← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§27.33-29.28

名詞と動詞単独の無真偽性と存在の付加

直前の括弧を閉じたのち、アンモニオスは名詞・動詞単体では真偽を持たないというアリストテレスの議論を詳解し、人称動詞が見かけ上真偽を持つ難問を主語の暗黙の補完によって解決し、さらに『鹿騾馬』の例や付加のあり方を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.4#2

), ἀλλὰ τὴν ἐν ταῖς λεκτικαῖς ὑφισταμένην κινήσεσιν,1 ἥτις δέδεικται τῶν λεκτῶν πάντων περὶ μόνον τὸν ἀποφαντικὸν λόγον ὑφίστασθαι δυναμένη. τούτῳ τε οὖν ἐπιστῆσαι χρὴ καὶ ὅτι τὰ ὀνόματα αὐτά, τοῦτ’ ἔστι καθ’ ἑαυτά, καὶ τὰ ῥήματα εἰπὼν τοῖς ἁπλοῖς ἐοικέναι νοήμασι, παραδείγματα τούτων παραθέσθαι βουληθεὶς ἐπήγαγεν οἷον ὁ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι, ὡς μὲν ὄνομα τὸ ἄνθρωπος λαβὼν ὡς δὲ ῥῆμα τὸ λευκόν,2 καίτοι οὐδὲν ἧττον τοῦ ἄνθρωπος ὄνομα εἶναι δοκοῦν, οὐχὶ κατὰ τὸν εἰωθότα λέγεσθαι περὶ τῶν ῥημάτων διορισμὸν συναριθμῆσαι τὸ λευκὸν τοῖς ῥήμασιν ἀξιώσας, ἀλλὰ κατὰ τὸν πᾶσαν φωνὴν κατηγορούμενον ὅρον ἐν προτάσει ποιοῦσαν ῥῆμα καλεῖσθαι διαταττόμενον· περὶ οὗ σαφέστερον ἐροῦμεν ἐξηγούμενοι τὸν περὶ τοῦ ῥήματος λόγον. Εἰ δέ τις ἀποροίη πῶς ὁ Ἀριστοτέλης εἶπε μηδὲν μήτε τῶν ὀνομάτων μήτε τῶν ῥημάτων ἀληθείας ἢ ψεύδους ὑπάρχειν δεκτικόν, καίτοι σαφέστατα τῶν τοῦ πρώτου παρὰ τοῖς γραμματικοῖς λεγομένου προσώπου ῥημάτων πάντων ἢ ἀλήθειαν ἢ ψεῦδος δηλούντων, ὡς ὅταν εἴπω ‘περιπατῶ’, καὶ τῶν τοῦ δευτέρου ὡς τοῦ περιπατεῖς, καὶ τῶν τοῦ τρίτου, ὅσα ἐπί τινος ὡρισμένου λέγεται, ὡς τὸ ὕει ἢ βροντᾷ ἢ ἀστράπτει, ῥητέον ὅτι οὐ τὰ ῥήματα αὐτὰ καθ’ ἑαυτά ἐστι τὰ τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος σημαίνοντα, ἀλλ’ ἡ τῶν τοιούτων ῥημάτων πρὸς τὰ ὀνόματα τῶν προσώπων, ἐφ’ ὧν λέγονται, συμπλοκή· καὶ γὰρ εἰ μὴ κατ’ ἐνέργειαν ἐκεῖνα λέγονται, ἀλλὰ προσυπακούονταί γε τοῖς μὲν τοῦ πρώτου προσώπου τὸ ἐγώ, τοῖς δὲ τοῦ δευτέρου τὸ σύ, τοῖς δὲ τοῦ τρίτου τοῖς ἐπί τινος ὡρισμένου λεγομένοις αὐτὸ ἐκεῖνο τὸ ὡρισμένον, καθ’ οὗ λέγονται, ὡς ἐπὶ τοῦ ὕει βροντᾷ τὸ ὁ Ζεύς, ὥστε καὶ ἐνταῦθα ὁ ὅλος λόγος ἐστὶν ὁ ἐκ τοῦ ῥήματος καὶ τοῦ προσυπακουομένου αὐτῷ ὀνόματος ὁ τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος δεχόμενος, ‘ἐγὼ περιπατῶ’ ‘σὺ περιπατεῖς’ ‘ὁ Ζεὺς ὕει’· καὶ διὰ τοῦτο ὅσα τῶν τοῦ τρίτου προσώπου ἐπὶ μηδενὸς λέγεται ὡρισμένου, οὐδὲν οὔτε ψεῦδος οὔτε ἀληθὲς σημαίνει ὡς τὸ περιπατεῖ· μὴ γὰρ ὄντος δήλου περὶ τίνος λέγεται τὸ περιπατεῖ, οὐδὲν ἂν οὔτε ἀληθὲς οὔτε ψεῦδος σημαίνοιτο. ἀλλὰ ταῦτα μὲν φανερά· τὸ δέ γε ὅταν μὴ προστεθῇ τι σημαίνοι ἄν ὡς δέοι πρὸς τὸ γενέσθαι λόγον ἀληθῆ ἢ ψευδῆ προστίθεσθαι ἢ τῷ ὀνόματι ῥῆμα ἢ τῷ ῥήματι ὄνομα· ὅτι γὰρ οὐχ ἡ τυχοῦσα προσθήκη γινομένη τοῖς ὀνόμασιν ἢ τοῖς ῥήμασι τὸν ἀποφαντικὸν ἐργάζεται λόγον, ἐδήλωσε τὸ τραγέλαφος ὄνομα παραθέμενος, ἐν ᾧ προστίθεται μὲν τῷ ἔλαφος ὀνόματι τὸ τράγος, εἰ καὶ μὴ ἅπαν, οὐδὲν δὲ ἀληθὲς οὔτε ψεῦδος ἐκ τούτου γε σημαίνεται. καὶ ἅμα δεικτικὸν ἂν εἴη τοῦτο ἀπὸ τοῦ μᾶλλον τοῦ μηδὲν τῶν ἁπλῶν ὀνομάτων ἀληθές τι ἢ ψεῦδος σημαίνειν· εἰ γὰρ ἃ μᾶλλον εἰκὸς ἐν τοῖς ὀνόμασι δέχεσθαί τι τούτων μὴ δέχεται (τοιαῦτα δέ ἐστι τὰ σύνθετα, οἷον τὸ τραγέλαφος, κατ’ αὐτὸ τὸ σύνθετα εἶναι τοῖς ὁμολογουμένως δεκτικοῖς οὖσι τούτων λόγοις ἐοικότα), σχολῇ γ’ ἂν τὰ ἁπλᾶ τῶν ὀνομάτων ἀληθές τι ἢ ψεῦδος σημαίνοι, μᾶλλον τῶν συνθέτων διεστῶτα τῶν ἀποφαντικῶν λόγων. τῷ οὖν τραγέλαφος ὀνόματι σημαίνοντί τι ἐν μόνῃ τῇ ἐπινοίᾳ κείμενον νόημα τὸ μὲν μὴ εἶναι προστιθέμενον ἀληθῆ ποιήσει λόγον τὸ δὲ εἶναι ψευδῆ,3 πρὸ τῆς προσθήκης οὐδέτερον τούτων σημαίνοντι. Τὸ δὲ ἁπλῶς ἢ κατὰ χρόνον τί ποτε βούλεται; λέγω δὴ ὅτι τὸ μὲν ἁπλῶς σημαίνοι ἄν τὸ ἀορίστως, ἁπλῶς οὕτως εἰπεῖν ‘τραγέλαφος ἦν’ ἢ ‘τραγέλαφος ἔστιν’ ἢ ‘τραγέλαφος ἔσται’, τὸ δὲ κατὰ χρόνον τὸ μετὰ προσθήκης τοῦ χρόνου, καθ’ ὃν ἦν ἢ ἔσται, οἷον ‘τραγέλαφος ἦν χθὲς ἢ πέρυσιν ἢ ἔσται αὔριον ἢ εἰς τὸ ἑξῆς ἔτος’. τὸ μὲν οὖν ἁπλῶς ἢ κατὰ χρόνον τοῦτ’ ἂν σημαίνοι. Προσεκτέον δὲ ὅτι τὰ ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα εἰπὼν ἐοικέναι τῷ ἄνευ συνθέσεως ἢ διαιρέσεως νοήματι οὐδὲν ἔτι ἐπήγαγεν, ὅπερ ἦν ἀκόλουθον περὶ τῶν ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων συγκειμένων λόγων ὡς ἐοικότων τοῖς μετὰ συνθέσεως ἢ διαιρέσεως νοήμασιν. οὐ μὴν οὐδὲ παντάπασιν αὐτὸ παραλέλοιπεν, ἀλλ’ ἐνεδείξατο διὰ τοῦ εἰπεῖν ὅταν μὴ προστεθῇ τι· τοῦτο γὰρ αὐτόθεν ἐστὶ δηλωτικὸν τοῦ ὅτι τὰ μετὰ προσθήκης ἀλλήλων λεγόμενα ὀνόματά τε καὶ ῥήματα οὐκέτι τοῖς ἁπλοῖς ἐοίκασι νοήμασιν, ἀλλὰ τοῖς μετὰ συνθέσεως τῶν ἁπλῶν ἢ διαιρέσεως γινομένοις. ἐπεὶ τοίνυν τὰ περὶ τούτων ἀνελλιπῶς ἡμῖν ἐξείργασται, μεταβατέον ἐφεξῆς ἐπὶ τὴν θεωρίαν τοῦ τε ὀνόματος καὶ τοῦ ῥήματος καὶ τῶν ἄλλων, περὶ ὧν ἐκ προοιμίων ὑπέσχετο ἡμᾶς ὁ Ἀριστοτέλης διδάξαι.

