← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§89.12-90.30

限定辞の種類と命題の対立の十二分類

特称限定辞の二種(肯定・否定)と限定辞が個物・種に適用される関係を論じ、主語に基づく四種の命題(個別・不定・全称・特称)および述語の時制(過去・現在・未来)を掛け合わせた十二種の対立の分類を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.19#3

καὶ τῶν μερικῶν πάλιν ὁ μὲν καταφατικὸς ὁ δὲ ἀποφατικός· καταφατικὸς μὲν ὁ τίς, οἷον ‘τὶς ἄνθρωπος λευκός,’ σημαίνων ὅτι τὸ κατηγορούμενον ἑνί γέ τινι τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων ὑπάρχει, ἀποφατικὸς δὲ ὁ οὐ πᾶς, οἷον ‘οὐ πᾶς ἄνθρωπος δίκαιος,’ ἀναιρετικὸς ὢν τοῦ πᾶς καὶ σημαίνων ὡς οὐκ ἀληθὲς τὸ πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις τὸ κατηγορούμενον ὑπάρχειν. οὐ μόνον μέντοι ἐπὶ ἀτόμων ποιοῦνται τοὺς εἰρημένους ἀφορισμοὺς οἱ προσδιορισμοί, ἀλλ’ εἴπερ τύχοι γένος ὂν τὸ ἐν τῇ προτάσει ὑποκείμενον, προηγουμένως μὲν ἁρμόσουσιν ἐπὶ τῶν ὑπὸ τὸ γένος ἐκεῖνο ἀναφερομένων εἰδῶν, ὅταν οὐσιῶδές τι ᾖ τὸ κατ’ αὐτοῦ κατηγορούμενον, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν ὑπὸ τὰ εἴδη ἐκεῖνα ἀτόμων, ἐπεὶ οὐδὲ ἄλλως μετέχειν τὰ ἄτομα τοῦ γένους δυνατόν, εἰ μὴ διὰ μέσων τῶν οἰκείων εἰδῶν. ὅταν οὖν εἴπωμεν ‘πᾶν ζῷον οὐσία’ ἢ ‘τὶ ζῷον πτηνόν’, ἐπεὶ κατ’ οὐσίαν τοῖς ὑποκειμένοις τὰ κατηγορούμενα ὑπάρχει, τὴν μὲν οὐσίαν προηγουμένως κατηγορεῖσθαι φήσεις πάντων ἁπλῶς τῶν εἰδῶν τοῦ ζῴου, τὸ δὲ πτηνὸν τῶν μετέχειν αὐτοῦ πεφυκότων,1 καὶ δι’ ἐκεῖνα τῶν ὑπὸ τὰ εἴδη ἀτόμων. ἐνίοτε δὲ περὶ μόνων εἰδῶν ποιούμεθα τὴν ἀπόφανσιν, ὡς ὅταν εἴπωμεν πᾶν εἶδος τοῦ ποσοῦ τοῦ συνεστῶτος ἐκ θέσιν ἐχόντων τῶν μορίων καὶ τοῦ συνεχοῦς ἐστιν εἶδος’ ἢ ‘πᾶν φυσικὸν εἶδος ἐν τῷ κόσμῳ ἔχει τὴν οἰκείαν ὑπόστασιν.’ δῆλον δὲ ὅτι τὰ συμβεβηκότα ἐπεισοδιώδη τε ὄντα καὶ πεφυκότα τῷ αὐτῷ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν τῶν μὲν ἀτόμων προηγουμένως ἐροῦμεν κατηγορεῖσθαι παντοδαπῶς κατά τε ταῦτα καὶ κατὰ τὴν οὐσίαν μεταβάλλεσθαι πεφυκότων, οὐ μέντοι κυρίως τῶν εἰδῶν τῶν οὐδὲ τὴν ἀρχὴν διὰ τὴν ἀσώματον καὶ ἄτρεπτον ἑαυτῶν φύσιν μετέχειν αὐτῶν δυναμένων. Εἰ μὲν οὖν μηδεὶς τῶν προσδιορισμῶν προσκέοιτο τῷ ὑποκειμένῳ, λέγεται ἡ πρότασις ἀπροσδιόριστος, οἷον ‘ἄνθρωπος ὑγιαίνει,’ εἰ δὲ προσδιορισμόν τινα ἔχει, λέγεται ἡ πρότασις προσδιωρισμένη. ἀλλ’ εἰ μὲν τῶν καθόλου εἴη ὁ προσδιορισμός, λέγεται καθόλου, εἰ δὲ τῶν μερικῶν, μερική. ἀναφαίνονται οὖν ἡμῖν ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου τέτταρα εἴδη τῶν ἐν προτάσεσιν ἀντιθέσεων, τῶν καθ’ ἕκαστα, τῶν ἀπροσδιορίστων, τῶν καθόλου ἤτοι καθόλου ὡς καθόλου (καλοῦσι γὰρ αὐτὰς καὶ οὕτως διακρίνοντες τῶν ἄλλων τῶν ὁμοίως ταύταις ὑποκειμένῳ καθόλου χρωμένων τῷ ἐπὶ τούτων συντετάχθαι τοὺς καθόλου προσδιορισμοὺς τοῖς καθόλου ὑποκειμένοις),2 καὶ ἐπὶ ταύταις τῶν μερικῶν ἤτοι καθόλου ὡς μερικῶν (ἔχουσι γὰρ αὗται τοὺς μερικοὺς προσδιορισμοὺς συντεταγμένους τοῖς καθόλου ὑποκειμένοις, διὸ καὶ οὕτω προσαγορεύονται· διαφέρουσι δὲ τῶν καθ’ ἕκαστα αἱ μερικαὶ τῷ τὰς μὲν καθ’ ἕκαστα ἐπί τινος ἑνὸς ὡρισμένου ποιεῖσθαι τὴν ἀπόφανσιν, οἷον Σωκράτους, τὰς δὲ μερικάς, εἰ καὶ πρὸς ἕν τι βλέπουσαι ἀποφαίνοιντο, μηδὲν ὡρισμένον σημαίνειν ἀλλ’ ἐπί τινος τοῦ τυχόντος δύνασθαι ἀληθεύειν,3 ὡς ὅταν εἴπωμεν ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν’· οὐδὲν γὰρ μᾶλλον Σωκράτους χάριν ἀληθεύει ἡ πρότασις ἢ Πλάτωνος ἢ Ἀριστείδου· διόπερ ὀρθῶς ὁ Θεόφραστος τὴν μὲν καθ’ ἕκαστα ὡρισμένην καλεῖ τὴν δὲ μερικὴν ἀόριστον), καὶ ἀντιδιαιρεῖται πρὸς μὲν τὴν ἁπλῶς καθόλου ἡ καθ’ ἕκαστα, πρὸς δὲ τὴν καθόλου ὡς καθόλου ἡ μερική. Τοιαύτη μὲν οὖν ἡ ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσις· ἀπὸ δέ γε τοῦ κατηγορουμένου ταῦτα πάντα τὰ τέτταρα εἴδη τριπλασιάζεσθαι ῥητέον· ἐπεὶ γὰρ ἀνάγκη τὸν κατηγορούμενον ῥῆμα εἶναι, τὸ δὲ ῥῆμα προσσημαίνειν ἐλέγομεν χρόνον, ὁ δὲ χρόνος λαμβάνεται τριχῶς, κατὰ τὸ παρεληλυθὸς τὸ ἐνεστὸς τὸ μέλλον, δῆλον ὅτι τῶν τεττάρων εἰδῶν τῶν προτάσεων ἕκαστον τριχῶς ποικίλλειν ἀπὸ τοῦ κατηγορουμένου δυνατόν, οἷον ἐπὶ τῶν καθ’ ἕκαστα λέγοντας ‘Σωκράτης ὑγίανε’ ‘Σωκράτης ὑγιαίνει’ ‘Σωκράτης ὑγιανεῖ’, ὥστε διὰ τοῦτο δώδεκα γίνεσθαι τὰ τῶν ἐν προτάσεσιν ἀντιθέσεων εἴδη· ὅτι γάρ ποτε καὶ παρὰ τοὺς χρόνους γίνεταί τις τῶν προτάσεων διαφορά, διδάσκοντος ἀκουσόμεθα τοῦ Ἀριστοτέλους.

