἀσκόπως ἐπιτελεῖσθαί φησι πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιήσεως;2 καίτοι γε ἐνιαχοῦ λέγει καὶ αὐτὸς τὴν φύσιν τοῦ εἴδους ἐφίεσθαι, ἀλλὰ τὸν λόγον οὐ διαρθροῖ· ποίου γὰρ εἴδους; πότερον τοῦ ἐν κινήσει φερομένου καὶ ἐνύλου; ἀλλὰ τοῦτο οὔ πω πεποίηκε καὶ δεύτερόν ἐστι τῆς φύσεως καὶ τῷ ἀνειδέῳ καὶ ἀμόρφῳ συμπλέκεται· καὶ ἄτοπον τὴν φύσιν τοῦ τε μηδέπω ὄντος ἐρᾶν καὶ τοῦ μεθ’ ἑαυτὴν καὶ τοῦ στερήσει συναναφερομένου καὶ διὰ τοῦτο ἀκαλλοῦς γιγνομένου καὶ ἀνεράστου. εἰ δὲ τοῦ χωριστοῦ, ἵνα καὶ τοῦ ἀληθινοῦ καὶ τοῦ πρὸ αὐτῆς καὶ θείου κατὰ τὸ ἀληθὲς εἴδους ἔχῃ τὸν ἔρωτα, πᾶσα ἀνάγκη τοῦτο νοερὸν εἶναι καὶ ἄυλον καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, ἵνα καὶ τῆς φύσεως ὅ τε ἔρως ἄσβεστος ᾖ καὶ ἀνέκλειπτος ἡ ποίησις.

「そして多くの……形相[はないと我々は言う]。」 自然のうちに存在せず、また自然によって制作されないものの創造的形相を、かの人々[プラトン派]は措定しなかった。そして彼[アリストテレス]が、かの人々は人工物の知性的・神的な形相が存在するとは考えていなかったと伝えているのは正当である。しかし、産物よりも範例的な職人のロゴスが職人の霊魂のうちに内在することは、かの人々だけに受け容れられていたのではなく、アリストテレス自身にも随所で認められているところである。これこそ形相の友らが彼に対して問いただすのが最も正当なことであろう。というのも、人工物が範例によって成し遂げられることを認め、これらにおいて範例的原因を斥けない彼が、技術が模倣するまさにその自然の諸作品を、自然的な制作がいかなる確定された原因にも関係づけられないまま、目的もなく成し遂げられるとどうして主張できようか。とはいえ彼自身もどこかで自然は形相を欲求すると述べているが、そのロゴスを明晰に区分してはいない。一体いかなる形相のことなのか。運動のうちに推移する質料的形相のことなのか。しかし自然はこれをまだ制作しておらず、これは自然よりも後位であり、形相なきものや形なきものと絡み合っている。そして自然が、いまだ存在しないもの、自分より後位のもの、欠如と結びつけられそのために美を失い愛され得ないものとなったものに恋焦がれるというのは不合理である。しかしもし[自然が欲求するのが]分離した形相のことであり、真実であり自分に先立ち真の意味で神的である形相への恋情を抱いているのだとすれば、これが知性的・無質料的であり、常に同一の仕方で同様な状態を保ち、その結果として自然の恋情も消えることなく制作も絶えざるものとなることは全く必然である。

