← アンモニオス・ヘルメイウ

ポルピュリオス『イサゴゲー』注解

§3.9-5.8

神への同化と死の練習という二つの定義

アンモニオスは、プラトンに帰される「神への同化」という定義について、神の認識的・配慮的活動への模倣と人間性の限界という観点から根拠づけ、次いで「死の練習」というもう一つの目的論的定義を導入し、クレオンブロトスの誤読と自殺禁止の教説に言及してその真意の探究を準備する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.0#2

ὁ γὰρ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικάς, καθ’ ἃς τὰ πάντα γινώσκει, ὡς καὶ οἱ ποιηταὶ σημαίνουσι λέγοντες θεοὶ δέ τε πάντα ἴσασι, τὰς δὲ προνοητικὰς τῶν καταδεεστέρων, καθ’ ἃς τοῦ κόσμου ὅλου προνοεῖται, ὡς καὶ οἱ ποιηταί φασι θεοὶ δωτῆρες ἐάων. ὁ δὲ φιλόσοφος κατ’ ἄμφω βούλεται ἐξομοιοῦν ἑαυτὸν τῷ θεῷ· βούλεται γὰρ καὶ θεωρητὴς εἶναι τῶν πάντων (πάντα γὰρ ἐπισκέπτεται), καὶ μέντοι καὶ πρόνοιαν τῶν καταδεεστέρων ποιεῖται (ὁ γάρ τοι πολιτικὸς φιλόσοφος δικάζει καὶ νόμους τίθησιν)· ὥστε εἰκότως ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῷ. τὸ δὲ “κατὰ τὸ δυνατὸν ἀνθρώπῳ” καλῶς πρόσκειται· οὔτε γὰρ ἡ γνῶσις ὁμοία οὔτε ἡ πρόνοια ἡ αὐτή, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων· ὧν γὰρ αἱ οὐσίαι διάφοροι, τούτων καὶ αἱ τελειότητες διάφοροι ὑπάρχουσι.1 καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ζῴων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος διάφορον ἔχουσι τὴν οὐσίαν, διάφορον ἔχουσι καὶ τὴν τελειότητα· ἀνθρώπου μὲν γὰρ τελειότης τὸ μετὰ λόγου καὶ φρονήσεως ζῆν, ἵππου δὲ τὸ ὀξέως θεῖν καὶ ἐν πολέμοις ἐπιτήδειον εἶναι. καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀλόγοις πολλὴ διαφορὰ ὑπάρχει τῶν τελειοτήτων, ἐπειδὴ καὶ τῆς οὐσίας αὐτῶν· ἄλλη μὲν ὑπάρχει κυνὸς τελειότης, ἄλλη δὲ ἵππου. εἰ οὖν ἐπὶ τούτων διάφοροί εἰσιν αἱ τελειότητες παρὰ τὴν διάφορον οὐσίαν, πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου τε καὶ θεοῦ. ἐπεὶ οὖν πολὺ διαφέρουσι κατὰ τὴν οὐσίαν, εἰκότως καὶ τὰς τελειότητας διαφερούσας ἔχουσι. καλῶς οὖν πρόσκειται τῷ ὅρῳ “τὸ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ”. ἔστιν οὖν ἡ φιλοσοφία “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ”. ἐκ ποίας δὲ αἰτίας ὥρμησεν οὕτως ὁρίσασθαι τὴν φιλοσοφίαν, ῥητέον. ἐπειδὴ γάρ, ὡς εἶπον, διτταί εἰσιν αἱ τοῦ θεοῦ δυνάμεις, αἵ τε γνωστικαὶ καὶ αἱ πρακτικαί, διτταὶ δὲ καὶ αἱ τῆς ἡμετέρας ψυχῆς, αἵ τε θεωρητικαὶ καὶ πρακτικαί, ὁ δὲ φιλόσοφος ἑκάτερον τῶν μερῶν τῆς ψυχῆς κοσμεῖν βούλεται τῇ πρὸς τὸν θεὸν μιμήσει, τὸ μὲν τὴν τῶν ὄντων φύσιν ὅπως ἔχει ἐπισκεπτόμενος, τὸ δὲ τὰς παθητικὰς τῆς ψυχῆς κοσμῶν δυνάμεις καὶ τῶν ἄλλων ἐπιμελούμενος, εἰκότως ὁ Πλάτων ὁμοίωσιν εἶναι θεῷ τὴν φιλοσοφίαν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ὡρίσατο. Ἔστι δὲ καὶ ἄλλος ὁρισμὸς ἐκ τοῦ τέλους ὁ λέγων “φιλοσοφία ἐστὶ μελέτη θανάτου”. ἐπεὶ δὲ ὁ προκείμενος ὅρος μελέτην θανάτου τὴν φιλοσοφίαν ὁρίζει, ῥητέον, ὅπως δεῖ τῆς τοῦ θανάτου μελέτης ἀκούειν. Κλεόμβροτος γάρ τις ὀνόματι ἐγκύψας τῷ Πλάτωνος Φαίδωνι καὶ ὅτι μὲν δεῖ τὸν φιλόσοφον θάνατον μελετᾶν γνούς, ὅτῳ δὲ δεῖ τρόπῳ μὴ γνούς, ἀνελθὼν ἀπὸ τοῦ τείχους ἑαυτὸν κατεκρήμνισε. τούτου μαρτύριον ὁ τὸ εἰς αὐτὸ τὸ Ἀμβρακιωτικὸν μειράκιον ἐκθέμενος ἐπίγραμμα ποιητής· φησὶ γὰρ Εἴπας ‘ἥλιε, χαῖρε’ Κλεόμβροτος Ἀμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀΐδην ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. διὰ τὴν ἐξ ἀγνοίας τοίνυν συμβᾶσαν τῷ νέῳ ἐγχείρησιν ἐπισκεπτέον ἂν εἴη, τί ποτε βούλεται ἡ ῥηθεῖσα τοῦ θανάτου μελέτη. καὶ γὰρ καὶ ὁ Πλάτων παρακελεύεται μὴ ἐξάγειν ἑαυτόν. φησὶ γοῦν οὕτως· ‘ὁ μὲν οὖν ἐν ἀπορρήτοις περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι καὶ οὐ δεῖ ἑαυτοὺς ἐκ ταύτης ἐξάγειν οὐδὲ ἀποδιδράσκειν, μέγας τίς μοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν’. οὐ δεῖ δὴ ἐξάγειν ἑαυτόν· ὥσπερ γὰρ ὁ ἐν φρουρᾷ ὑπάρχων καὶ καταδεθεὶς διά τι πλημμέλημα, εἰ βουληθείη ἀποδρᾶσαι, ἀνατρέπει ὅσον ἐφ’ ἑαυτῷ τοὺς νόμους,2 οὕτω καὶ ὁ σπεύδων διαλῦσαι τὸν δεσμὸν τοῦ σώματος τὸν δεθέντα ὑπὸ τῆς προνοίας ἀνατρέπει τοὺς δημιουργικοὺς νόμους· οὐ δεῖ οὖν θανατᾶν.3 εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, πῶς μελέτην θανάτου τὴν φιλοσοφίαν φαμέν;

