- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:95.19-97.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アンモニオスは、限定辞付き命題において否定辞が述語ではなく限定辞自体に付加される理由と、否定限定辞「誰も…ない」(οὐδείς)の語源的合成および「ある」(τίς)と「一」(εἷς)の意味・外延の差異を詳細に論じている。
διὰ ταῦτα μὲν οὖν τούτοις εἰκότως τὸ ἀρνητικὸν συντάττεται μόριον καὶ αἱ τοῦτον τὸν τρόπον γινόμεναι ἀποφάσεις ἀντιφατικῶς ἀντίκεινται ταῖς καταφάσεσι, τῶν δὲ συνταττουσῶν αὐτὸ τῷ κατηγορουμένῳ ἡ μὲν ἐπὶ τῆς καθόλου καταφάσεως τοῦτο ποιοῦσα1 τῇ καθόλου ἀποφάσει τὴν αὐτὴν ἔχει δύναμιν (τὸ γὰρ ‘πᾶς οὐ περιπατεῖ’ ταὐτὸν σημαίνει τῷ ‘οὐδεὶς περιπατεῖ’), ἡ δὲ ἐπὶ τῆς μερικῆς τῇ μερικῇ ἀποφάσει· τί γὰρ ἄλλο σημαίνει τὸ ‘τὶς οὐ περιπατεῖ’ ἢ ὅτι οὐ πᾶς περιπατεῖ; ὥστε ἐπὶ ταύτης συντρέχειν ἀλλήλαις τὰς καθ’ ἑκάτερον τὸν τρόπον γινομένας ἀποφάσεις. Τὸ μὲν οὖν οὐ πᾶς ὅτι σύνθετον ἔκ τε τοῦ πᾶς καὶ τοῦ ἀναιροῦντος αὐτὸ μορίου, φανερόν· τὸ δέ γε οὐδείς πόθεν ἐροῦμεν ἐσχηκέναι τὴν γένεσιν; ἐχρῆν γὰρ ‘οὐχὶ τὶς’ εἶναι τὴν προτιθεῖσαν τοῦ τὶς προσδιορισμοῦ τὸ ἀρνητικὸν μόριον ἀπόφασιν. ἢ ῥητέον ὅτι οὐδὲν ὡρισμένον κατὰ τὸ ποσὸν ἐσήμηνεν ἂν οὕτως λεγομένη,2 καὶ γὰρ μηδενὸς περιπατοῦντος καὶ πλειόνων περιπατούντων ἀληθὲς τὸ ‘οὐχὶ τὶς περιπατεῖ’. καὶ ἔτι σαφέστερον ταῦτα ἔπασχεν ἂν τὸ ‘οὐχὶ τὶς περιπατεῖ’ ἢ τὸ κατὰ τὴν ἀπὸ τούτου συναλοιφὴν γινόμενον οὐχ εἷς. βουλόμενοι οὖν ἐμφῆναι ὡς οὔτε πᾶσιν οὔτε πλείοσι μὲν οὐ πᾶσι δὲ οὔτε ἑνὶ γοῦν τῶν ὑπὸ τὸ καθόλου ὑποκείμενον ὑπάρχει τὸ κατηγορούμενον λέγομεν τὸ οὐδείς σύνθετον ἐκ τριῶν τοῦ λόγου μερῶν, τοῦ οὐ ἀρνητικοῦ μορίου, τοῦ δέ συνδέσμου (εἴτε συμπλεκτικοῦ πρὸς τὸ μηδὲ πάντας μηδὲ πολλοὺς ὄντος εἴτε, ὡς ὁ φιλόσοφος ἀξιοῖ Πορφύριος, ἐπὶ φυλακῇ καὶ διαιρέσει τῆς ἀμφιβολίας εἰλημμένου), καὶ ἐπὶ τούτοις τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος, ὃ καὶ κλινόμενον ὁρῶμεν ‘οὐδενὸς περιπατοῦντος’ λέγοντες καὶ κατὰ τὰς διαφορὰς τῶν τριῶν