- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:24.12-26.2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アンモニオスはアリストテレスのテキストにおける「同一の(ταὐτά)」のアクセントを確定して議論の整合性を示し、事物・思考・音声・文字の四層に対応する超越的原因と器官論的差異を論じ、最後に『霊魂論』の引証を解明する。
τὸ οὖν ΤΑΥΤΑ ἐν τῷ ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς ὀξυτόνως ἀναγνωστέον.1 καὶ ὧν ταῦτα, φησίν, ὁμοιώματα (ταῦτα δὲ λέγει τὰ παθήματα τῆς ψυχῆς), ὧν οὖν τὰ παθήματα τῆς ψυχῆς ὁμοιώματά ἐστι (τίνων δέ ἐστιν ὁμοιώματα; ἢ δηλονότι τῶν πραγμάτων), ταῦτα πράγματά ἐστι, φησί, παρὰ πᾶσιν ὄντα τὰ αὐτά. διὸ καὶ ἐνταῦθα τὸ ΤΑΥΤΑ ἐν τῷ πράγματα ἤδη ταὐτὰ ὀξυτόνως ἀναγνωστέον, καὶ οὐ προπερισπωμένως, ὥσπερ Ἑρμῖνος, ἵνα τελεία φαίνηται τοῦ Ἀριστοτέλους ἡ διδασκαλία τά τε γράμματα καὶ τὰς φωνὰς ἀπὸ τοῦ μὴ παρὰ πᾶσιν εἶναι τὰ αὐτὰ θέσει εἶναι κατασκευάζουσα, καὶ τὰ νοήματα καὶ τὰ πράγματα φύσει ἀπὸ τοῦ τὰ αὐτὰ εἶναι παρὰ πᾶσιν. Ἀλλ’ ἐπειδὴ ταῦτα διήρθρωται, προσθετέον ἑξῆς τοῖς βουλομένοις ἀνάγειν ἑαυτοὺς ἐπὶ τὴν τῶν ὄντων θεωρίαν καὶ τὰς ἐξῃρημένας τούτων περὶ ὧν ὁ λόγος αἰτίας σκοπεῖν, ὅτι τριῶν ὄντων ὑπὲρ τὰς φυσικὰς οὐσίας τῶν ἀρχικῶν διακόσμων, τοῦ τε θείου καὶ τοῦ νοεροῦ καὶ πρὸς τούτοις ἔτι τοῦ ψυχικοῦ, τὰ μὲν πράγματα θεόθεν παράγεσθαί φαμεν, ἀπὸ δὲ τῶν νόων ὑφίστασθαι τὰ νοήματα, καὶ ὑπὸ τῶν ψυχῶν τῶν κατὰ τὸ λογικὸν χαρακτηριζομένων καὶ παντὸς σώματος χωριστὴν οὐσίαν ἐχουσῶν ἀποτελεῖσθαι τὰς φωνάς· νῦν γὰρ ὁ λόγος ἡμῖν οὐ περὶ τῆς τυχούσης φωνῆς, ἀλλὰ περὶ τῆς σημαινούσης τὰ πράγματα διὰ μέσων τῶν νοημάτων κατά τινα συνθήκην καὶ ὁμολογίαν αὐτῆς τε σημαίνεσθαι διὰ γραμμάτων δυναμένης, ταὐτὸν δὲ εἰπεῖν, τῆς ἐνάρθρου καὶ ἀνθρωπίνης καὶ διαλέκτου καλουμένης, ἣν οἱ ἰατροὶ κατὰ τὰ ὄργανα καλῶς διορίζοντες ἀπὸ τῆς ἁπλῶς λεγομένης φωνῆς ἄλλα μὲν εἶναι τὰ φωνητικὰ τῶν ὀργάνων φασίν, ὥσπερ πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὧν ὁ μὲν τὴν ὕλην χορηγεῖ τῆς φωνῆς ἡ δὲ πρὸς τὴν οἷον διαμόρφωσιν αὐτῆς τὴν κατὰ τὸ βαρὺ καὶ ὀξὺ καὶ τὰ παραπλήσια τούτοις συμβάλλεται, ἄλλα