← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§181.8-183.1

同量命題の帰結関係とプロクロスの規則

アリストテレスが『命題論』第10章(20a20)において提示した同量の命題間の帰結関係(全称および部分の等値性)を解釈し、さらにアンモニオスは師プロクロスが考案した四要素(主語・述語・量・質)に基づく等値命題導出の一般規則を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.39#1

" Ἀκολουθοῦσι δὲ αὗται, τῇ μὲν πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος ἡ οὐδείς ἐστιν ἄνθρωπος δίκαιος, τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος· ἀνάγκη γὰρ εἶναί τινα." Κατ’ ἀρχὰς μὲν τῆς θεωρίας τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἐδιδασκόμεθα ὅπως ἔχουσιν αἱ ὅλαι αὐτῶν ἀντιφάσεις τῆς πρὸς ἀλλήλας τάξεώς τε καὶ ἀκολουθίας καὶ παρεβάλλετο τὰ μόρια αὐτῶν πρὸς ἄλληλα, ἡ μὲν καθόλου ἁπλῆ κατάφασις πρὸς τὴν ἐπὶ μέρους ἐκ μεταθέσεως ἀπόφασιν ὡς ἑπομένην καὶ ἐπὶ πλέον αὐτῆς οὖσαν, ἡ δὲ καθόλου ἐκ μεταθέσεως κατάφασις πρὸς τὴν ἁπλῆν ἀπόφασιν ὡς τὸν αὐτὸν τρόπον ἔχουσαν πρὸς αὐτήν· νῦν δὲ παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης τὰς ποσὸν μὲν τὸ αὐτὸ ἐχούσας προτάσεις ἑπομένας μέντοι ἀλλήλαις, οὐκέτι ὅλην ἀντίφασιν πρὸς ὅλην παραβάλλων, ἀλλ’, ὥσπερ εἴρηται, μιᾶς μόνης προτάσεως πρὸς μίαν πρότασιν τὴν συμφωνίαν θεωρῶν. ἀκολουθεῖν οὖν φησι τῇ μὲν ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι’ τὴν ‘οὐδείς ἐστιν ἄνθρωπος δίκαιος’ τῇ δὲ ‘τίς ἄνθρωπος δίκαιός ἐστι’ τὴν ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι’· δῆλον γάρ φησιν ὅτι τούτου ἀληθοῦς ὄντος τοῦ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’ ἀνάγκη εἶναί τινα ἄνθρωπον δίκαιον· ψευδοῦς γὰρ οὔσης τῆς ‘τίς ἄνθρωπος δίκαιός ἐστιν’ οὐκέτι ἀληθὴς ἡ ‘οὐ πᾶς οὐ δίκαιος’, ὅπερ ὑπέκειτο, ἀλλ’ ἡ μαχομένη πρὸς αὐτὴν ἡ ‘πᾶς οὐ δίκαιος’. ὥστε ἀκολουθοῦσιν ἀλλήλαις αἱ κατὰ μέρος προτάσεις, ὥσπερ αἱ καθόλου. ὁ μὲν οὖν Ἀριστοτέλης παραδείγματα μόνα παραθέμενος ἡμῖν τινων ἀκολουθουσῶν ἀλλήλαις προτάσεων ἀπηλλάγη τοῦ θεωρήματος, ὁ δέ γε ἡμέτερος καθηγεμὼν καὶ εὐεργέτης1 κανόνας ἡμῖν πάνυ τεχνικοὺς παρεδίδου, καθ’ οὓς οἷόν τε πάσῃ τῇ προτεθείσῃ προτάσει τὴν ἀκολουθοῦσαν εὑρεῖν· ἐπεὶ γὰρ αἱ προτάσεις καὶ ὡς ὅλαι θεωροῦνται καὶ μέρη ἔχουσι, τὰς ἀντιθέσεις αὐτῶν ἐλάμβανεν ἢ ἀπὸ τῆς περὶ τὰ μέρη αὐτῶν θεωρουμένης διαφορᾶς ἢ ἀπὸ τῆς περὶ ὅλας αὐτάς. ἐπεὶ δὲ δύο μὲν τῶν προτάσεων τὰ μέρη, ὅ τε ὑποκείμενος ὅρος καὶ ὁ κατηγορούμενος, δύο δὲ καὶ τὰ περὶ ὅλας αὐτὰς ὡς ὅλας θεωρούμενα, τό τε ποιὸν αὐτῶν καὶ τὸ ποσόν, τετραχῶς συμβαίνει λαμβάνεσθαι τὰς τῶν προτάσεων ἀντιθέσεις· ἀπὸ μὲν γὰρ τῶν ὑποκειμένων διαιρούμενος αὐτὰς ἐρεῖς ἢ ὡρισμένον ἔχειν τὸν ὑποκείμενον ἢ ἀόριστον, ἀπὸ δὲ τῶν κατηγορουμένων ἤτοι ἁπλᾶς εἶναι ἢ ἐκ μεταθέσεως. καὶ πάλιν κατὰ μὲν τὸ ποσὸν τὴν διαίρεσιν αὐτῶν ποιούμενος ἐρεῖς τὰς μὲν εἶναι καθόλου τὰς δὲ μερικὰς τὰς δὲ καὶ ἀδιορίστους ἢ καὶ καθ’ ἕκαστα, κατὰ δὲ τὸ ποιὸν τὰς μὲν καταφάσεις τὰς δὲ ἀποφάσεις. τούτων οὕτως ἐχόντων ἀποβλέπειν παρεκελεύετο πρὸς τὴν προτεθεῖσαν πρότασιν, ᾗ βουλόμεθα τὴν ἀκολουθοῦσαν εὑρεῖν, πῶς ἔχει καθ’ ἕκαστον τούτων, καὶ ἀποφαίνεσθαι τὴν ἑπομένην αὐτῇ ταύτην εἶναι τὴν κατὰ μὲν τὸν ὑποκείμενον ὅρον καὶ κατὰ τὸ ποσὸν ὁμοίως αὐτῇ ἔχουσαν κατὰ δὲ τὰ λοιπὰ ἄμφω διαφόρως·2 προκείσθω γὰρ εὑρεῖν τῇ ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν’ ἢ ‘ζῷόν ἐστιν’ (ἵνα καὶ ἀληθείας μετέχῃ ὁ λόγος) τὴν ἀκολουθοῦσαν (καὶ μάλιστα ὅτι οὐδὲ τίθησι τοιαύτης προτάσεως παραδείγματα ὁ Ἀριστοτέλης)· οὐκοῦν ἐπεὶ αὕτη ὡρισμένον τε ἔχει τὸν ὑποκείμενον καὶ ἔστιν ἁπλῆ καὶ ἔτι καθόλου καὶ καταφατική, δεήσει ἕπεσθαι αὐτῇ πρότασιν ὡρισμένον μὲν ἔχουσαν τὸν ὑποκείμενον οὐκέτι δὲ ἁπλῆν ἀλλ’ ἐκ μεταθέσεως, καὶ πάλιν καθόλου μὲν καὶ αὐτὴν οὖσαν οὐκέτι μέντοι κατάφασιν ἀλλ’ ἀπόφασιν. ποία οὖν ἔσται πρότασις ἐξ ὡρισμένου τοῦ ὑποκειμένου ἐκ μεταθέσεως καθόλου ἀπόφασις; δηλαδὴ ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’ ἢ ‘οὐ ζῷόν ἐστιν’· αὕτη ἄρα ἐκείνῃ ἕψεται. Τὸν αὐτὸν δὴ τρόπον καὶ πάσῃ ἄλλῃ προτάσει εἴτε ὡρισμένον εἴτε ἀόριστον ἐχούσῃ τὸν ὑποκείμενον τὴν ἀκολουθοῦσαν εὑρήσεις· συμβαλοῦνται γὰρ ἡμῖν οἱ κανόνες οὗτοι καὶ πρὸς τὰ ἐφεξῆς ῥηθησόμενα παρὰ τοῦ Ἀριστοτέλους περὶ τῆς ἀκολουθίας τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων. ἐπὶ μὲν οὖν τῶν προσδιωρισμένων οὐ μόνον ταῖς καταφάσεσιν ἕπεσθαι συμβαίνει τὰς ἀποφάσεις ἀλλὰ καὶ ταῖς ἀποφάσεσι τὰς καταφάσεις, ὅπερ καὶ αὐτὸς ἐδήλωσε μετὰ τὸ παραθέσθαι τὴν μερικὴν ἀπόφασιν ἐπαγαγὼν τὸ ἀνάγκη γὰρ εἶναί τινα· εἴπερ δὲ ἄρα, ἐπὶ τῶν ἀπροσδιορίστων ταῖς μὲν καταφάσεσιν ἕψονται αἱ ἀποφάσεις, ταῖς δὲ ἀποφάσεσιν οὐ πάντως αἱ καταφάσεις.