)そうではなく、言表的な諸運動において成立する[真理を]〔結合や分離を巡って存すると主張しているの〕であって、この真理は、言表されるすべてのもののうちで判断的主張的言説のみを巡って成立しうるものとして示されている。したがって、このことに注意を向けるべきであり、また彼が名詞それら自体、すなわちそれら自体で、また動詞が単純な思考内容に似ていると言い、これらの例を提示することを欲して、『たとえば人間や白い、何かが付け加えられないとき』と付け加えたが、そのさい『人間』を名詞として、『白い』を動詞として取っており、もっとも[『白い』は]『人間』に劣らず名詞であると思われるにもかかわらず、動詞について語られる慣行の規定に従って『白い』を動詞に数え入れることを認めたのではなく、命題において述語となる項をなすあらゆる音声を動詞と呼ぶよう命ずる[規定]に従って[そうした]のであることにも[注意を向けるべきである]。このことについてわれわれは、動詞に関する論説を註解するさいにより明瞭に語るであろう。もし誰かが、どのようにしてアリストテレスはいかなる名詞もいかなる動詞も真理または偽りを受け入れないと言ったのかと疑問に思うならば――文法学者たちにおいて第一と呼ばれる人称の動詞がすべて、たとえば私が『歩く』と言うときのように極めて明瞭に真理または偽りを示し、第二人称のものもたとえば『君は歩く』のように、また第三人称のものも限定された或るものについて語られるものはたとえば『雨が降る』や『雷が鳴る』や『稲妻が光る』のようにそうであるにもかかわらず――、動詞それら自体がそれら自体で真理または偽りを意味表示しているのではなく、そうした動詞がそれらが語られている人称の名詞と結合することがそうなのである、と答えねばならない。実際、たとえそれらの[名詞が]現実態としては語られていないとしても、第一人称のものには『私』が、第二人称のものには『君』が、また限定された或るものについて語られる第三人称のものにはそれらがそれについて語られている限定されたものそれ自体が、たとえば『雨が降る』『雷が鳴る』における『ゼウス』が補われて了解されているのであり、したがってここでも動詞とそれに補われて了解されている名詞から成る全体の言説が、真理または偽りを受け入れるものなのであって、『私は歩く』『君は歩く』『ゼウスは雨を降らせる』である。そしてこのことのために、第三人称のもののうちでいかなる限定されたものについても語られないものは、たとえば『歩く』のように、偽なるものも真なるものも何も意味表示しない。なぜなら、『歩く』が誰について語られているのかが明らかでない以上、真なるものも偽なるものも何も意味表示されないであろうからである。しかしこれらのことは明白である。他方で、『何かが付け加えられないとき』という語句は、真または偽なる言説が成立するためには名詞に動詞が、あるいは動詞に名詞が付け加えられねばならないということを意味表示するであろう。なぜなら、名詞や動詞になされる任意の付加が判断的主張的言説を作り出すのではないということを、彼は『山羊鹿』という名詞を引き合いに出すことによって明らかにしたからであり、この名詞においては『鹿』という名詞に『山羊』が、すべてではないにせよ付け加えられているが、真なるものも偽なるものもこのことから何も意味表示されない。そして同時に、このことは単純な名詞のいずれも真なるものや偽なるものを何も意味表示しないことを、より強い根拠から示すものであろう。なぜなら、もし名詞のうちでこれらのいずれかを受け入れることがよりありそうなもの(そしてそのようなものは複合したものであり、たとえば『山羊鹿』のように、複合したものであること自体によって、これらを受け入れることが合意されている言説に似ている)が受け入れないならば、単純な名詞はなおさら真なるものや偽なるものを意味表示しないであろうし、複合したものよりも判断的主張的言説から離れているからである。それゆえ、思惑のみのうちに存する何らかの思考内容を意味表示する『山羊鹿』という名詞に対し、『ない』が付け加えられるなら真なる言説をなし、『ある』[が付け加えられるなら]偽なる[言説を]なすのであり、付加の前には[名詞は]これらのいずれをも意味表示しないのである。他方、『端的にか、あるいは時間に従ってか』とはいったい何を意味しようとしているのか。私は次のように言う。『端的に』とは無規定に、端的にこのように『山羊鹿がいた』または『山羊鹿がいる』または『山羊鹿がいるであろう』と言うことであり、他方『時間に従って』とは、それに従ってあったかあるいはあるであろう時間の付加を伴って、たとえば『山羊鹿は昨日いた、または昨年いた、あるいは明日いるであろう、または来年いるであろう』と言うことである、と。したがって、『端的にか、あるいは時間に従ってか』とはこのことを意味表示するであろう。また、名詞それら自体と動詞が結合または分離なしの思考内容に似ていると言ったのち、名詞と動詞から合成される言説については、結合または分離を伴う思考内容に似ているものとして当然続くはずであったことを彼はそれ以上付け加えなかったことにも留意すべきである。決して彼はそれを完全に省いてしまったわけではなく、『何かが付け加えられないとき』と言ったことを通じて暗示したのである。なぜなら、このことはそれ自体として、相互の付加を伴って語られる名詞と動詞はもはや単純な思考内容に似ているのではなく、単純なものたちの結合または分離を伴って成立するものたちに似ているということを示しているからである。さて、これらに関する事柄が欠落なくわれわれによって仕上げられた以上、順序に従って名詞と動詞、およびその他の事柄に関する考察へと移行せねばならず、それらについてアリストテレスは冒頭からわれわれに教えることを約束したのである。

