← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§107.13-108.36

述語に対する全称限定辞付加の不可能性の証明

アンモニオスは、「すべての知識を受容しうる」という反論例において「すべての」は述語全体の限定辞ではなく述語の一部にすぎないことを三段論法の構成から論証し、述語が主語と同等である場合であっても肯定の全称限定辞を述語に結合できない形而上学的・論理学的根拠を解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.20#5

εἰ μὲν οὖν τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς δύναται τότε ἀληθεύειν ἡ πρότασις, οἷον λεγόντων ἡμῶν ‘πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν’, ἐλέγχοιτο ἄν τοῦ Ἀριστοτέλους ὁ λόγος·1 νῦν δὲ ἀδύνατον αὐτὴν ἀληθεύειν· ὁ γὰρ τοῦτο λέγων οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τῶν ἀνθρώπων ἕκαστος πᾶς ἄνθρωπός ἐστιν, οἷον ὁ Σωκράτης οὐ μόνον ἐστὶ Σωκράτης ἀλλὰ καὶ Πλάτων καὶ Ἀλκιβιάδης καὶ τῶν ἄλλων ἕκαστος· εἰ γὰρ ἐστι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης, εἷς δὲ τῶν πάντων καὶ Σωκράτης, καὶ οὗτος ἄρα πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν, ὥστε καὶ Πλάτων ἔσται καὶ Ἀλκιβιάδης ὁ Σωκράτης, ἐπειδὴ καὶ οὗτοι δεκτικοί εἰσιν ἐπιστήμης· εἰ γὰρ μὴ εἴη ὁ Σωκράτης καὶ Πλάτων ἅμα καὶ Ἀλκιβιάδης, οὐκέτι ἔσται πᾶν δεκτικὸν ἐπιστήμης. τὸ οὖν πάσης οὐκ ἔστιν ἐνταῦθα τοῦ κατηγορουμένου προσδιορισμός, ἀλλὰ μέρος· αὐτὸ γὰρ τοῦτο λέγεται περὶ τοῦ ἀνθρώπου, ὅτι δεκτικός ἐστι πάσης ἐπιστήμης. ὅτι δὲ οὐκ ἔστι τὸ πάσης προσδιορισμὸς τοῦ κατηγορουμένου, δῆλον ἐκ τοῦ συμπλέκοντας ἡμᾶς ταύτῃ τῇ προτάσει ἑτέραν μείζονα πρότασιν καὶ τὸ ἐν ταύτῃ κατηγορούμενον, αὐτὸ λέγω τὸ δεκτικὸν πάσης ἐπιστήμης, ὑποκείμενον ἑτέρῳ τινὶ καθόλου κατ’ αὐτοῦ κατηγορουμένῳ ποιοῦντας, ἵνα συμπέρασμά τι ἐξ αὐτῶν συναγάγωμεν, προστιθέναι αὐτῷ τότε τὸν καθόλου προσδιορισμὸν ἅτε μὴ ἔχοντι,2 οἷον εἰ λέγοιμεν ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικός, πᾶν τὸ πάσης ἐπιστήμης δεκτικὸν λογικόν, πᾶς ἄρα ἄνθρωπος λογικός’, καίτοι εἰ τὸ πάσης προσδιορισμὸς ἦν, τί ἡμῖν ἔδει καὶ ἑτέρου προσδιορισμοῦ; πῶς δὲ οἷόν τε ἦν δύο προσδιορισμοὺς ἐφεξῆς ἀλλήλοις λέγεσθαι; ἀλλὰ δῆλον ὅτι οὔτε τὸ πάσης προσδιορισμὸν εἶναι τοῦ κατηγορουμένου δυνατὸν οὔτε τὸ κατηγορούμενον ἡ ἐπιστήμη ἐστὶν ἀλλὰ τὸ δεκτικόν, ᾧ ἐν τῇ δευτέρᾳ προτάσει ὑποκειμένῳ γινομένῳ κατὰ τὸν νόμον τῶν ἐν τῷ πρώτῳ χρήματι3 συμπλεκομένων προτάσεων ποτὲ μὲν τὸ ἄρθρον ποτὲ δὲ τὸν