← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§205.4-206.21

述語結合の不成立と無制限な結合の不条理

アモニオスは、述語の結合が成立しない例として「善い靴職人」を取り上げ、個別の述語が真であっても無制限に結合を認めると反復の無限進行や無意味な冗長が生じるというアリストテレスの論駁の構造を詳解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.46#2

ὅτι δὲ ἔστιν ἃ συντίθεσθαι ἀδυνάτως ἔχει, δείκνυσιν ἐπὶ ὑποθέσεως σκυτέα τινὰ λαμβάνων τὴν μὲν τέχνην οὐκ ἀκριβώσαντα τὸ δὲ ἦθος ἐπιεικῶς διακείμενον, ὁποῖος δοκεῖ γεγονέναι ὁ Σίμων ὁ τῷ Σωκράτει γνώριμος· κατὰ γὰρ τούτου τὸ μὲν ὅτι σκυτεὺς καὶ τὸ ὅτι ἀγαθός ἰδίᾳ ἑκάτερον ἀληθῶς κατηγορήσεις, τὸ δὲ ἐξ ἀμφοῖν συγκείμενον ὅτι ἐστὶ σκυτεὺς ἀγαθός οὐκέτι· καθ’ ἑαυτὸ μὲν γὰρ τὸ ἀγαθὸν ὁτουοῦν τῶν καθ’ ἕκαστα ἀνθρώπων κατηγορούμενον ὡς ἀνθρώπου κατηγορεῖται καὶ τὸ εἶδος αὐτοῦ τῆς ζωῆς σημαίνει, συντιθέμενον δὲ μετὰ τοῦ σκυτέως καὶ οὕτω κατηγορούμενον οὐκέτι πρὸς τὸ εἶδος ἐξακούεται τῆς τοῦ ἀνθρώπου ζωῆς, ἀλλὰ πρὸς τὸ ποιὸν τῆς τέχνης. διὸ καὶ ὁ παρὰ Πλάτωνι Γοργίας οὐ ῥήτωρ ἁπλῶς, ἀλλὰ τὸ ὅλον τοῦτο ‘ῥήτωρ ἀγαθός’ ὑπὸ τοῦ Σωκράτους ἠξίου προσαγορεύεσθαι, ταύτῃ διακρίνων ἑαυτὸν ἀπὸ τῶν μοχθηρῶς τῇ τέχνῃ χρωμένων. Ἐπεὶ δὲ εἰκὸς ἦν τῶν ἁπλούστερον διακειμένων τινὰς ὑπολαβεῖν ὅτι χρὴ πάντως τὰ ἰδίᾳ κατηγορούμενα καὶ ἅμα κατηγορεῖσθαι καὶ ἀποκληρωτικὸν οἰηθῆναι τὸ λέγειν ἡμᾶς ἐπὶ τινῶν μὲν ἐνδέχεσθαι τοῦτο ἐπὶ τινῶν δὲ μηκέτι καὶ πρὸς τὸ περὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ εἰρημένον πειρᾶσθαι διαφιλονεικεῖν, διὰ τοῦτο παριστὰς ἡμῖν τὸ ἀναγκαῖον τοῦ κινουμένου θεωρήματος δείκνυσιν ὅσα ἕπεται ἄτοπα1 τοῖς οὕτως ὑπολαμβάνουσι καί φησιν εἰ γὰρ διότι ἑκάτερον ἀληθές (ᾧ προσυπακούειν χρὴ ‘τῶν ἰδίᾳ κατηγορουμένων’), εἰ οὖν διὰ τοῦτο εἶναι δεῖ καὶ τὸ συνάμφω2 (κἂν τούτῳ πάλιν ὑπακουομένου τοῦ ἀληθές), 〈εἰ οὖν〉 εἶναι δεῖ καὶ τὸ συναμφότερον κατηγόρημα ἀληθές, πολλὰ ἄτοπα συμβήσεται· καὶ γὰρ ἀδολεσχεῖν δεήσει τὸν οὕτως ὑπολαμβάνοντα καὶ ἀδιανόητα λέγειν πρὸς τῷ ἀδολεσχεῖν καὶ παρέλκοντά τινα καὶ μάταια· κατὰ γὰρ Σωκράτους τό τε ἄνθρωπος καὶ τὸ λευκὸς ἀληθῶς κατηγορήσαντες καὶ τὸ συναμφότερον ἀληθῶς κατηγορήσομεν, ὅτι ἐστὶν ἄνθρωπος λευκός. ἀλλ’ εἰ πάντα τὰ κεχωρισμένως κατηγορούμενα καὶ συντεθέντα κατηγορεῖσθαι δυνατόν, ἐὰν πρὸς ταύτῃ τῇ συνθέτῳ κατηγορίᾳ λάβωμεν πάλιν τὸ λευκὸν αὐτὸ καθ’ αὑτὸ τοῦ Σωκράτους κατηγορούμενον, δεήσει πάλιν ἐξ ἀμφοτέρων τῶν κατηγοριῶν, τῆς τε συνθέτου καὶ τῆς ἁπλῆς, μίαν γίνεσθαι τὴν ὅλην κατηγορίαν, ὥστε λέγεσθαι ὅτι ἐστὶν ὁ Σωκράτης ἄνθρωπος λευκὸς λευκός, καὶ τοῦτο εἰς ἄπειρον, ὅπερ ἐστὶν ἐναργῶς ἀδολεσχούντων. πάλιν εἰ τὸ μουσικὸς καὶ τὸ λευκὸς καὶ τὸ βαδίζων οὐ μόνον κεχωρισμένως ἀλλὰ καὶ ἅμα κατηγοροῦνται τοῦ Σωκράτους, ἐὰν πρὸς τῇ συνθέτῳ ἐκ τούτων κατηγορίᾳ τὸ λευκὸν πάλιν αὐτὸ καθ’ αὑτὸ κατηγορήσωμεν, ἐροῦμεν ὅτι ἐστὶ μουσικὸς λευκὸς βαδίζων λευκός, καὶ πάλιν τοῦ μουσικοῦ, εἰ τύχοι, καθ’ αὑτὸ κατηγορηθέντος, μουσικὸς λευκὸς βαδίζων λευκὸς μουσικός, καὶ ταῦτα, ὅπερ αὐτός φησι, πολλάκις πεπλεγμένα, ὡς πρὸς τῷ ἀδολεσχεῖν καὶ ἀδιανόητον γίνεσθαι τὴν κατηγορίαν. τούτοις δὲ ἄλλο τι τρίτον ἄτοπον προστιθεὶς τοῦ ὁρωμένου φησὶ κατηγορεῖσθαι τυχὸν τὸ ὅτι Σωκράτης ἐστί καὶ ὅτι ἄνθρωπος, ὥστε δεήσει λέγειν καὶ ὅτι ὁ ὁρώμενος Σωκράτης ἄνθρωπός ἐστι. καὶ πάλιν τοῦ Σωκράτους τὸν μὲν ἄνθρωπον καὶ τὸ δίπουν ἰδίᾳ ἑκάτερον ἀμέμπτως κατηγορήσεις, οὐκέτι μέντοι τὸ ἐξ ἀμφοῖν, ὅπερ ἐστὶν ἄνθρωπος δίπους· ἄλογα γὰρ ταῦτα καὶ παντάπασι παρέλκοντα, εἴπερ ἐναργὲς ὅτι τόν τε Σωκράτην ἄνθρωπον εἶναι ἀνάγκη καὶ τὸν ἄνθρωπον δίποδα· εἰ γὰρ καὶ πεφύκασιν, ὅπερ ἐλέγομεν, ἢ ἁπλῶς ἢ κατὰ μέρος συμφύεσθαι πρὸς ἄλληλα τὰ κατ’ οὐσίαν κατηγορούμενα, ὡς τό τε γένος καὶ αἱ εἰδοποιοὶ διαφοραί, ἀλλ’ οὐ κατὰ τὴν τυχοῦσαν δεῖ αὐτὰ συνείρειν πρὸς ἄλληλα τάξιν· οὐ γὰρ προτάξομεν τὰ μερικώτερα καὶ ἐπὶ τούτοις θήσομεν τὰ καθολικώτερα καὶ ἐξ ἀνάγκης αὐτοῖς ἑπόμενα, ἀλλ’ ἔμπαλιν τὰ καθολικώτερα προτάξομεν τῶν μερικωτέρων.3