γενῶν ἀποδιδόμενον ‘οὐδεμία περιπατεῖ’ καὶ ‘οὐδὲν περιπατεῖ’. τὸ μὲν οὖν οὐδείς ἀπὸ τοῦ δέ συνδέσμου κατὰ συναλοιφὴν τὴν ἀπὸ τοῦ οὐ δὲ εἷς γέγονεν, ὁμοίως ἔχον τῷ μηδ’ ὅντινα γαστέρι μήτηρ καὶ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ, τὸ δὲ οὐθείς ἀπὸ τοῦ τέ κατὰ συναλοιφὴν τοῦ οὔ τε εἷς. Ἀλλὰ πῶς τῆς καταφάσεως τίς εἰπούσης ἐν τῇ ἀναιρούσῃ αὐτὴν ἀποφάσει τὸ οὐδείς λέγομεν; ἢ φήσομεν ὅτι τὸ εἷς ἁπλῶς μὲν θεωρούμενον τοῦ τίς ἐπὶ πλέον λαμβάνεται· τοῦ γὰρ τίς ἀεὶ βουλομένου συμπλέκεσθαι τῷ ὑποκειμένῳ, καθάπερ καὶ τῶν ἄλλων προσδιορισμῶν ἑκάστου διὰ τὸ σημαίνειν αὐτοὺς ὅπως ἔχουσι τὰ ὑπὸ τὸ ὑποκείμενον πρὸς τὸ μετέχειν ἢ μὴ τοῦ κατηγορουμένου, τὸ εἷς λαμβάνεται μὲν καὶ τοῦτον τὸν τρόπον ἐν τῷ εἷς δέ τις ἀρχὸς ἀνὴρ καὶ τῷ εἷς κοίρανος ἔστω, λαμβάνεται δὲ καὶ ὡς κατηγορούμενον οὐ μόνον ἐπὶ τῶν μοναδικῶς λεγομένων, οἷον ὅταν λέγωμεν ‘ἥλιος εἷς ἐστι’ ἢ ‘κόσμος εἷς ἐστιν’, ὅτε καὶ τὸ μόνος ἢ κατ’ ἐνέργειαν ἢ πάντως κατὰ δύναμιν αὐτῷ προστίθεμεν, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ ἑκάστου τῶν ὁπωσοῦν ὄντων, ἵνα καὶ τὸ πλῆθος αὐτῶν ὑπόστασιν ἔχῃ, τῶν προσδιορισμῶν οὔτε καθ’ ἑαυτοὺς κατηγορεῖσθαι δυναμένων οὔτε ἄλλοις κατηγορουμένοις εὐλόγως συνδυαζομένων, ὡς διὰ τῶν ἑξῆς ὁ λόγος ἡμῖν ἐπιδείξει· διὰ ταῦτα μὲν οὖν τὸ εἷς, ὅπερ ἐλέγομεν, του τίς ἐπὶ πλέον λαμβάνεται,3 συντρέχοντα δὲ ἀλλήλοις ἐν τῷ συμπλέκεσθαι τοῖς ὑποκειμένοις, οὐ τοῖς καθ’ ἕκαστα διὰ τὸ μηδὲν εἶναι αὐτῶν μέρος, ἀλλὰ τοῖς κατὰ πλειόνων κατηγορεῖσθαι πεφυκόσιν, ἐοίκασιν ἔχειν τινὰ καὶ τότε πρὸς ἄλληλα διαφοράν· ἐπεὶ γὰρ τῶν πολλῶν ἕκαστον καὶ ὅλον τί ἐστι καὶ οἷον μέρος τοῦ κοινῶς κατ’ αὐτῶν κατηγορουμένου, ὡς μὲν ὅλον τι ὄν, κἂν ἄτομον εἴπῃς, ἀντιδιαστελλόμενον πρὸς τὰ ὁμοειδῆ τὴν τοῦ ἑνὸς ἐπιδέχεται πρὸς αὐτὸ συμπλοκήν, ὡς δὲ μέρος πως τοῦ κοινοῦ τυγχάνον τὴν τοῦ τινός· διὸ τῶν μόνως ὅλων οὐδὲ ἕν τι φάναι δυνατόν.
