- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:15.14-17.13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アンモニオスはアリストテレス『命題論』16a1の言明を取り上げ、言明から肯定と否定への区分様態をめぐる諸解釈(ポルピュリオスとアレクサンドロス)を比較し、さらに否定・肯定・言明・言説という4項の列挙順序の意図(認識の順序と本性の順序)を解明する。
" Ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος." Ὅτι μὲν τρεῖς εἰσιν οἱ κυρίως λεγόμενοι τῶν διαιρέσεων τρόποι, τοῦ γένους εἰς τὰ εἴδη καὶ τοῦ ὅλου εἰς τὰ μέρη καὶ τῆς ὁμωνύμου φωνῆς εἰς τὰ διάφορα σημαινόμενα, φανερόν, καὶ ὅτι ἡ ἀπόφανσις εἰς τὴν κατάφασιν διαιρεῖται καὶ τὴν ἀπόφασιν· λέγομεν γὰρ τῆς ἀποφάνσεως τὴν μὲν εἶναι καταφατικὴν τὴν δὲ ἀποφατικήν. ἐζήτηται δὲ παρὰ τοῖς ἐξηγηταῖς τοῦ Ἀριστοτέλους τίνα τρόπον διαιρεῖται ἡ ἀπόφανσις εἰς τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. καὶ οἱ μὲν εἵλοντο λέγειν αὐτὴν ὡς φωνὴν ὁμώνυμον εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι, καθάπερ ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, οἱ δὲ ὡς γένος εἰς εἴδη, καθάπερ ὁ φιλόσοφος Πορφύριος· οὐδεὶς γὰρ ἐτόλμησεν εἰπεῖν διαιρεῖσθαι αὐτὴν ὡς ὅλον εἰς μέρη, ἐπείπερ οὔτε ὡς ὁμοιομερὲς ὅλον φαίνεται διαιρουμένη (πολλὴ γὰρ ἡ διαφορὰ τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν) οὔθ’ ὡς ἀνομοιομερές· οὐ γὰρ ἂν ἑκάτερον τῶν μερῶν ἐκαλεῖτο τῷ τοῦ ὅλου ὀνόματι.1 τὸ μὲν οὖν ἀληθὲς ὅπῃ ἔχει καὶ ὡς ἡ τοῦ φιλοσόφου κρατεῖ Πορφυρίου δόξα, προϊόντες κατὰ καιρὸν ἐπιδείξομεν ἐξηγούμενοι τοὺς ἀποδιδομένους αὐτῶν παρὰ τοῦ Ἀριστοτέλους ὁρισμούς. Νυνὶ δὲ ῥητέον πρῶτον μὲν ὅτι τὸ δεῖ θέσθαι, ὅπερ ἦν τὸ ὁρίσασθαι, κοινῶς καὶ ἐπὶ τούτων ληπτέον ‘ἔπειτα δεῖ θέσθαι τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος’, πρὸς δὲ τούτῳ, ὅτι τέτταρα μὲν τὰ ἀπηριθμημένα δεῖν φησιν ὁρίσασθαι μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα, διότι τὸ μὲν προκείμενόν ἐστιν, ὥσπερ ἐλέγομεν, τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου παραδοῦναι, τοῦτο δὲ πάντως ἢ καταφατικόν ἐστιν ἢ ἀποφατικόν, ἔδει οὖν διδάξαι περὶ καταφάσεως καὶ ἀποφάσεως, ὥστε καὶ περὶ τοῦ κοινοῦ αὐτῶν γένους, τῆς ἀποφάνσεως. ἐπεὶ δὲ καὶ ἡ ἀπόφανσις ἕν τί ἐστι τῶν τοῦ λόγου εἰδῶν καὶ ἔδει τὸν λόγον ἐν τῷ ὁρισμῷ παραληφθῆναι τῆς ἀποφάνσεως, διότι καὶ πάντα τὰ γένη τοὺς ὁρισμοὺς συμπληροῦσι τῶν οἰκείων εἰδῶν, γνωριμώτερα δὲ εἶναι χρὴ τὰ πρὸς διδασκαλίαν ὁτουοῦν λαμβανόμενα τοῦ δι’ αὐτῶν δηλουμένου, διὰ τοῦτο ἔδοξεν ἀναγκαία εἶναι καὶ ἡ τοῦ λόγου θεωρία ὡς προληφθῆναι ὀφείλουσα τῆς ἀποφάνσεως. εἰ δέ τις ἀποροίη πῶς οὐχὶ καὶ τὸ τοῦ λόγου γένος, ἡ φωνή, διὰ τὴν αὐτὴν αἰτίαν μνήμης ἠξίωται ὡς ὀφεῖλον καὶ αὐτὸ δι’ ὁρισμοῦ δηλωθῆναι, ῥητέον ὅτι φυσιολογίᾳ προσῆκον ἦν περὶ φωνῆς διαλεχθῆναι, διότι μόνης φύσεώς ἐστιν ἔργον ἡ φωνή, καθάπερ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν (φύσει γὰρ ἐσμεν φωνητικοί), λόγος δὲ καὶ ἀπόφανσις καὶ τὰ ταύτης εἴδη, κατάφασις καὶ ἀπόφασις, φωναὶ μέν τινές εἰσιν, ἀλλὰ προσλαβοῦσαι τὸ ἀπὸ τῆς ἡμετέρας ἐννοίας εἰδοποιεῖσθαι καὶ τοίως ἢ τοίως προφέρεσθαι. διὸ καὶ ἰδία τις ἀπονενέμηται αὐτοῖς πραγματεία παρὰ τὰς φυσικάς, ἡ λογικὴ κεκλημένη, ὥστε μηδὲ ἁπλῶς εἶναι τὴν φωνὴν τοῦ λόγου, ὥσπερ τινὲς ὑπολαμβάνουσι, γένος· οὐ γὰρ οἷόν τε ἦν τοῦ γένους φύσει ὄντος τὸ εἶδος μὴ εἶναι φύσει, ἀλλ’ εἴπερ ἄρα, τῆς κατὰ τὸν λόγον φωνῆς τὴν ἁπλῶς φωνὴν ῥητέον γένος εἶναι, πρὸς μέντοι τὸν λόγον αὐτὸν ἐν ὕλης τάξει παραλαμβάνεσθαι τὴν φωνὴν ἐροῦμεν,2 ὅπερ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ πέμπτῳ τῶν Περὶ γενέσεως ζῴων ἀποφαίνεται τὰς κατὰ τὴν φωνὴν διαφορὰς τῶν ζῴων ἐπισκεπτόμενος, ἀλλ’ οὐ γένος αὐτοῦ τυγχάνειν, ὡς διὰ τῶν ἑξῆς ἔσται σαφέστερον. τὸν δέ γε ζητοῦντα, τί οὖν τοῦ λόγου τὸ γένος, ἀναμιμνήσκεσθαι χρὴ τῆς ἐν ταῖς Κατηγορίαις παραδεδομένης τοῦ ποσοῦ διαιρέσεως. Προσεκτέον δὲ ὡς ἐν τοῖς τέτταρσι τοῖς ἀπηριθμημένοις ἀπὸ τῶν καταδεεστέρων τὴν ἀρχὴν ποιησάμενος ὁ Ἀριστοτέλης ἄνεισιν ἐπὶ τὰ τελειότερα καὶ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ ὁλικώτερα· τελειότερον γὰρ κατάφασις μὲν ἀποφάσεως ἅτε ὕπαρξιν σημαίνουσα τῆς ἀποφάσεως ἀνυπαρξίαν δηλούσης, τῆς δὲ καταφάσεως ἡ ἀπόφανσις ἅτε γένος αὐτῆς, ὡς ἐλέγομεν, τυγχάνουσα, τῆς δὲ ἀποφάνσεως ὁ λόγος,3 ἐπείπερ ἕν ἐστι τῶν πέντε εἰδῶν τοῦ λόγου τὸ ἀποφαντικόν. καὶ ἔστιν ἡ τάξις τῆς εἰρημένης ἀπαριθμήσεως πρὸς ἡμᾶς τοὺς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα καὶ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ ὁλικώτερα μεταβαίνειν πεφυκότας διὰ τὴν ἀπὸ τοῦ ἀτελοῦς τῆς γνώσεως ἡμῶν ἐπὶ τὸ τελειότερον προκοπήν. ἐν μέντοι τῇ περὶ αὐτῶν διδασκαλίᾳ ὥσπερ ἀνάπαλιν ὁδεύσει κατὰ τὴν φυσικὴν τῶν πραγμάτων τάξιν, τὰ μὲν γένη τῶν εἰδῶν προτιθεὶς τὰ δὲ τελειότερα τῶν ἀτελεστέρων. διὸ καὶ τὸν προειρημένον αὐτὰ τρόπον ἀπηριθμήσατο, τὸ τέλος τῆς ἀπαριθμήσεως ἀρχὴν ποιήσασθαι βουλόμενος τῆς διδασκαλίας.
