- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:49.31-50.30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アンモニオスは、第一図式における可能命題と事実存在命題の混合推論の完全性・不完全性および結論の様相を整理し、背理法と可能の定義に関わる補題「可能的なものには可能的なものが帰結する」の論証と、それに対するストア派の反論およびその解消を論じる。
Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι λαμβάνηται. Μίξεως γινομένης ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν πρώτῳ σχήματι δόγματα τοῦ Ἀριστοτέλους ταῦτα· τελείους εἶναι τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, ἀτελεῖς δὲ τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην· οὗτοι γάρ, εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη ἀπόφασις ᾖ, ἐνδεχομένης ἀντιστροφῆς δέονται· εἰ δὲ καταφατική, διὰ τῆς εἰς ἀδύνατον1 ἀπαγωγῆς δείκνυνται. δεύτερον δόγμα· εἰ μὲν ἡ μείζων ἐνδεχομένη ᾖ ἢ ὑπάρχουσα καταφατική, ἐνδεχόμενον συνάγεται τὸ ὁρισμοῦ ἠξιωμένον· εἰ δὲ ἡ μείζων τύχῃ ὑπάρχουσα ἀποφατική, οὐκέτι τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἀναγκαῖον. τί δ’ ἐστὶν τοῦτο, ἐκεῖσε μαθησόμεθα. ἀλλ’ ἐπεὶ ἐν ταῖς εἰς ἀδύνατον2 ἀπαγωγαῖς ὑποθέμενος τὸ ἀντικείμενον τοῦ δεικνυμένου προσπλέκει τούτῳ ἄλλην ψευδῆ πρότασιν, ἢ τὸ ἐνδεχόμενον εἰς ὑπάρχον μεταλαμβάνων ἢ ἔμπαλιν, καὶ ἄδηλον τίνι ἠκολούθησε τὸ ψεῦδος συμπέρασμα, εἰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου ἢ τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ ὑπάρχοντος, δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται καὶ οὐδέποτε ἀδύνατον, ἵνα διὰ τοῦτο μὴ ἐπιγράψωμεν τὴν αἰτίαν τοῦ ἀδυνάτου τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος (δυνατὴ γὰρ αὕτη· τὸ δὲ συναχθὲν ἀδύνατον· δυνατῷ δ’ ἀδύνατον οὐκ ἀκολουθεῖ), ἀλλὰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου. καὶ πρὸς πᾶσαν δ’ εἰς ἀδύνατον ἀπαγωγὴν συμβάλλεται τὸ λῆμμα τοῦτο καὶ πρὸς τὴν κατασκευὴν τοῦ ὁρισμοῦ τοῦ ἐνδεχομένου. τοῦ Α τοίνυν ὄντος ἔστω πάντως τὸ Β· καὶ ἔστω τὸ Α δυνατόν· λέγω ὅτι καὶ τὸ Β δυνατόν ἐστιν· εἰ γὰρ δυνατόν, ἔστω ἀδύνατον· ἐπεὶ οὖν τὸ Α δυνατόν, ὑποκείσθω ἐκβεβηκός· καὶ ἐπεὶ τοῦ Α ὄντος τὸ Β ἐστίν, τότε ἄρα καὶ τὸ Β ἐστίν· ἀλλὰ καὶ οὐκ ἔστιν ὡς ἀδύνατον καθ’ ἑαυτό· ὅπερ ἀδύνατον. πρὸς τὴν δεῖξιν ταύτην ἀντειπεῖν οἱ Στωικοὶ μὴ δυνάμενοι διὰ παραδειγμάτων ἀποροῦσιν οὕτως· εἰ τέθνηκε Δίων, (τέθνηκεν οὗτος)· καὶ τὸ μὲν τεθνάναι Δίωνα δυνατόν· τὸ δὲ τεθνάναι τοῦτον δεικνύμενον ὡς ζῶντα ἀδύνατον. ὅμοιον τούτῳ καὶ ‘εἰ νύξ ἐστιν, αὕτη ἡμέρα οὐκ ἔστιν· καὶ τὸ μὲν πρῶτον δυνατόν· τὸ δὲ δεύτερον ἀδύνατον’. ἢ ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου·3 τὸ μὲν γὰρ τεθνάναι Δίωνα ἀληθὲς καὶ ἐπὶ παρόντος Δίωνος καὶ ἐπὶ ἀπόντος· τὸ δὲ τεθνάναι τοῦτον ἐπὶ μόνου παρόντος. λέγε οὖν ‘εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων’, καὶ ἀδυνάτῳ δυνατὸν ἕπεται, ὡς καὶ ἐξ ἀδυνάτων προτάσεων ἀναγκαῖον συνάγεται, καὶ τῷ ἵππον εἶναι Σωκράτη ἕπεται τὸ καὶ ζῷον εἶναι. Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. οἱ τὴν μείζονα ἐνδεχομένην ἔχοντες συλλογισμοὶ τέλειοί εἰσιν, οἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἀτελεῖς· ἢ γὰρ δι’ ἀντιστροφῆς δείκνυνται, ὅτε ἡ ἐλάττων ἐνδεχομένη ἀποφατική ἐστιν, ἢ δι’ ἀδυνάτου, ὅτε ἡ ἐλάττων ἐνδεχομένη καταφατική ἐστιν. καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν, τουτέστιν οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν. εἰ δ’ ἡ μείζων ἐνδεχομένη ἢ ὑπάρχουσα καταφατική, τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται.
「一方が事実存在、他方が可能として取られるならば。」第一図式において可能と事実存在の混合が起こる際のアリストテレスの教説は次のものである。すなわち、大前提が可能であるものをもつ[推論]は完全であり、小前提が可能であるものをもつ[推論]は不完全であるということである。後者は、小前提が可能否定であるならば可能的な換位を必要とし、肯定であるならば背理法を通じて証明されるからである。第二の教説。もし大前提が可能であるか、事実存在肯定であるならば、定義に値した可能が結論される。だが、もし大前提がたまたま事実存在否定であるならば、もはや定義された可能は結論されず、片面必然が結論される。これが何であるかは、その箇所で学ぶであろう。しかし、背理法において証明されるべきものの反対[矛盾]を仮定して、これに別の偽なる前提を絡み合わせ、可能を事実存在へと置き換えるか、あるいはその逆を行って、その偽なる結論がどちらに帰結したのか、提示されたものの反対に[帰結したの]か、それとも可能と事実存在の置換に[帰結したの]かが不明であるため、このゆえに彼は、可能的なものには可能的なものが帰結し決して不可能なものは帰結しないということを証明する。これは、我々が不可能なことの原因を可能と事実存在の置換に帰する(なぜならこの[置換]は可能であり、結論されたものは不可能であり、可能的なものに不可能なものは帰結しないからである)のではなく、提示されたものの反対に帰するようにするためである。そしてこの補題は、あらゆる背理法にも、また可能の定義の確立にも寄与する。それゆえ、Αがあるときには必ずΒがあるものとせよ。そしてΑは可能であるとせよ。私はΒもまた可能であると主張する。なぜなら、もし可能ならば、〔Βは〕不可能であるとせよ。そこでΑは可能であるゆえに、実際に生じたものと仮定されよ。そしてΑがあるときΒがあるのだから、その時それゆえΒもあるのである。しかしまた、それ自体として不可能であるとして[Βは]ありもしない。これは不可能なことである。この証明に反論することができないストア派の人々は、実例によって次のように難問を提起する。「もしディオンが死んだなら、(この人は死んでいる)。そしてディオンが死ぬことは可能であるが、生きている者として指し示されているこの人が死んでいるということは不可能である。」これと同様なのが「もし夜であるなら、これは昼ではない。そして第一のものは可能であるが、第二のものは不可能である」というものである。あるいはむしろ、先行件は後続件よりも外延が広い。なぜならディオンが死ぬということは、ディオンが現前している場合にも不在の場合にも真であるが、この人が死ぬということは現前している場合においてのみだからである。それゆえ「もしこの人が死んだなら、ディオンは死んだ」と言え。そうすれば不可能なものに可能なものが帰結する。それは不可能な前提からも必然的なものが推論され、ソクラテスが馬であることには動物でもあることが帰結するようなものである。「一方が事実存在、他方が可能[として取られるならば]。」大前提が可能であるものをもつ推論は完全であり、大前提が事実存在であるものは不完全である。小前提が可能否定であるときは換位を通じて、小前提が可能肯定であるときは背理法を通じて証明されるからである。そして推論のうち否定的なもの、すなわち大前提が事実存在否定であるものは、片面必然を結論する。大前提が可能であるか、あるいは事実存在肯定であるならば、定義された可能が結論される。
Δεῖ δὲ λαμβάνειν ἐν τῇ γενέσει δυνατὸν τὸ κυρίως ἐνδεχόμενον, ἐν δὲ τῷ ἀληθεύεσθαι τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ὑπάρχειν τὸ ὑπάρχον.
「しかし生成においては可能的なものを本来の意味での可能として、真とされることにおいては必然的なものとして、事実として属することにおいては事実存在のものとして取らねばならない。」
- 9.1εἰ γὰρ δυνατόν, ἔστω ἀδύνατον
背理法の仮定を導入する定型表現(ユークリッド『原論』等に頻出する εἰ γὰρ δυνατόν, ἔστω ...「なぜなら、もし可能ならば、…とせよ」)。前件の δυνατόν は非人称(「もし[反対の仮定が]可能ならば」)、後件の ἀδύνατον は τὸ Β の述語である。
- 9.1ἀλλ’ ἐπεὶ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ὑποθέμενος τὸ ἀντικείμενον τοῦ δεικνυμένου προσπλέκει τούτῳ ἄλλην ψευδῆ πρότασιν, ἢ τὸ ἐνδεχόμενον εἰς ὑπάρχον μεταλαμβάνων ἢ ἔμπαλιν, καὶ ἄδηλον τίνι ἠκολούθησε τὸ ψεῦδος συμπέρασμα, εἰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου ἢ τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ ὑπάρχοντος, δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται καὶ οὐδέποτε ἀδύνατον
文の主幹は ἐπεὶ ... ἄδηλον [ἐστί](理由節)を受けて δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται(主節)へと至る構造。理由節内部では ὑποθέμενος が主語の動作を表す分詞として定動詞 προσπλέκει に係り、さらに μεταλαμβάνων が前置詞句(あるいは副詞句)的に方法を示す。間接疑問節 τίνι ἠκολούθησε ... εἰ ... ἢ ... は ἄδηλον の述語内容をなす。
- 9.1ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου
述語動詞 ἐστί の省略を伴う比較構文。ἐπὶ πλέον は外延的広大さを表し、「先行件(τὸ ἡγούμενον)は後続件(τοῦ ἑπομένου)よりも大である(外延が広い)」という意味になる。後続の文(ディオンの死は現前・不在の両方で成立するが、この人の死は現前時のみ)がその理由を説明している。