「そしてこれらは従属する。すなわち、『すべての人間は正しくない』には『何らの人間も正しくない』が従属し、『ある人間は正しい』には『すべての人間が正しくないのではない』という対立命題が従属する。というのも、誰かが[正しいことが]必然だからである。」 第三の述語が付加された命題に関する探求の初めにおいて、われわれは、それらの全体の矛盾対立が互いに対してどのような順序と帰結をもっているかを教えられ、またそれらの部分が互いに対比されていた。すなわち、全称単純肯定は、それに従属しまたそれよりも広いものとしての部分転置否定に対して対比され、全称転置肯定は、それに対して同じ関係をもつものとしての単純否定に対して対比されていたのである。しかし今やアリストテレスは、同一の量をもちつつ互いに帰結しあう命題をわれわれに提示しており、もはや全体の矛盾対立を全体に対して対比するのではなく、言われたように、一つの命題のみと一つの命題との調和を考察している。したがって彼は、「すべての人間は正しくない」には「何らの人間も正しくない」が従属し、「ある人間は正しい」には「すべての人間が正しくないのではない」が従属すると述べている。なぜなら彼が言うには、この「すべての人間が正しくないのではない」が真であるなら、ある人間が正しいことが必然であるのは明らかだからである。というのも、「ある人間は正しい」が偽であるならば、仮定されていた「すべての[人間が]正しくないのではない」はもはや真ではなく、これと争う「すべての[人間が]正しくない」が真になるからである。したがって部分命題も、全称命題と同様に、互いに従属しあうのである。さて、アリストテレスは互いに従属しあうある命題の実例のみをわれわれに提示してこの定理から離れたが、われわれの師であり恩恵者である人物は、提示されたあらゆる命題に対して従属する命題を見出すことが可能となる、きわめて技術的な規矩をわれわれに教えてくれた。なぜなら命題は全体としても考察され、また部分をもつので、彼は命題の対立を、それらの部分に関して考察される相違からか、あるいは命題全体に関する相違からのいずれかから取っていたからである。そして、命題の部分は主語の項と述語の項の二つであり、また命題全体を全体として考察する際の事項も質と量の二つであるので、命題の対立が取られるのは四通り生じる。実際、主語から命題を区分するならば、主語が規定されているか不定であるかのいずれかであると言うであろうし、述語からは、単純であるか転置によるものであるかのいずれかであると言うであろう。そして再び、量に従ってそれらの区分を行うならば、あるものは全称、あるものは部分、あるものは不定、あるいは個別であると言うであろうし、質に従っては、あるものは肯定、あるものは否定であると言うであろう。これらがこのようであるとき、彼は、われわれがそれに従属する命題を見出そうと望む提示された命題に目を向けて、これら各々に関してどうであるかを見て、それに従属する命題とは、主語の項および量に関してはそれと同様であり、残りの二つに関しては異なっている命題であると断定するよう勧告していた。実際、「すべての人間は正しい」または「動物である」(言明が真理に与るようにするためである)に従属する命題を見出すことが課されたとしよう(特にアリストテレスがそのような命題の実例を挙げていないがゆえになおさらである)。したがって、この命題は規定された主語をもち、単純であり、さらに全称かつ肯定的である以上、それに従属しなければならない命題は、規定された主語をもちつつも、もはや単純ではなく転置によるものであり、そして再びそれ自体全称でありつつも、もはや肯定ではなく否定である命題でなければならないであろう。では、規定された主語からなる転置による全称否定とはどのような命題であろうか。言うまでもなく、「何らの人間も正しくないのではない」あるいは「動物でないのではない」と言う命題である。したがって、この命題がかの命題に従属するであろう。まさに同じ方法で、規定された主語をもつものであれ不定の主語をもつものであれ、他のあらゆる命題に対しても従属する命題を見出すであろう。なぜなら、これらの規矩は、不定の主語からなる命題の帰結についてアリストテレスによって後で語られる事柄に対してもわれわれに寄与するであろうからである。したがって、量化された命題においては肯定に否定が従属するだけでなく、否定にも肯定が従属することが生じるのであり、まさにこのことを彼自身も部分否定を提示したのちに「誰かが[正しいことが]必然だからである」と付け加えて明らかにした。これに対して、もしそうであるとすれば、量化されていない命題においては肯定に否定は従属するであろうが、否定に肯定が常に従属するわけではないのである。