「次いで、否定とは何か、肯定とは何か、言明とは何か、言説とは何か[を規定しなければならない]。」 本義において語られる区分の様態には三つあること、すなわち類から種への区分、全体から部分への区分、そして同音異義の音声から多様な意味内容への区分があること、さらに言明が肯定と否定へと区分されることは明白である。なぜならわれわれは、言明のうち一方は肯定言明であり他方は否定言明であると言うからである。しかし、アリストテレスの注解者たちの間では、言明がいかなる様態において肯定と否定へと区分されるのかが探究されてきた。そして、アプロディシアスのアレクサンドロスのように、同音異義の音声が多様な意味内容へと区分されるように言明が区分されると言うことを選んだ者たちもいれば、哲学者ポルピュリオスのように、類が種へと区分されるように区分されると言う者たちもいた。というのも、言明が全体から部分へ区分されるように区分されると敢えて言った者はいなかったからであり、それは言明が同質部分的な全体として区分されているようにも見えず(肯定と否定の間には大きな差異があるからである)、異質部分的な全体として区分されているようにも見えない(もしそうなら、部分のおのおのが全体の名称で呼ばれることはないはずだからである)からにほかならない。そこで、真理がどのように成り立っており、いかにして哲学者ポルピュリオスの見解が優勢であるかについては、われわれが先へと進む中で、アリストテレスから提示されるそれらの定義を注解しながら機に応じて示すことにしよう。 しかし現時点では、まず第一に、「規定しなければならない」、すなわち「定義しなければならない」ということを、これらに対しても共通に受け取らなければならない、つまり「次いで、否定とは何か、肯定とは何か、言明とは何か、言説とは何かを規定しなければならない」と受け取らなければならないと述べられねばならず、これに加えて、名辞と動詞の後に定義しなければならないと彼が述べている列挙されたものが四つであるのは、先に述べていたように、主題とされているのは言明的な言説の定言的種を伝授することであり、これはいずれにしても肯定言明であるか否定言明であるかのいずれかであるため、肯定と否定について教え、したがってそれらの共通の類である言明についても教える必要があったからである、と述べられねばならない。そして、言明もまた言説の諸種のひとつであり、言説は言明の定義において取り入れられる必要があったのであり(すべての類はそれらに固有の種の定義を満たすものであり、何であれ教示のために採用されるものは、それらを通じて明らかにされるものよりもいっそう知られやすいものでなければならないからである)、このゆえに、言説の考察もまた言明に先立って把握されるべきものとして必然的であると思われたのである。もし誰かが、なぜ言説の類である音声もまた同じ理由によって、それ自体も定義を通じて明らかにされるべきものとして言及に値するとみなされなかったのか、と難問を呈するならば、音声について論じることは自然学にふさわしいことであったと述べるべきである。なぜなら音声は、視ることや聴くことと同様に自然のみの働きであるのに対し(われわれは生まれつき発声能力をもっているからである)、言説と言明、および言明の諸種である肯定と否定は、確かに一種の音声ではあるものの、われわれの観念から種差別を与えられ、あれこれの仕方で発せられるという性格を付け加えたものだからである。それゆえ、自然学的な論考とは別に、論理学と呼ばれる固有の或る論考がそれらのために割り当てられたのであり、したがって一部の者たちが想定しているように、音声が端的に言説の類であるわけでもない。なぜなら類が本性的に存立しているのに種が本性的に存立しないということはありえないからであり、もしそう言うとすれば、端的な音声を、言説に従う音声の類であると言わねばならず、他方で言説そのものに対しては、音声は質料の秩序において取り入れられるとわれわれは言うであろう(このことはアリストテレス自身も『動物発生論』第5巻において動物の音声による差異を考察する際に述べているとおりである)。しかし、続く事柄を通じてより明確になるであろうように、音声が言説の類であるわけではない〔とわれわれは言うであろう〕。言説の類は何であるかを求める者は、『範疇論』において伝授されている分量の区分を想起しなければならない。 