καθόλου προσδιορισμὸν προστίθεμεν. Ὅτι μὲν οὖν οὐ χρὴ τῷ κατηγορουμένῳ προστιθέναι τὸν καθόλου προσδιορισμὸν τὸν καταφατικόν, εἴτε κοινότερον εἴη τοῦ ὑποκειμένου τὸ κατηγορούμενον ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’, εἴτε καὶ ἐξισάζον πρὸς αὐτὸ ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν γελαστικόν’, φανερὸν ἐκ τῶν εἰρημένων· καὶ γὰρ καὶ ἐπὶ τῶν ἐξισαζόντων ὅρων παραπλήσιον τὸ ἄτοπον, διότι ὁ πάντα ἄνθρωπον ἅπαν γελαστικὸν εἶναι ἀποφηνάμενος ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων ἅπασιν εἶναι τὸν αὐτὸν ἀποφαίνεται, οἷον τὸν Σωκράτην, διότι ἐστὶν ἄνθρωπος, ἅπαν εἶναι γελαστικόν, τοῦτο δέ ἐστι τὸν Σωκράτην πάντα ἄνθρωπον εἶναι. τοῦτο μὲν οὖν καὶ διὰ τῶν πρότερον εἰρημένων δῆλον, ἐν οἷς ἐδείκνυμεν ὡς οὐ δυνατὸν λέγειν ὅτι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστί· καὶ γὰρ τὸ δεκτικὸν ἐπιστήμης ἐξισάζει πρὸς τὸν ἄνθρωπον. ἀλλὰ τί τὸ αἴτιον τοῦ μὴ πεφυκέναι τὸ κατηγορούμενον ἀνέχεσθαι τῆς προσθήκης τοῦ πᾶς προσδιορισμοῦ, καίτοι τῷ οὐδεὶς συμφύεσθαι δοκοῦν; ἢ ὅτι τὸ καταφατικῶς κατηγορούμενον εἰ καθόλου κατηγοροῖτο τοῦ ὑποκειμένου, ἀεὶ περιλαμβάνειν ἐθέλει τὸ ὑποκείμενον, ἢ ὡς ἐξισάζον καὶ οἷον ἐφαρμόζον αὐτῷ ἢ καὶ ὡς ὑπερτεῖνον, καὶ ἔτι τὸ πλῆθος ἅπαν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων τῇ ἑαυτοῦ μεθέξει συνδεῖν αὐτὸ πρὸς ἑαυτὸ καὶ ἑνοῦν πέφυκεν· ὅπερ γὰρ ἔλεγεν ἐν τοῖς προλαβοῦσιν ὁ Ἀριστοτέλης, τὸ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου. εἰ τοίνυν τὸ μὲν καταφατικῶς κατηγορούμενον συνάγειν ἐπείγεται καὶ τὰ φύσει διῃρημένα, ὡς ἂν αὐτῶν πολλῶν πρότερον κατὰ τὴν ἁπλότητα τὴν αὐτοῦ θεωρουμένων,4 τὸ δὲ πᾶς οὐχ ἑνός τινος ἀλλὰ πλήθους ἐστὶν ἐμφαντικόν, φανερὸν ὡς συμπλέκεσθαι αὐτὰ πρὸς ἄλληλα τῶν ἀδυνάτων. ὅταν δὲ παντελῶς ᾖ κεχωρισμένον τὸ ἀποφατικῶς κατηγορούμενον τοῦ ὑποκειμένου, τότε καὶ ἕκαστον τῶν ὑπὸ τὸ κατηγορούμενον ἀποφάσκειν δυνάμεθα τοῦ ὑποκειμένου, οἷον λέγοντες ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθος ἐστί’, πλὴν ἐστοιβασμένην ποιήσομεν τὴν πρότασιν, ἐξὸν ἁπλούστερον λέγειν τὸ ‘πᾶς ἄνθρωπος λίθος οὐκ ἔστι’ καὶ τούτου ἔτι ἁπλούστερον τὸ ‘οὐδεὶς ἄνθρωπος λίθος ἐστίν’, ἵνα μὴ ἐπὶ ἀναιρέσεως τὸν καταφατικὸν προσδιορισμὸν παραλαμβάνωμεν.

