← アンモニオス・ヘルメイウ

ポルピュリオス『イサゴゲー』注解

§39.8-41.8

普遍をめぐる諸問題の回避と古代の諸学説

アンモニオスは、ポルピュリオスが普遍の諸問題(自立存在するか否か、物体か非物体か、分離されているか内在するか)の探究をあえて回避した理由を解説し、アンティステネスらの古代の諸学説を整理・対比する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.7#1

" p. 1,10 Αὐτίκα περὶ γενῶν τε καὶ εἰδῶν." Ὑπέσχετο ὁ Πορφύριος καὶ σύντομον ποιῆσαι τὴν διδασκαλίαν καὶ τὴν λέξιν σαφῆ καὶ τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων. ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παραστῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν.1 ἵνα δὲ σαφὲς γένηται τὸ λεγόμενον, εἴπωμεν οὕτως. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλαῖς ἐπινοίαις ὑπάρχει οἷον ἱπποκένταυρος τραγέλαφος, ἅτινα ἐπινοούμενα μὲν ὑφίσταται, μὴ ἐπινοούμενα δὲ οὐχ ὑφίσταται, ἀλλὰ παυσαμένης τῆς ἐπινοίας καὶ αὐτὰ συμπαύεται· οὐ γάρ ἐστιν ὁ ἱπποκένταυρος ἐν ὑποστάσει, ἀλλὰ θεασάμενοι ἵππον καὶ ἄνθρωπον ἀνεπλάσαμεν τῇ ἐπινοίᾳ σύνθετόν τι τὸν ἱπποκένταυρον. ὁμοίως δὲ καὶ τράγον μὲν ἐποίησεν ἡ φύσις καὶ ἔλαφον, ἀναπλάσαντες δὲ καθ’ ἑαυτοὺς τῇ ἐπινοίᾳ ἀποτελοῦμεν σύνθετόν τι τὸν τραγέλαφον, καὶ ταύτῃ τὸ εἶναι ἔχει. ὁ τοίνυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς ἐπινοίαις εἶναι λέγων ὅτι “ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ” καὶ πάλιν “ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ.” ταῦτα ἐκεῖνος ἔλεγε τῇ αἰσθήσει μόνῃ ζῶν καὶ μὴ δυνάμενος τῷ λόγῳ εἰς μείζονα εὕρεσιν ἑαυτὸν ἀνενεγκεῖν. τῶν οὖν ὑφεστηκότων τὰ μὲν σώματά ἐστι, τὰ δὲ ἀσώματα. ὅλως δὲ τῶν παλαιῶν οἱ μὲν ἔλεγον2 εἶναι ταῦτα, οἱ δὲ μὴ εἶναι. τῶν δὲ λεγόντων εἶναι οἱ μὲν ἔλεγον σώματα, οἱ δὲ ἀσώματα. καὶ οἱ μὲν λέγοντες σώματα εἶναι πάντες ἐπὶ τῆς αὐτῆς δόξης ἔμειναν, τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον. πάλιν δὲ ἐπειδὴ τὰ ἐν τοῖς αἰσθητοῖς ὑφεστῶτα ἀσώματα ἢ δι’ ὅλου ἐστὶν ὡς ἡ ἐν τῷ ψιμμυθίῳ λευκότης ἢ κατὰ τὴν ἐπιφάνειαν ὡς τὸ σφαιροειδὲς σχῆμα, τῶν λεγόντων ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι οἱ μὲν αὐτὰ δι’ ὅλου ἔλεγον εἶναι, οἱ δὲ κατὰ τὴν ἐπιφάνειαν. ἕτεροι δὲ πάλιν περὶ τὰ ὑφεστῶτα ἔλεγον αὐτὰ ὑφεστηκότων τὰ μέν ἐστι σώματα, τὰ δὲ ἀσώματα. καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν χωριστὰ ὡς ἡ λογικὴ ψυχὴ καὶ ὁ ἄγγελος, τὰ δὲ σώματος ἀχώριστα ὡς λευκότης μελανία καὶ ὡς ἄλογοι ψυχαί. τῶν δὲ καθ’ αὑτὰ τὰ μὲν πρὸ τῶν πολλῶν, τὰ δὲ ὑστερογενῆ καὶ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλῇ ἐπινοίᾳ λέγεται εἶναι ὑφεστάναι. τί δέ ἐστι ‘περὶ τὰ ὑφεστῶτα’; οἷον ὡς ὅ τε τόπος (οὗτος γὰρ περιέχει τὰ αἰσθητά) καὶ ὁ χρόνος. τοσούτων οὖν οὐσῶν αἱρέσεων περὶ τοῦ εἶναι ταῦτα καὶ μὴ εἶναί φησι δυνατὸν ἦν ζητεῖν περὶ γενῶν τε καὶ εἰδῶν εἴτ’ εἰσὶν εἴτε ἐν ψιλῇ ἐπινοίᾳ κεῖνται· οὕτω γὰρ ὁ Ἀντισθένης ᾤετο. καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο3 πάλιν ζητεῖν, εἴτε σώματά ἐστιν εἴτε ἀσώματα· γεγόνασι γὰρ ἑκατέρου τῆς διαιρέσεως τμήματος προστάται. πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο, εἰ ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἐν τοῖς πολλοῖς ἢ πρὸ τούτων καὶ κεχώρισται.