そして特称的なもののうちでも、一方は肯定的であり、他方は否定的である。肯定的なものは「ある」であり、例えば「ある人間は白い」であって、これは述語が主語の下にある個物のうち少なくともある一つに属していることを意味し、否定的なものは「すべての…が〜なわけではない」であり、例えば「すべての人間が正しいわけではない」であって、これは「すべての」を破棄するものであり、述語が主語の下にあるすべての個物に属しているということは真ではないと意味している。もっとも、限定辞は述べられた限定を個物に関してのみ行うのではなく、もし命題における主語が類であるならば、その主語について述語づけられるものが本質的な何かであるときには、第一義的にはその類の下に帰属する種に関して適合し、第二義的な論拠においてはそれらの種の下にある個物に関しても適合するであろう。なぜなら、固有の種を媒介としないかぎり、個物が類を分有することは別様には不可能だからである。したがって我々が「すべての動物は実体である」とか「ある動物は有翼である」と言うとき、述語は本質に応じて主語に属しているのであるから、実体は無条件に動物のすべての種について第一義的に述語づけられ、有翼はそれを分有する本性をもつ種について第一義的に述語づけられ、それら[種]を通じてそれらの種の下にある個物について述語づけられる、とそなたは言うであろう。しかし我々は時に種のみについて主張を行うことがあり、例えば我々が「位置をもつ部分から成り立っている量のすべての種は、連続的なものの種でもある」とか「すべての自然的種は宇宙のうちに固有の存立をもつ」と言うときがそうである。そして、一時的なものであり同一のものに属することも属さないことも自然であるような付帯性は、第一義的には個物について述語づけられると我々は言うであろうことは明らかである。個物はこれらの付帯性に関しても実体に関してもあらゆる仕方で変化する本性をもつのに対して、非物体的で不変な固有の本性ゆえに、端初からそれら[付帯性]を分有することが決してできない種については〔付帯性は〕本来の意味で述語づけられるのではない。 さて、もし限定辞のいずれも主語に付加されていないならば、命題は限定辞なし[不定]と呼ばれ、例えば「人間は健康である」であり、他方で何らかの限定辞をもつならば、命題は限定辞付きと呼ばれる。しかし、もし限定辞が全称的なものに属するなら全称命題と呼ばれ、特称的なものに属するなら特称命題と呼ばれる。それゆえ、主語の区分から、命題における四つの対立の種が我々に見出される。すなわち、個別のもの[の対立]、不定のもの[の対立]、全称のもの、あるいは「全称を全称として」[の対立](これらにおいて全称限定辞が全称主語と結合されていることによって、これらと同様に全称主語を用いている他の命題とこれらを区別して、人々はこれらをこのように呼ぶからである)、そしてこれらに加えて特称のもの、あるいは「全称を特称として」[の対立](これらは全称主語と結合された特称限定辞をもつので、それゆえこのように呼ばれるのである。しかし特称命題は、個別命題がソクラテスのようなある一つの限定されたものに関して主張を行うのに対し、特称命題は、たとえ何か一つのものに着目して主張するとしても、限定されたものを何も意味せず、偶然の誰かについて真でありうることによって、個別命題と異なっている。例えば我々が「ある人間は正しい」と言うときのようなものであり、この命題はプラトンやアリスティデスのゆえである以上にソクラテスのゆえに真であるわけではない。それゆえテオプラストスは個別命題を「限定されたもの」、特称命題を「不定のもの」と呼んでいるのは正しい)であり、端的に全称的なものに対して個別的なものが区別され、全称を全称とするものに対して特称的なものが区別される。 さて、諸命題の主語からの区分はこのようである。他方、述語からはこれら四つの種すべてが三倍になると言わねばならない。なぜなら、述語は動詞であることが必然であり、動詞は時制を付加的に意味すると我々は述べていたのであり、時制は過去・現在・未来の三通りに受け取られる以上、命題の四つの種の各々を述語から三通りに変奏することが可能であることは明らかだからである。例えば個別のものに関して「ソクラテスは健康であった」「ソクラテスは健康である」「ソクラテスは健康であろう」と言うようなものであり、このことによって命題における対立の種は十二生じることになる。なぜなら、時には時制に関しても命題の何らかの差異が生じることを、我々はアリストテレスが教えるのを耳にすることになるからである。