しかし、結合されることが不可能なものもあるということを、彼は仮定に基づいて、技術には熟達していないが人柄は善良であるような、ある靴職人を取り上げることで示している。ソクラテスの知人であったシモンがまさにそのような人物であったと思われる。なぜなら、この人物について、靴職人であるということと善いということの各々を個別に述語づけることは真であろうが、両者から合成された「善い靴職人である」ということはもはや真ではないからである。というのも、それ自体としての「善い」が個々の人間の誰について述語づけられるにしても、人間としてのその者について述語づけられてその者の生のあり方を意味するのに対し、靴職人と結合されてそのように述語づけられるときには、もはや人間の生のあり方に関して了解されるのではなく、技術の質に関して了解されるからである。それゆえ、プラトンにおけるゴルギアスもソクラテスから端的に「弁論家」としてではなく、この全体としての「善い弁論家」と呼ばれることを求めたのであり、このようにして自分をその技術を拙劣に行使する者たちから区別したのである。 他方、素朴な心性の持ち主のうちの何人かは、個別に述語づけられるものは必ずや同時に述語づけられもせねばならないと考え、我々があるものについてはこれが可能であるが、あるものについてはもはやそうではないと語るのを恣意的であると見なし、靴職人と善いについて語られたことに対して言い争おうと試みることがありそうであったので、このために、提示されている定理の必然性を我々に示しつつ、このように想定する者たちにどれほど多くの不都合が伴うかを示し、彼はこう述べている。「なぜなら、もしそれぞれが真であるゆえに(これに『個別に述語づけられるもののうちの』を補って解釈しなければならない)、それゆえ、もしこのゆえに両者を合わせたものもまた〔真で〕なければならないとするなら(ここでもまた『真である』が了解される)、[それゆえもし]両者を合わせた述語も真でなければならないとするなら、多くの不都合が生じるであろう」と。というのも、このように想定する者は無駄口を叩かねばならず、無駄口を叩くことに加えて無意味なことや、冗長で無益なことを語らねばならなくなるからである。実際、ソクラテスについて「人間」も「白い」も真に述語づけた上で、「白い人間である」と両者を合わせたものも真に述語づけることになろう。しかし、もし別々に述語づけられるすべてのものが結合されても述語づけられうるのだとすれば、この複合された述語に加えて、ソクラテスについて述語づけられる「白い」それ自体を再び取り上げるなら、両方の述語、すなわち複合された述語と単純な述語から、再び述語全体が一つのものにならねばならず、その結果、ソクラテスは「白い白い人間」であると言われることになり、これは無限へと進む。これは明らかに無駄口を叩く者たちのすることである。さらに、もし「音楽的である」「白い」「歩行している」がソクラテスについて別々に述語づけられるだけでなく同時に述語づけられもするのだとすれば、これらから成る複合された述語に加えて「白い」それ自体を再び述語づけるなら、我々は彼が「音楽的であり白い歩行している白いもの」であると言うことになり、さらに、もし仮に「音楽的である」がそれ自体として述語づけられるなら、「音楽的であり白い歩行している白い音楽的なもの」と言うことになり、彼自身が述べるように、これらが何度も組み合わせられ、無駄口を叩くことに加えてその述語づけが無意味なものにすらなるのである。そしてこれらに加えて第三の不都合を付け加え、見えているものについて、たまたま「ソクラテスである」ということと「人間である」ということが述語づけられるので、見えているものは「ソクラテス人間」であるとも言わねばならなくなる、と彼は述べている。さらにまた、ソクラテスについて「人間」と「二足の」の各々を個別に述語づけることは非難の余地がないが、両者から成るもの、すなわち「人間二足」はもはやそうではない。なぜなら、ソクラテスが人間であることも人間が二足であることも必然であるのが明白であるとするなら、これらは不合理であり完全に冗長だからである。というのも、類と種差別のように本質に関して述語づけられるものは、我々が述べていたように端的にであれ部分的にであれ互いに融合する本性を有しているとしても、それらを任意の順序で互いに連結してはならないからである。実際、我々はより特殊なものを前置きしてこれらに必然的に伴うより普遍的なものをその後に置くのではなく、逆に、より普遍的なものをより特殊なものよりも前置きするのである。