注意すべきこととして、アリストテレスは列挙されたこれら四つのものにおいて、より劣ったものから始め、より完全なものへと上昇し、より部分的なものからより全体的なものへと上昇している。実際、肯定は否定よりも完全である(肯定が存在を意味するのに対し否定は非存在を明らかにするからである)。肯定に対しては言明がより完全である(先に述べたように、言明は肯定の類にあたるからである)。言明に対しては言説がより完全である(言明的な言説は言説の五つの種のひとつだからである)。そして、述べられた列挙の順序は、われわれの認識の不完全な状態からより完全な状態への進歩のために、より劣ったものからより優れたものへ、より部分的なものからより全体的なものへと移行するように生まれついているわれわれに向けられたものである。しかしながら、それらに関する教示においては、事物の自然な秩序に従ってあたかも逆方向に進むのであり、種よりも類を前に置き、より不完全なものよりもより完全なものを前に置くことになる。それゆえ彼も上述の仕方でこれらを列挙したのであり、列挙の終わりを教示の始まりとすることを望んだからである。
- 1.2οὐδεὶς γὰρ ἐτόλμησεν εἰπεῖν διαιρεῖσθαι αὐτὴν ὡς ὅλον εἰς μέρη, ἐπείπερ οὔτε ὡς ὁμοιομερὲς ὅλον φαίνεται διαιρουμένη (πολλὴ γὰρ ἡ διαφορὰ τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν) οὔθ’ ὡς ἀνομοιομερές· οὐ γὰρ ἂν ἑκάτερον τῶν μερῶν ἐκαλεῖτο τῷ τοῦ ὅλου ὀνόματι.
構文の骨格は οὐδεὶς γὰρ ἐτόλμησεν εἰπεῖν διαιρεῖσθαι αὐτὴν ὡς ὅλον εἰς μέρη に続き、理由を示す従属節 ἐπείπερ が οὔτε ὡς ὁμοιομερὲς ὅλον と οὔθ’ ὡς ἀνομοιομερές を並列させている。後者の理由として οὐ γὰρ ἂν ... ἐκαλεῖτο という反実仮想(現在の事実に反する仮定)が置かれ、同質部分でも異質部分でもありえない論理的根拠を簡潔に示している。
- 1.2ὥστε μηδὲ ἁπλῶς εἶναι τὴν φωνὴν τοῦ λόγου, ὥσπερ τινὲς ὑπολαμβάνουσι, γένος· οὐ γὰρ οἷόν τε ἦν τοῦ γένους φύσει ὄντος τὸ εἶδος μὴ εἶναι φύσει, ἀλλ’ εἴπερ ἄρα, τῆς κατὰ τὸν λόγον φωνῆς τὴν ἁπλῶς φωνὴν ῥητέον γένος εἶναι, πρὸς μέντοι τὸν λόγον αὐτὸν ἐν ὕλης τάξει παραλαμβάνεσθαι τὴν φωνὴν ἐροῦμεν
結果節 ὥστε ... εἶναι に続いて理由を示す文 οὐ γὰρ οἷόν τε ἦν ... が置かれ、属格絶対構文 τοῦ γένους φύσει ὄντος が条件的な意味を担っている。その後に ἀλλ’ εἴπερ ἄρα(「仮にそう言うとしても」)で導かれる ῥητέον ... εἶναι と、対比の μέντοι を伴う主節 ἐροῦμεν(不定詞 παραλαμβάνεσθαι を従える)が対置され、「音声は言説の類ではなく質料の位階にある」という帰結が導かれている。
- 1.2τελειότερον γὰρ κατάφασις μὲν ἀποφάσεως ἅτε ὕπαρξιν σημαίνουσα τῆς ἀποφάσεως ἀνυπαρξίαν δηλούσης, τῆς δὲ καταφάσεως ἡ ἀπόφανσις ἅτε γένος αὐτῆς, ὡς ἐλέγομεν, τυγχάνουσα, τῆς δὲ ἀποφάνσεως ὁ λόγος
比較級 τελειότερον を共有しながら、3組の主語と属格(比較の対象)が μέν...δέ で段階的に連鎖している。第1の対(肯定と否定)では原因を示す ἅτε σημαίνουσα に絶対属格 τῆς ἀποφάσεως ... δηλούσης が対置され、第2・第3の対でも省略された比較級(または動詞 ἐστί)を補って読む必要がある。