構文注3 件
  1. 1.19τὸ δὲ πτηνὸν τῶν μετέχειν αὐτοῦ πεφυκότων

    先行する節の述語動詞および不定詞 κατηγορεῖσθαι φήσεις が補われ、τὸ δὲ πτηνὸν [κατηγορεῖσθαι φήσεις] τῶν μετέχειν αὐτοῦ πεφυκότων [εἰδῶν] という構造をなす。属格 τῶν ... πεφυκότων は、κατηγορεῖσθαι の述語づけの対象を示す目的格的属格(〜について述語づけられる)として機能している。

  2. 1.19τῷ ἐπὶ τούτων συντετάχθαι τοὺς καθόλου προσδιορισμοὺς τοῖς καθόλου ὑποκειμένοις

    冠詞付き完了不定詞の与格 τῷ συντετάχθαι は、分詞 διακρίνοντες (区別しながら)の理由・根拠を表す与格句である。「これらにおいては全称限定辞が全称主語と結合されていることによって[他の命題から区別して]」の意。

  3. 1.19τῷ τὰς μὲν καθ’ ἕκαστα ἐπί τινος ἑνὸς ὡρισμένου ποιεῖσθαι τὴν ἀπόφανσιν, τὰς δὲ μερικάς, εἰ καὶ πρὸς ἕν τι βλέπουσαι ἀποφαίνοιντο, μηδὲν ὡρισμένον σημαίνειν ἀλλ’ ἐπί τινος τοῦ τυχόντος δύνασθαι ἀληθεύειν

    διαφέρουσι δὲ τῶν καθ’ ἕκαστα αἱ μερικαὶ (特称命題は個別命題と異なる)に続く相違の根拠を示す構造。与格冠詞 τῷ が二つの対格不定詞句(τὰς μὲν ... ποιεῖσθαι と τὰς δὲ μερικάς ... σημαίνειν / δύνασθαι)を統制しており、両者の対比によって区別の理由が明示されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:89.12-90.30