δὲ τὰ χρήσιμα πρὸς τὴν διάλεκτον, καθάπερ γλῶτταν καὶ ὑπερῴαν καὶ χείλη καὶ ὀδόντας, ἃ διαφερόντως τῇ ὁρμῇ τῆς λογικῆς ψυχῆς ὑπηρετούμενα τὴν ὡς ἀπὸ ζῴου ἁπλῶς προϊεμένην βαρεῖαν ἢ ὀξεῖαν φωνὴν ὥσπερ τινὰ ὕλην διαμορφοῦσιν εἰς γραμμάτων καὶ συλλαβῶν καὶ ὅλως διαλέκτου γένεσιν, ὑφ’ ἣν καὶ τὸ ἀποφαντικὸν τῶν λόγων ἀνάγεται εἶδος τὸ κατὰ τήνδε ἡμῖν τὴν πραγματείαν προκείμενον. τῶν δέ γε ἀνάρθρων φωνῶν, ὁποίας εἶναι τὰς τῶν ἀλόγων ζῴων φαμέν, εἴ τις ἐπιζητοίη τὴν αἰτίαν, οὐδὲν μὲν ζητεῖ τοῖς προκειμένοις ἀναγκαῖον, δῆλον δὲ ὅτι προσεχῶς αὐτῶν αἰτιασόμεθα τὰς ἐν αὐτοῖς ἀλόγους ψυχάς, καθ’ ἃς τὸ εἶναι εἰλήχασιν· αὗται γὰρ ταῖς τῶν προσπιπτόντων αἰσθήσεσί τε καὶ φαντασίαις ἑπόμεναι φωνεῖν τε παρασκευάζουσι τὰ ἔχοντα ταύτην τὴν δύναμιν κατὰ τὴν ἑαυτῶν ἕκαστα φύσιν καὶ κινεῖσθαι πάσας ἃς πεφύκασι κινήσεις κατὰ τὰ ἑκάστοτε αὐτοῖς ὑπάρχοντα πάθη. τὸ μέντοι καὶ ταύτας ὑπολαμβάνειν σημαίνεσθαι διὰ γραμμάτων, ὅπερ ἤδη τῶν προσποιουμένων εἶναι γραμματικῶν τινες πεπόνθασι, γελοῖον ἂν εἴη· μιμοῦνται μὲν γὰρ οἱ κωμῳδοποιοὶ τοὺς βατράχους διὰ τοῦ “βρεκεκεκὲξ κοὰξ κοάξ” καὶ τοὺς χοίρους διὰ τοῦ “κοῒ κοΐ” καὶ ἄλλα καὶ ἄλλα τῶν ὀρνέων δι’ ἄλλων καὶ ἄλλων ἐγγραμμάτων φωνῶν, οὐ μὴν αὐτὰς ταύτας ἡγητέον εἶναι τὰς ἐκείνων φωνάς, ἐπεὶ καὶ τὴν τῆς θαλάσσης ἀπήχησιν καὶ τῶν τροχιλίων καὶ πολλῶν ἄλλων ἀψύχων τοὺς ψόφους ἐνάρθρους εἶναι ὁμολογήσομεν, διότι καὶ τούτων ἕκαστα μιμεῖσθαι τολμῶσαν τὴν κωμῳδίαν ὁρῶμεν. εἰ δέ τινα χρὴ καὶ ἐπὶ τῶν στοιχείων ἀνάλογον ταύταις αἰτίαν θεωρεῖν, ὡς μὲν ποιητικὴν οὐδεμίαν αἰτιασόμεθα πλὴν τῆς μερικῆς ψυχῆς, ἧς ἡ ἐπίνοια δίδωσιν αὐτοῖς τὴν γένεσιν, παράδειγμα δὲ αὐτῶν οὐδὲν κωλύει λέγειν τὴν φυσικὴν αὐτῆς ποίησιν ὄγκους καὶ διαστήματα περιτιθεῖσαν ἑκάστῳ τῶν δι’ αὐτῆς ἀποτελουμένων, καθ’ ἃ καὶ τὰ γράμματα τῶν φωνῶν ἐπλεόνασε.2 Περὶ δὲ τούτων εἰρῆσθαί φησιν ἐν τοῖς Περὶ ψυχῆς, ἐν οἷς τε ἔλεγε “τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων’’ καὶ ἐν οἷς ἠξίου τὴν φαντασίαν παθητικὸν νοῦν ὀνομάζειν.