もししたがって、「受容しうる」に「すべての」が結合されるときに命題が真でありうるのであれば――例えば我々が「すべての人間は知識を受容しうるもののすべてである」と言うときのように――、アリストテレスの議論は論破されるであろう。しかし実際には、この命題が真であることは不可能である。なぜなら、このように言う者は、人間たちの各々がすべての人間である、例えばソクラテスはソクラテスであるだけでなくプラトンでもありアルキビアデスでもあり他の各々でもある、と述べていることに他ならないからである。というのも、もしすべての人間が知識を受容しうるもののすべてであるとし、ソクラテスもそのすべての中の一人であるとするなら、彼もまた知識を受容しうるもののすべてであることになり、したがってソクラテスはプラトンでもありアルキビアデスでもあることになるであろう、なぜなら彼らもまた知識を受容しうるものだからである。実際、もしソクラテスがプラトンでもあり同時にアルキビアデスでもあるのでなければ、もはや知識を受容しうるもののすべてではないであろう。したがって、ここでの「すべての」は述語の限定辞ではなく、部分なのである。なぜなら、まさにこのこと、すなわち「すべての知識を受容しうる」ということが人間について語られているからである。また、「すべての」が述語の限定辞ではないことは、我々がこの命題に別のより大なる命題を結合し、この命題における述語、すなわち私が言う「すべての知識を受容しうるもの」そのものを、それについて全称的に述語づけられる別のものに対して主語となすことで、それらから何らかの結論を導出するために、それが[限定辞を]持っていないものとしてそのときにそれに全称の限定辞を付加することからも明らかである。例えば、「すべての人間はすべての知識を受容しうる。すべての知識を受容しうるもののすべては理性的である。したがってすべての人間は理性的である」と言う場合がそれである。もっとも、もし「すべての」が限定辞であったなら、我々に別の限定辞の何が必要であったろうか。また、二つの限定辞が連続して互いに語られることがどうして可能であったろうか。しかし明らかなように、「すべての」が述語の限定辞であることは不可能であり、述語は知識ではなく「受容しうるもの」であって、これが第一格において結合される命題の規則に従って第二の命題において主語となるとき、我々はあるときは冠詞を、あるときは全称限定辞を付加するのである。 したがって、肯定の全称限定辞を述語に付加すべきではないことは、「すべての人間はすべての動物である」におけるように述語が主語よりも普遍的である場合であれ、「すべての人間は笑いうるもののすべてである」におけるように述語が主語と同等である場合であれ、述べられた事柄から明白である。なぜなら、同等の項においても類似した不条理が生じるからであり、その理由は、すべての人間が笑いうるもののすべてであると主張した者は、個々の人間たちの各々が全員と同一であると主張していることになり、例えばソクラテスが、人間であることによって、笑いうるもののすべてであると、すなわちソクラテスがすべての人間であると主張していることになるからである。このことはそれゆえ、前に述べられた事柄によっても明らかであり、そこにおいて我々は、すべての人間が知識を受容しうるもののすべてであると言うことが不可能であることを示していた。というのも、「知識を受容しうるもの」も人間と同等だからである。しかし、「いかなる…も〜ない」とは自然に融合するように思われるにもかかわらず、述語が「すべての」という限定辞の付加を甘受しない自然本来の性質をもつことの原因は何であろうか。それは、肯定的に述語づけられるものは、もし主語について全称的に述語づけられるとすれば、同等でありいわばそれに合致するものとしてであれ、あるいはそれを超え出るものとしてであれ、常に主語を包摂することを望み、さらには主語のもとにある個物の全体の多を、自身の分有によってそれ自身へと結びつけ一つにする自然本来の性質をもつからであろうか。というのも、前にアリストテレスが述べていたように、「すべての」は普遍を意味するのではなく、普遍的に[述語づけられていること]を意味するからである。もしそれゆえ、肯定的に述語づけられるものが、自然において分割されているものたちをも、あたかもそれらの多数のものに先立って自身の単純性において考察されるかのように結合することへと促すのに対して、「すべての」が一つのものではなく多の表示であるとするなら、これらが互いに結合されることは不可能なことの類であるのは明白である。他方、否定的に述語づけられるものが主語から完全に分離されているときには、我々は述語のもとにある各々のものを主語から否定することも可能であり、例えば「すべての人間はいかなる石でもない」と言うことができるが、ただその場合我々は命題を過剰に積み上げられたものにしてしまうのであり、「すべての人間は石ではない」とより単純に言うことができ、さらには否定において肯定の限定辞を取り入れないようにするために「いかなる人間も石ではない」とこれよりもさらに単純に言うことができるのである。