「たとえば類と種について。」 ポルピュリオスは教示を簡潔にし、表現を明瞭にし、より深い探究を控えると約束した。それゆえ、これらについて深い探究など何もなかったのだと誰にも言わせないために、まさにこのこと、すなわちこれらについては何かより深い探究があったのだが、意図的に省いたのだということを、哲学者はこれを通じて我々に示そうとしているのである。言われていることを明瞭にするために、次のように言おう。存在するもののうち、或るものは自立存在し、或るものは単なる想念のうちにある。例えばケンタウロスやトラゲラポスのようなものであり、これらは考えられているときには自立存在するが、考えられていないときには自立存在せず、想念が止むとそれら自身も一緒に止んでしまう。なぜならケンタウロスは自立存在のうちにあるのではなく、我々が馬と人間を見て、想念によって何らかの複合的なものとしてケンタウロスを作り上げたからである。同様に、自然は山羊と鹿を作ったが、我々が自分自身の中で想念によって作り直して、何らかの複合的なものとしてトラゲラポスを作り出し、この仕方で[それは]存在を持つのである。そこでアンティステネスは、類や種は単なる想念のうちにあると主張し、「馬は見ているが、馬性は見ていない」、また「人間は見ているが、人間性は見ていない」と言った。彼は感覚だけに生きて、ロゴスによって自らをより大いなる発見へと高めることができなかったので、このように語ったのである。したがって、自立存在するもののうち、或るものは物体であり、或るものは非物体である。総じて古代人のうち、或る者はこれらが存在すると言い、或る者は存在しないと言った。存在すると言う者のうち、或る者は物体であると言い、或る者は非物体であると言った。そして物体であると言う者はすべて同じ見解にとどまったが、非物体であると言う者のうち、非物体のうち或るものは(区分されたように)天使や神のようにそれ自体で自立存在し、或るものは白さや形のように他のもののうちにあるので、或る者はこれらがそれ自体で、或る者は感覚的なもののうちで自立存在すると言った。さらに、感覚的なもののうちに自立存在する非物体は、おしろいの中の白さのように全体を通じてあるか、あるいは球状の形のように表面によるかのいずれかであるため、感覚的なもののうちに自立存在すると言う者のうち、或る者はそれらが全体を通じてあると言い、或る者は表面によると言った。また別の者たちは自立存在するものを取り巻いて、自立存在するもののうち或るものは物体であり、或るものは非物体であると言った。そしてさらに非物体のうち、或るものは理性的魂や天使のように分離可能であり、或るものは白さ・黒さや非理性的魂のように物体から分離不可能である。それ自体であるもののうち、或るものは多数のものに先立ち、或るものは後生的なものであり、我々の魂のうちにある。存在するもののうち、或るものは自立存在し、或るものは単なる想念のうちにあると言われ、自立存在する。「自立存在するものを取り巻いて」とは何か。例えば場所(これは感覚的なものを包容するからである)や時間のようなものである。このように、これらが存在することと存在しないことについて非常に多くの学派が存在している以上、類と種について、それらが[現実に]存在するのか、それとも単なる想念のうちに置かれているのかを探究することが可能であった、と彼は言う。なぜならアンティステネスはそのように考えていたからである。またそれらが自立存在することを見出したとしても、物体であるのか非物体であるのかを再び探究することができた。というのも、その分割のそれぞれの部分の主唱者が現れたからである。さらに、仮にそれらが非物体であることを見出したとしても、それらが質料から不可分で多数のもののうちにあるのか、あるいはそれらに先立って分離されているのかを探究することができたのである。

構文注3 件
  1. 2.7ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παραστῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν.

    文頭の前置された目的節 ἵνα οὖν μή τις εἴπῃ (「…と誰にも言わせないために」)が主節 αὐτὸ τοῦτο βούλεται παραστῆσαι に係り、その後に置かれた2つの ὅτι 節は機能が異なる。第1の ὅτι 節(ὅτι οὐκ ἦν...)は εἴπῃ の直接目的語を成し、第2の ὅτι 節(ὅτι ἦν μὲν...)は主節の代名詞 αὐτὸ τοῦτο の内容を具体的に説明する同格名詞節として働く。

  2. 2.7τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον.

    文頭に置かれた部分属格句 τῶν δὲ λεγόντων εἶναι ἀσώματα (「非物体であると言う者のうち」)は、後続の理由節 ἐπειδὴ ... を挟んだ後、主文の ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον において οἱ μὲν ... οἱ δὲ ... (主格)として再開・分肢される構文的破格(懸垂属格)を形成している。

  3. 2.7καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο πάλιν ζητεῖν ... πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο,

    二度繰り返される分詞 εὑρών は条件節の代用(「もし…と見出したならば」)として機能し、過去の未完了過去 ἠδύνατο と結びついて、ポルピュリオスが深入りを避けた三つの論点(普遍の実在性、物体性、分離性)の論理的段階を示す潜在的・仮定的な可能表現を構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:39.8-41.8