それゆえ、「すべての人々にとって同一の(ταὐτά)魂の諸経験」における「ΤΑΥΤΑ」という語は、鋭アクセントで読まれるべきである。そして彼は、「そしてこれらがそれらの似姿であるところのもの」(ここで「これら」とは魂の諸経験を言っている)、「それゆえ、魂の諸経験がそれらの似姿であるところのもの(では、何れの似姿であるのか。明らかに事物の[似姿]である)、これらは事物であって、すべての人々において同一である」と言う。それゆえここでも、「現に同一の(ταὐτά)事物」における「ΤΑΥΤΑ」という語は、ヘルミノスのように曲アクセントではなく、鋭アクセントで読まれるべきである。それは、アリストテレスの教説が、文字と音声がすべての人々において同一でないことから規約によるものであると論証し、思考内容と事物がすべての人々において同一であることから自然本性によるものであると論証して、完結したものと見えるためである。 しかし、これらが分節された以上、自らを実在の観照へと引き上げ、論じられているこれらのものの超越的な原因を考察することを望む人々に対して、次に付け加えられねばならない。すなわち、自然本性的な実体を超えて三つの根源的秩序、すなわち神的なもの、知性的なもの、さらにこれらに加えて魂的なものが存するとき、事物は神から産出され、思考内容は知性から成り立ち、音声は理性に従って特徴づけられあらゆる物体から分離可能な実体を持つ魂によって成し遂げられるとわれわれは言う。なぜなら、いまわれわれの論述は任意の音声についてではなく、規約と合意に従って思考内容を媒介として事物を意味表示し、かつそれ自身が文字を通じて意味表示されうる音声、すなわち同じことであるが、分節され人間的であり言語と呼ばれる音声についてだからである。これを医者たちは器官に従って単に言われる音声から見事に区分し、肺や気管のような器官は発声器官であり、その一方は音声の質料を供給し、他方は重い音や高い音およびこれらに類するものに従う音声のいわば形成に寄与するが、他方で舌、口蓋、唇、歯のような器官は言語にとって有用な器官であり、これらは理性的な魂の衝動力に卓越して仕えつつ、単に動物から発せられるような重いあるいは高い音声を、いわば或る質料として、文字や音節や一般に言語の生成へと形成するのであり、本著作においてわれわれに課されている言説の判断的主張的種もこの言語のもとに帰着するのである、と医者たちは言う。 他方、われわれが無論理的な動物の音声であると言うような分節されない音声について、もし誰かがその原因を尋ね求めるとしても、課された課題にとって不可欠な何ものも求めてはいないが、それらの直接的原因として、それら〔動物〕の中にある無論理的な魂、それに従ってそれらが存在を得ているところの魂をわれわれが名指すことは明らかである。なぜなら、これらの魂は外から臨むものの諸感覚や諸表象に従いつつ、この能力を持つものが各々の固有の自然本性に従って発声するように整え、またその都度それらに存する諸経験に従って、それらが自然本性的に動くよう定められているあらゆる運動をなすように整えるからである。しかしながら、これらの[動物の音声]をも文字を通じて意味表示されると想定することは、文法学者を気取る人々の或る者たちが現に陥ってしまっていることであるが、滑稽なことであろう。なぜなら、喜劇詩人たちは蛙を「ブレケケケクス・コアクス・コアクス」によって、豚を「コイ・コイ」によって、また種々の鳥たちを種々の文字に表された音声によって模倣するが、決してこれら自体が動物たちの音声であると見なしてはならないからである。そうでなければ、海の反響や滑車や他の多くの無生物の物音をも分節されたものであるとわれわれは同意することになろう。なぜなら、喜劇がこれらの各々をも模倣することを敢えてしているのをわれわれは目にするからである。 しかし、もし諸原素についてもこれらに類比的な何らかの原因を考察すべきであるとするなら、作動的原因としては、それらに生成を与える考案の主である個別的な魂を除いては、われわれはいかなる原因をも挙げないであろうし、またそれらの範型としては、彼女(個別的な魂)自身による自然本性的な制作、すなわち彼女を通じて成し遂げられるものの各々に質量と空間的広がりを付与し、それらに従って文字が音声を超過したところの[自然本性的制作]を言うことを何ものも妨げない。 そしてこれらについては『霊魂論』において語られていると彼は言う。そこにおいて彼は、「最初の思考内容は、形象であることと何が異なるのであろうか。それとも他の思考内容も形象ではないが、形象なしにはないのではないか」と語り、またそこにおいて彼は表象を受動的知性と名づけることを認めていたのである。
- 1.3τὸ οὖν ΤΑΥΤΑ ἐν τῷ ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς ὀξυτόνως ἀναγνωστέον
ΤΑΥΤΑ は無気息・無アクセントの大文字表記で書かれた語を指す。アンモニオスはこれを ταῦτα(曲アクセントの指示代名詞「これら」)ではなく ταὐτά(クラシス τὰ αὐτά「同一のもの」、鋭アクセント)と読むべきだと主張している。直後の καὶ οὐ προπερισπωμένως(ヘルミノスの読み方)との対比によって、この解釈の意図(音声・文字の「非同一=規約」に対し思考・事物の「同一=自然本性」という完全な対立を成り立たせること)が明示されている。
- 1.3καθ’ ἃ καὶ τὰ γράμματα τῶν φωνῶν ἐπλεόνασε
τῶν φωνῶν は動詞 πλεονάζω(超過する、より多くなる)に伴う比較の属格。文字(書かれた形)が空間的な広がりや区切り(ὄγκοι καὶ διαστήματα)を持つことによって、時間的・瞬間的な音声に対して過剰・超過となったことを表している。
- 1.3ὧν μέντοι ταῦτα σημεῖα πρώτως
関係代名詞 ὧν は属格で、述語 σημεῖα の目的格的補足語(「それらの徴」)として機能し、主節の ταῦτα πράγματά ἐστι(あるいは ταὐτὰ πᾶσι παθήματα)に先行詞をもつ関係節を形成している。挿入句や言い換え(φησίν, λέγει δὲ...)が重なるが、文の骨格は「これら[音声]が第一にその徴であるところの諸々のもの=思考内容」である。
本文中の位置は未特定