構文注4 件
  1. 1.20εἰ μὲν οὖν τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς δύναται τότε ἀληθεύειν ἡ πρότασις... ἐλέγχοιτο ἄν τοῦ Ἀριστοτέλους ὁ λόγος

    条件節(εἰ... δύναται)に直説法現在を用いつつ、帰結節(ἐλέγχοιτο ἄν)に ἄν+希求法を配する混合条件文。前節の譲歩的な仮定(「もし仮に〜が真でありうるというのなら」)から結論される潜在的帰結(「論破されることになろう」)を表す。τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς は条件節内の属格独立構文(時・条件)。

  2. 1.20δῆλον ἐκ τοῦ συμπλέκοντας ἡμᾶς ταύτῃ τῇ προτάσει ἑτέραν μείζονα πρότασιν καὶ τὸ ἐν ταύτῃ κατηγορούμενον, αὐτὸ λέγω τὸ δεκτικὸν πάσης ἐπιστήμης, ὑποκείμενον ἑτέρῳ τινὶ καθόλου κατ’ αὐτοῦ κατηγορουμένῳ ποιοῦντας, ἵνα συμπέρασμά τι ἐξ αὐτῶν συναγάγωμεν, προστιθέναι αὐτῷ τότε τὸν καθόλου προσδιορισμὸν ἅτε μὴ ἔχοντι

    骨格は δῆλον ἐκ τοῦ [...] προστιθέναι であり、前置詞句 ἐκ τοῦ に冠詞つき不定詞 προστιθέναι が導かれている。意味上の主語は対格 ἡμᾶς であり、これに二つの分詞 συμπλέκοντας と ποιοῦντας が一致して係っている。αὐτῷ(=τῷ κατηγορουμένῳ)に係る ἅτε μὴ ἔχοντι は理由を表す(「[限定辞を]もともと持っていないものとして」)。

  3. 1.20χρήματι

    底本のテクストは χρήματι となっているが、論理学的な文脈(第一格の三段論法)から明らかなように σχήματι(「格」「図式」)の誤写または誤植である。構文上・意味上は ἐν τῷ πρώτῳ σχήματι(「第一格において」)として解釈して訳出している。

  4. 1.20ὡς ἂν αὐτῶν πολλῶν πρότερον κατὰ τὴν ἁπλότητα τὴν αὐτοῦ θεωρουμένων

    ὡς ἄν に属格独立構文(αὐτῶν πολλῶν ... θεωρουμένων)が後続する表現で、主語が抱く観念や比喩的・主観的な理由・様相を表す(「あたかもそれらの多数のものに先立って…考察されるかのように」)。αὐτοῦ は述語(τὸ καταφατικῶς κατηγορούμενον)を指し、αὐτῶν πολλῶν はその下に属する個々の多(τὰ φύσει διῃρημένα)を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:107.13-108.36