- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:36.15-38.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アンモニオスは、中性名詞の分類を手がかりに「自然本性による」と「規約による」の第二の意味が一致することを示し、プラトンとアリストテレスが極端な説を退けつつ調和した立場にあることを論証した上で、改名や同義語の存在という反論に答えて名詞の自然的適合性を擁護する。
ἐκ δὲ τούτων συλλογίζεσθαι ῥᾴδιον καὶ τῶν οὐδετέρων λεγομένων ὀνομάτων τὴν ἔννοιαν ἢ ἐπὶ τὸ πρὸ ἀμφοῖν ἀγομένην, ὡς ὅταν τὸ πρῶτον λέγωμεν, ἢ ἐπὶ τὸ ἐξ ἀμφοῖν, ὡς ὅταν τὸ παιδίον, ἢ κατὰ τὸ προϊὸν ἐκ τοῦ κρείττονος εἰς τὸ χεῖρον, ὡς ὅταν τὸ σπέρμα καὶ τὸ ὕδωρ, ἢ κατὰ τὸ κοινῶς ἐπ’ ἀμφοῖν, ὡς ὅταν τὸ ζῷον, ἢ κατ’ ἄλλους τοιούτους τρόπους, ἵνα μὴ παρὰ καιρὸν περὶ ταῦτα διατρίβωμεν. Δῆλον οὖν ὅτι συντρέχει τὸ δεύτερον τῶν 〈τοῦ〉 φύσει σημαινομένων τῷ δευτέρῳ τῶν 〈τοῦ〉 θέσει· τὰ γὰρ ὑπὸ τοῦ ὀνοματοθέτου τιθέμενα ὡς μὲν οἰκείως ἔχοντα πρὸς τὰ πράγματα, οἷς κεῖνται, φύσει ἂν καλοῖντο, ὡς δὲ τεθέντα ὑπό τινος θέσει. ὁ τοίνυν ἐν τῷ Κρατύλῳ Σωκράτης διαιτῶν τῷ τε Κρατύλῳ καὶ τῷ Ἑρμογένει διαφερομένοις ἀπὸ διαμέτρου περὶ τοῦ φύσει εἶναι τὰ ὀνόματα ἢ θέσει δείκνυσιν ὡς οὔτε οὕτως ἐστὶ θέσει, ὡς Ἑρμογένης ἠξίου (εἶναι γὰρ ἐν αὐτοῖς καὶ τὸ φύσει κατὰ τὸ δεύτερον τοῦ φύσει σημαινόμενον, καὶ μάλιστα τούτοις, δι’ ὧν τὰ καθόλου καὶ ἁπλῶς τὰ ἴδια τῶν πραγμάτων σημαίνομεν, ὡς ἂν ὡρισμένην καὶ ἡμῖν καταληπτὴν ἔχοντα τὴν φύσιν·1 πρὸς γὰρ τὸ κατορθοῦν τὴν πρώτην τῶν ὀνομάτων θέσιν ἐπὶ τῶν καθ’ ἕκαστα παντοδαπῶς μεταβάλλεσθαι πεφυκότων τύχην δεῖ καλεῖν τῇ φήμῃ συνεργόν) οὔτε οὕτως φύσει, ὡς ὁ Ἡράκλειτος ἔλεγεν· εἶναι γὰρ αὐτὰ καὶ θέσει, τὰ μὲν πολλὰ τῶν τιθεμένων τοῖς καθ’ ἕκαστα καὶ κατὰ τὸ φορτικὸν τοῦτο τὸ ὑπὸ τοῦ Ἑρμογένους λεγόμενον θέσει, καὶ ὅσα μέντοι τὴν ἀίδιον σημαίνουσι φύσιν, καὶ ταῦτα θέσει κατὰ τὸ δεύτερον τῶν τοῦ θέσει σημαινομένων. Οὐδὲν οὖν πρὸς ταῦτα διάφορον οὐδὲ ὁ Ἀριστοτέλης ἐν τούτοις διατάττεται λέγων οὐδὲν τῶν ὀνομάτων εἶναι φύσει· τοῦτο γὰρ αὐτῶν ἀποφάσκει τὸ φύσει, ὅπερ ἐπρέσβευον οἱ Ἡρακλείτειοι, καθάπερ καὶ Πλάτων, οὐκ ἂν οὐδὲ αὐτὸς παραιτησάμενος