それゆえ、これらの理由から否定辞は限定辞と結合されるのが当然であり、このようにして形成される否定は肯定に対して矛盾対立をなす。他方、否定辞を述語に結合させる否定のうち、全称肯定においてこれを行う否定は全称否定と同じ効力をもつ(なぜなら、「すべての[人間]は歩行しない」は「誰も歩行しない」と同じことを意味するからである)。他方、特称肯定においてこれを行う否定は特称否定と同じ効力をもつ。というのも、「ある[人間]は歩行しない」は「すべての[人間]が歩行するわけではない」ということ以外の何を意味するだろうか。したがって、この特称肯定においては、両方の仕方のいずれかで形成される否定命題どうしが互いに併走することになる。 さて、「すべての…ではない」が「すべての」とそれを無効化する小辞とから合成されたものであることは明白である。しかし、「誰も…ない」はどこからその成立を得たと言うべきだろうか。というのも、限定辞「ある」の前に否定辞を置いた否定命題は「ある…ではない」であるべきだったからである。あるいは、そのように言われたなら量に関して何ら規定されたものを意味しなかったであろうと言うべきである。なぜなら、誰も歩行していないときにも、より多くの者が歩行しているときにも、「ある[人間]が歩行しているのではない」は真だからである。そしてこのことは、「ある[人間]が歩行しているのではない」において、これからの縮約によって生じる「一人…ではない」におけるよりも、さらに明白に生じたであろう。それゆえ、全称の主語のもとにあるもののうち、すべてにも、より多くだがすべてではないものにも、あるいは少なくとも一人にも述語が属していないことを明示しようとして、我々は「誰も…ない」と言うのであるが、これは言論の三つの品詞、すなわち否定辞の「ない」、接続詞の「そして・また」(「すべての者でも多くの者でもない」へと結びつける接続詞であるか、あるいは哲学者ポルピュリオスが主張するように、曖昧さの防護と分割のために取られたものであるかである)、そしてこれらに加えて数詞の「一」から合成されており、この数詞は「誰も歩行していないとき」と言うように格変化し、また三つの性の区別に従って「どの[女]も歩行しない」「何一つ歩行しない」と配されるのを我々は目にする。したがって「誰も…ない」は接続詞「そして・また」から、「ない・そして・一」からの縮約によって生じたのであり、これは「母の胎にある者をだれ一人として[逃すな]」や、「全く一言も答えない者に」と同様である。他方、別の形「誰も…ない」は接続詞「また」から、「ない・また・一」の縮約によって生じた。 しかし、肯定が「ある」と言っているのに、それを無効化する否定において我々が「誰も…ない」と言うのはいかなる理由によるのか。あるいは、単純に考察される「一」は「ある」よりも広い外延をとると言うべきだろうか。というのも、「ある」は、主語のもとにあるものが述語を分有しているか否かに関してどのようにあるかをそれら限定辞が意味することによって、他の限定辞のおのおのと同様に常に主語と結合することを欲するのに対して、「一」は「一人の指揮官の男」「一人の君主であれ」においてこのように取られるだけでなく、述語としても取られるからである。単一のものとして語られるもの――例えば我々が「太陽は一つである」とか「宇宙は一つである」と言うときのように、そのときには「唯一の」という語が現実においてであれ、少なくとも可能性においてであれそれに付け加わっている――においてだけでなく、それらの多数も存立をもつために、いかなる仕方であれ存在するものの各々において単純に述語として取られるのである。これに対して限定辞は、これ以降で議論が我々に示すように、それら自体として述語づけられることもできず、他の述語と正当に結合されることもできない。したがって、これらの理由から、我々が述べていたように「一」は「ある」よりも広い外延をとるのである。しかし、これらが主語と結合することにおいては互いに一致しつつも(それらの部分であるものは何もないために個別の主語と結合するのではなく、多数のものについて述語づけられる本性をもつ主語と結合するのであるが)、そのときにも互いに対してある相違をもつように思われる。というのも、多数のものの各々は、ある全体でもあり、それらについて共通に述語づけられるもののいわば部分でもあるから、同種の他のものに対して区別されるある全体としては、たとえ原子[不可分の個体]と言おうとも、「一」のそれへの結合を受け入れ、共通のもののいわば部分である限りでは、「ある」の結合を受け入れるからである。それゆえ、単に全体であるにすぎないものについては、「一つの何ものか」と語ることさえ不可能なのである。
- 1.19τῶν δὲ συνταττουσῶν αὐτὸ τῷ κατηγορουμένῳ ἡ μὲν ἐπὶ τῆς καθόλου καταφάσεως τοῦτο ποιοῦσα
属格分詞句 τῶν δὲ συνταττουσῶν は、後続する主格の分肢 ἡ μέν ... ἡ δέ を受ける部分属格(全体の属格)として機能している。省略された名詞は先行する ἀποφάσεις であり、「否定辞を述語に結合させる[否定命題]のうち…」を意味する。
- 1.19οὐδὲν ὡρισμένον κατὰ τὸ ποσὸν ἐσήμηνεν ἂν οὕτως λεγομένη
ἄν と直説法アオリスト ἐσήμηνεν による反実仮想の帰結節。条件節(前件)は分詞 οὕτως λεγομένη(「そのように言われたならば」)に潜在しており、「もしそのように言われていたならば、量に関して何ら規定されたものを意味しなかったであろう」の意。
- 1.19του τίς ἐπὶ πλέον λαμβάνεται
比較表現 ἐπὶ πλέον λαμβάνεται(「より広範に取られる・より広い外延をもつ」)に、比較の基準を表す比較属格 τοῦ τίς(「ある」よりも)が結合している。τίς は不変化詞的に引用され、定冠詞 τοῦ が添えられている。