構文注3 件
  1. 1.39ὁ δέ γε ἡμέτερος καθηγεμὼν καὶ εὐεργέτης

    古代新プラトン主義注解の慣例表現で、プロクロスを指す。文法的には後続の未完了過去動詞 παρεδίδου の主語であり、アリストテレス(ὁ μὲν οὖν Ἀριστοτέλης... ἀπηλλάγη)との対比(μέν... δέ)を形成している。

  2. 1.39τὴν κατὰ μὲν τὸν ὑποκείμενον ὅρον καὶ κατὰ τὸ ποσὸν ὁμοίως αὐτῇ ἔχουσαν κατὰ δὲ τὰ λοιπὰ ἄμφω διαφόρως

    対格不定詞構文(ἀποφαίνεσθαι の意味上の目的語)の内側で、現在分詞 ἔχουσαν が τὴν ἑπομένην(それに従属する命題)を述語的に規定している。4つの要素のうち2つ(主語と量)において「同様であり(ὁμοίως ἔχουσαν)」、残りの2つ(述語の性質[単純か転置か]と命題の質[肯定か否定か])において「異なっている(διαφόρως ἔχουσαν)」という規則の骨格を明瞭に対比的に示している。

  3. 1.39ἀκολουθοῦσαν καθόλου τινὶ καταφάσει

    直前チャンク末尾で予告されていた「全称肯定に従属する全称否定」について、ここでは ἀκολουθοῦσι という動詞によって命題相互の必然的帰結(等値関係)が示されている。構文的には τῇ μὲν... τῇ δὲ... が与格補語として ἀκολουθοῦσι に係り、主格の ἡ οὐδείς ἐστιν... および ἡ ἀντικειμένη がそれぞれ従属する命題として主語を構成する。

    本文中の位置は未特定

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:181.8-183.1