構文注3 件
  1. 1.4), ἀλλὰ τὴν ἐν ταῖς λεκτικαῖς ὑφισταμένην κινήσεσιν

    直前チャンク末尾で始まった長い括弧内の挿入句(ποία γὰρ ἂν εἴη... Περὶ ψυχῆς;)を閉じた上で、直前文の主文(μὴ πᾶσαν ἀλήθειαν ὁ φιλόσοφος περὶ σύνθεσιν ἔχειν ἢ διαίρεσιν ἀποφαίνεται)の否定に対比させて「すべての真理ではなく、言表的な諸運動において成立する真理を[結合や分離を巡って存すると主張しているのである]」と補完して受ける構造である。

  2. 1.4ὡς μὲν ὄνομα τὸ ἄνθρωπος λαβὼν ὡς δὲ ῥῆμα τὸ λευκόν

    λαβών が ὡς μὲν ὄνομα τὸ ἄνθρωπος と ὡς δὲ ῥῆμα τὸ λευκόν の双方にかかる並列構文。「人間」を名詞、「白い」を動詞としてアリストテレスが例示したことを受ける。直後の καίτοι 以下の分詞構文(δοκοῦν, ἀξιώσας)は、なぜ「白い」が動詞として扱われうるのかの理由を述べる。

  3. 1.4τῷ οὖν τραγέλαφος ὀνόματι σημαίνοντί τι ἐν μόνῃ τῇ ἐπινοίᾳ κείμενον νόημα τὸ μὲν μὴ εἶναι προστιθέμενον ἀληθῆ ποιήσει λόγον τὸ δὲ εἶναι ψευδῆ

    文頭の与格句 τῷ... ὀνόματι σημαίνοντι... は προστιθέμενον(付加される)にかかる間接目的語。主語は τὸ μὲν μὴ εἶναι(「ない」という語句)および τὸ δὲ εἶναι(「ある」という語句)であり、ποιήσει の目的語と補語として ἀληθῆ... λόγον および ψευδῆ [λόγον] が置かれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:27.33-29.28