οὕτως αὐτὰ καλέσαι φύσει,2 ὡς ὁ θεῖος ἀξιοῖ Πλάτων. δηλοῖ δὲ τοῦτο ἐν πολλαῖς τῶν πραγματειῶν ἑαυτοῦ, σύμφωνα δεικνύναι τοῖς πράγμασι τὰ ὀνόματα πειρώμενος, καθάπερ ἐν τῇ Φυσικῇ ἀκροάσει τὸ τοῦ αὐτομάτου ὄνομα καὶ τὸ τοῦ κενοῦ, ἐν δὲ τοῖς Μετεώροις τὸ τῆς ψεκάδος καὶ τὸ τοῦ ὑετοῦ, καὶ ὅσα μέντοι τιθέντα αὐτὸν ὀνόματα ἴσμεν, ὡς τὸ τῆς ἐντελεχείας ἐπὶ τοῦ εἴδους ἢ τὸ τοῦ ὅρου ἐπὶ τῶν ἁπλῶν ἐν τοῖς συλλογισμοῖς φωνῶν ἢ τὸ τοῦ σχήματος ἐπὶ τῆς τοιᾶσδε τῶν προτάσεων συμπλοκῆς, καὶ ἐν αὐτῷ τούτῳ τῷ Περὶ ἑρμηνείας βιβλίῳ τὸ τοῦ ἀορίστου ὀνόματος ἢ ἀορίστου ῥήματος ἢ τὸ τῆς ἀντιφάσεως ὑπ’ αὐτοῦ τεθέντα σαφέστατα δηλοῖ τὴν περὶ τούτων τοῦ φιλοσόφου διάνοιαν. Εἰ δέ τις οἴοιτο δεικνύναι μηδὲ κατὰ τοῦτον τὸν τρόπον ὀφείλοντα φύσει τὰ ὀνόματα λέγεσθαι, ἀπό τε τῆς γενομένης μεταθέσεως τῶν ὀνομάτων ἐπιχειρῶν καὶ ἀπὸ τοῦ τὸ αὐτὸ πρᾶγμα πλείοσι πολλάκις ὀνόμασιν ὀνομάζεσθαι, τὴν μὲν μετάθεσιν ἐροῦμεν καὶ μάλα ἐναργῶς δεικνύναι τὸ φύσει τῶν ὀνομάτων· δῆλον γὰρ ὅτι ὡς ἐπί τινα οἰκειότερα τοῖς πράγμασιν ὀνόματα μεταβαίνοντες κεχρήμεθα τῇ μεταθέσει, τὸ δὲ πλῆθος τῶν ὀνομάτων οὐδαμῶς φήσομεν κωλύειν ἕκαστον αὐτῶν οἰκεῖον εἶναι τῇ φύσει τοῦ ὀνομαζομένου· καθάπερ γὰρ εἰκόνας ἐνδέχεται πλείονας εἶναι τοῦ αὐτοῦ ἀνθρώπου, ὕλης μὲν οὔσας διαφόρου, χαλκῆς, εἰ τύχοι, ἢ ξυλίνης ἢ λιθίνης, πάσας δὲ ἐχούσας τὴν πρὸς αὐτὸν ὁμοιότητα· τὸν αὐτὸν καὶ ἐνταῦθα τρόπον οὐδὲν κωλύει τὴν αὐτὴν φύσιν δι’ ἄλλων καὶ ἄλλων ὀνομάζεσθαι συλλαβῶν, μιᾶς καὶ τῆς αὐτῆς οὐσίας κατ’ ἄλλην καὶ ἄλλην ἔννοιαν ἐκ πασῶν σημαινομένης, ὥσπερ τὸ ἄνθρωπος ὄνομα καὶ τὸ μέροψ καὶ τὸ βροτὸς σημαίνει ταὐτόν, ἀλλὰ τὸ μὲν καθ’ ὃ ἀναθρεῖ ἃ ὄπωπε, τὸ δὲ καθ’ ὃ μεριστὴν ἔχει φωνήν, τὸ δὲ κατὰ τὴν εἰς γένεσιν τῆς ψυχῆς πτῶσιν καὶ τὸν ἐντεῦθεν μολυσμόν· ἢ καὶ ὡς πρὸς τὸ σύνθετον, ἄνθρωπος μὲν κατὰ τὸ διαρθροῦν τὴν ὄπα ἢ ἄνω ἔχειν τοὺς ὦπας, μέροψ δὲ ὡς μεμερισμένῃ χρώμενος τῇ ὀπί, βροτὸς δὲ ὡς μορτὸς καὶ μοιρητός, διὸ καὶ τὸ ἐδείμαμεν ἄστεα μορτοί φησιν ὁ Κυρηναῖος.