構文注3 件
  1. 1.46Ἐπεὶ δὲ εἰκὸς ἦν τῶν ἁπλούστερον διακειμένων τινὰς ὑπολαβεῖν ... διὰ τοῦτο παριστὰς ἡμῖν τὸ ἀναγκαῖον τοῦ κινουμένου θεωρήματος δείκνυσιν ὅσα ἕπεται ἄτοπα

    文全体の骨格は、Ἐπεὶ δὲ εἰκὸς ἦν ...(理由の従属節)に対して διὰ τοῦτο παριστὰς ... δείκνυσιν ...(主節)が応じる構造。従属節内では ὑπολαβεῖν、οἰηθῆναι、πειρᾶσθαι の三つの不定詞が εἰκὸς ἦν に並列して係っており、主節では分詞 παριστάς が主動詞 δείκνυσιν にかかり、さらにそれに καί φησιν が接続されてアリストテレスの引用へと展開する。

  2. 1.46εἰ γὰρ διότι ἑκάτερον ἀληθές (ᾧ προσυπακούειν χρὴ ‘τῶν ἰδίᾳ κατηγορουμένων’), εἰ οὖν διὰ τοῦτο εἶναι δεῖ καὶ τὸ συνάμφω

    アリストテレスの原文の仮定文(εἰ γὰρ διότι...)を注解者が挿入句的に補足を挟みつつ解説している。アモニオスは ἑκάτερον の意味を明確にするため τῶν ἰδίᾳ κατηγορουμένων の補完(προσυπακούειν)を指示し、続く εἶναι δεῖ καὶ τὸ συνάμφω に対しても「真である」(ἀληθές)が了解されるべき述語(ὑπακουομένου)であると指示している。

  3. 1.46οὐ γὰρ προτάξομεν τὰ μερικώτερα καὶ ἐπὶ τούτοις θήσομεν τὰ καθολικώτερα καὶ ἐξ ἀνάγκης αὐτοῖς ἑπόμενα, ἀλλ’ ἔμπαλιν τὰ καθολικώτερα προτάξομεν τῶν μερικωτέρων

    二項の対比構文(οὐ γὰρ... ἀλλ’ ἔμπαλιν...)。前半では προτάξομεν τὰ μερικώτερα(より特殊なものを前置する)と θήσομεν τὰ καθολικώτερα(より普遍的なものを置く)が対比され、後半の比較構文 προτάξομεν τῶν μερικωτέρων(属格 τῶν μερικωτέρων は比較の属格)によって語順の論理的規則が確定されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:205.4-206.21