§3.44

"Ἀλλὰ... πρώτας." Ὅτι μὲν οὐδὲν τούτων πλέον εἰπεῖν ἔχει πρὸς τὴν τῶν εἰδῶν ὑπόθεσιν, δηλοῖ καὶ τὸ πρῶτον ταύτης τῆς πραγματείας βιβλίον καὶ τὰ Περὶ τῶν εἰδῶν αὐτῷ πεπραγματευμένα δύο βιβλία· σχεδὸν γὰρ αὐτὰ ταῦτα πανταχοῦ τὰ ἐπιχειρημάτια μεταφέρων καὶ ποτὲ μὲν αὐτὰ κατακερματίζων καὶ ὑποδιαιρῶν, ποτὲ δὲ συντομώτερον ἀπαγγέλλων πειρᾶται τοὺς πρεσβυτέρους ἑαυτοῦ φιλοσόφους εὐθύνειν. ὅτι δὲ κἂν πολλαπλασιασθῶσι τοιοῦτοι ὄντες οἱ ἐπιχειρηματικοὶ τόποι, πόρρω τῆς περὶ τῶν θείων ἐπιστήμης ὑποφέρονται περὶ ἑαυτοὺς καλινδούμενοι, οἶμαι μὴ λεληθέναι τοὺς ἀγχινουστέρους.3 ἀλλ’ ἐπειδὴ μεταβαίνειν ἐπαγγέλλεται καὶ ἐπὶ τὴν τῶν ἀριθμῶν ὑπόθεσιν, ὑπισχνούμενος ἀπελέγξαι τοὺς οὐσίαν αὐτοῖς ἀπονέμοντας νοητήν, ἴδωμεν καὶ τὰ πρὸς τοὺς ἀριθμοὺς τἀνδρὸς ἐπιχειρήματα.

「しかし……第一の[原因]。」 彼が形相の前提に対してこれら以上のことを述べる術をもたないことは、この論考の第1巻も、彼によって論述された『形相について』の2巻も明らかにしている。実際、彼はほぼこれらと同一の小論証を至る所で持ち出し、ある時は細片化し細分し、ある時はより簡潔に述べることで、自分より年長の哲学者たちを糾明しようと試みているからである。しかし、このような論証のトポスがいくら増殖しようとも、自らの周りを転げ回りながら神的な事柄についての知識から遠く外れ去っていることは、洞察力ある者たちには隠されていないと私は思う。しかし、彼は数に叡智的実体を認める者たちを論駁すると約束しつつ、数の前提へも移行することを告知しているので、この人物の数に対する論証をも見ることにしよう。

構文注3 件
  1. 3.42τὸν ὧν οὐκ ἄνευ λόγον

    ὧν οὐκ ἄνευ は前置詞句 ἄνευ ὧν(それらなしには[成り立たない])の語順倒置(hyperbaton)であり、定冠詞付きの熟語 τὸ ὧν οὐκ ἄνευ(不可欠の条件、必要条件、sine qua non)を成している。ここでは λόγον に係り、「必要条件としての資格・理由」を意味する。

  2. 3.43πῶς γὰρ τὰ τεχνητὰ διὰ παραδειγμάτων ἐπιτελεῖσθαι συγχωρῶν καὶ ἐν τούτοις οὐκ ἀποδοκιμάζων τὴν παραδειγματικὴν αἰτίαν τὰ τῆς φύσεως ἔργα, ἃ δὴ μιμεῖται καὶ ἡ τέχνη, ἀσκόπως ἐπιτελεῖσθαί φησι πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιήσεως;

    文の骨格は πῶς γὰρ [...] φησι [...]?(「いかにして彼は……と主張するのか」)。主動詞 φησι の前に二つの対比的要素が置かれている。第一は分詞節 συγχωρῶν... καὶ οὐκ ἀποδοκιμάζων...(「……を認め、また排斥しない一方で」)、第二は主動詞の目的語節となる対格不定詞構文 τὰ τῆς φύσεως ἔργα [...] ἀσκόπως ἐπιτελεῖσθαι(「自然の業が目的なく遂行されると」)であり、後続の絶対属格句 πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιήσεως はその理由・付帯状況を説明している。

  3. 3.44ὅτι δὲ κἂν πολλαπλασιασθῶσι τοιοῦτοι ὄντες οἱ ἐπιχειρηματικοὶ τόποι, πόρρω τῆς περὶ τῶν θείων ἐπιστήμης ὑποφέρονται περὶ ἑαυτοὺς καλινδούμενοι, οἶμαι μὴ λεληθέναι τοὺς ἀγχινουστέρους.

    文頭の ὅτι 節(「……ということは」)全体が、主節の οἶμαι μὴ λεληθέναι τοὺς ἀγχινουστέρους(「より鋭敏な者たちに気づかれないでいるとは思わない」=「鋭敏な者たちには気づかれていると思う」)の意味上の目的語として前置されている。λανθάνω + 対格の構文(対格を目的語にとり「〜に知られない・〜の注意を逃れる」を表す)に完了不定詞 λεληθέναι が用いられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:119.32-121.9