そしてこれらから、いわゆる中性の名詞の思念をも推論することは容易である。それは、第一のもの[τὸ πρῶτον]と言うときのように両者に先立つものへと導かれるか、子ども[τὸ παιδίον]と言うときのように両者から成るものへと導かれるか、種子[τὸ σπέρμα]や水[τὸ ὕδωρ]と言うときのように優れたものから劣ったものへと進むものに従うか、動物[τὸ ζῷον]と言うときのように両者に共通のものに従うか、あるいは他のそのような仕方によるのであり、これらについて時ならず時間を費やすことのないようにしよう。それゆえ、「自然本性による」の第二の意味と「規約による」の第二の意味とは合致することが明らかである。というのも、名付け親によって制定される名詞は、それが課されている事物に適っているという点では自然本性による名と呼ばれうるであろうし、何者かによって制定されたという点では規約による名と呼ばれうるからである。それゆえ、『クラテュロス』におけるソクラテスは、名詞が自然本性によるか規約によるかをめぐって正反対に対立しているクラテュロスとヘルモゲネスを調停しつつ、ヘルモゲネスが主張したように規約によるのではないと論証する(なぜなら名詞には「自然本性による」の第二の意味に従った自然本性によるものも内在しており、殊にそれらによって事物の普遍的なものや端的に固有のものを意味表示する名詞にはそうであるからであり、それらは自然本性が規定されわれわれにとって把握可能であるものとしてある。というのも、種々の仕方で変化する自然本性を持つ個々のものにおいて名詞の最初の制定を正しく成し遂げるためには、語りの協力者として運を呼ばなければならないからである)。また、ヘラクレイトスが述べていたように自然本性によるのでもない[と論証する]。なぜなら名詞は規約によってもあるからであり、個々のものに制定される名詞の多くはヘルモゲネスによって語られるこの卑俗な「規約によって」に従っており、また永遠の自然本性を意味表示する名詞も、「規約による」の第二の意味に従って規約によるからである。それゆえ、アリストテレスもこれらにおいて名詞はいずれも自然本性によるのではないと語りつつ、これらの見解と何ら異なる立場を定めているのではない。というのも彼は、プラトンと同様に、ヘラクレイトス主義者たちが掲げていたような名詞の「自然本性による」を否定しているのであり、神的なプラトンが主張するように名詞を自然本性によると呼ぶことを、自らも決して退けはしなかったであろうからである。そして彼は自らの多くの論考においてこのことを明示しており、名詞が事物と調和していることを示そうと試みている。『自然学』において「偶然」や「空虚」の名を、また『気象論』において「小雨」や「降雨」の名を示しているようにである。さらに、形相に対する「現実態」の名、三段論法における単純な音声[名辞]に対する「項」の名、前提のこのような結合に対する「格」の名など、彼が制定したと知られているすべての名詞もそうであり、まさにこの『命題論』の書において、彼によって制定された「非限定名詞」や「非限定動詞」や「矛盾対立」の名は、これらに関するこの哲学者の思索をきわめて明白に示している。もし誰かが、名詞の行われた改変から、また同じ事物がしばしば複数の名詞によって名付けられることから論拠を立てて、この仕方によっても名詞が自然本性によると言われるべきではないと論証しようとするならば、われわれは、改変こそが名詞の自然本性による性格をきわめて明白に示すのだと答えよう。なぜなら、事物にとってより固有なある名詞へと移行しながらわれわれが改変を用いたことは明らかだからである。また名詞が多数あることも、それらの各々が名指されるものの自然本性に固有であることを何ら妨げないとわれわれは言うであろう。なぜなら、同一の人間の肖像が複数あり、それらが、たとえば青銅であったり木であったり石であったりして素材こそ異なっていても、すべてがその人に対する類似性を持つことが可能であるのと同様に、ここでも同じ仕方で、同一の自然本性がさまざまな異なる音節によって名付けられることを何ら妨げず、一つの同一の本質がすべて[の名]から相異なる思念に従って意味表示されるからである。あたかも ἄνθρωπος という名と μέροψ と βροτός が同じものを意味表示するが、一方は見たものを凝視するという点に基づいて、他方は分割された声を持つという点に基づいて、さらに他方は魂の生成への転落とそこからの汚れに基づいて意味表示するようにである。あるいは合成物に関しても、ἄνθρωπος は声を分節すること、あるいは目を上に向けていることに基づき、μέροψ は分割された声を用いるものとして、βροτός は死すべきものであり運命を割り当てられたものとしてであり、それゆえキュレネの人も「われら死すべき人間は都市を建てた」と言うのである。
- 1.6ὡς ἂν ὡρισμένην καὶ ἡμῖν καταληπτὴν ἔχοντα τὴν φύσιν
ὡς ἄν に分詞 ἔχοντα が後続する構文。ここでは比較節・様態節ではなく、主語・先行詞(τὰ καθόλου καὶ ἁπλῶς τὰ ἴδια τῶν πραγμάτων)に対する主観的理由付けまたは規定(「…という性質を持つものとして」)を表している。分詞 ἔχοντα は σημαίνομεν の目的語である中性複数名詞句と性・数・格が一致している。
- 1.6οὐκ ἂν οὐδὲ αὐτὸς παραιτησάμενος οὕτως αὐτὰ καλέσαι φύσει
分詞 παραιτησάμενος に ἄν が結びついた構文で、直説法過去(または希求法)の非現実の帰結節に相当する潜在・反実仮想を表し、アリストテレス自身もプラトンの言う意味であれば名詞を「自然本性による」と呼ぶことを拒絶しなかったであろう、という帰結を示す。