というのも、神は二重の活動を有しており、一つはそれによって万物を知る認識的活動であり――詩人たちも「神々は万事を知り給う」と言って示している通りである――、もう一つは劣った者たちへの配慮的活動であり、それによって全世界を配慮する――詩人たちも「神々は善きものの与え手」と言っている通りである。そして哲学者は双方において自己を神に似せようと欲する。なぜなら万物の観想者であることを欲し(万物を考察するからである)、それだけでなく劣った者たちへの配慮をも行うからである(実に政治的哲学者は裁判を行い、法を制定する)。したがって哲学が神への同化であることはもっともである。また「人間にとって可能な限りでの」という[文言]が付け加えられているのは適切である。なぜなら知識も同様ではなく、配慮も同一ではないからであり、「不死の神々と、地を歩む人間どもの種族は決して同じではない」からである。実体が異なっているものたちについては、それらの完成態もまた異なって存在するからである。そしてこのことは他の動物たちにおいても見て取ることができる。なぜなら人間と馬とは異なる実体を有しているので、異なる完成態をも有しているからである。人間の完成態とはことわりと思慮に伴って生きることであり、馬の[完成態]とは敏捷に走ること、および戦いにおいて適していることである。また理なき動物たちの間においてさえ、完成態の大きな相違が存在する。彼らの実体もまた[相違している]からである。犬の完成態は一つであり、馬の完成態は別のものである。それゆえ、もしこれらにおいて異なる実体ゆえに完成態が異なっているとするなら、人間と神においてはなおさらそうである。したがって、両者が実体において大いに異なっている以上、完成態をも異なったものとして有しているのはもっともである。それゆえ「人間にとって可能な限りでの」という[規定]が定義に付け加えられているのは適切である。それゆえ哲学とは「人間にとって可能な限りでの神への同化」である。しかし、どのような理由から哲学をそのように定義することへと向かったのかを述べねばならない。なぜなら私が言ったように、神の諸能力は認識的諸能力と実践的諸能力の二重であり、われわれの魂の諸能力もまた理論的諸能力と実践的諸能力の二重であって、哲学者は神の模倣によって魂の各々の部分を秩序づけようと欲し、一方では存在する諸事物の本性がどのような状態にあるかを考察し、他方では魂の情念的諸能力を秩序づけて他の人々を気遣うのであるから、プラトンが哲学とは人間にとって可能な限りでの神への同化であると定義したのはもっともなことなのである。 また、目的からは「哲学とは死の練習である」と述べる別の定義もある。しかし提示された定義が哲学を死の練習と定義している以上、死の練習をどのように理解すべきかを述べねばならない。というのも、クレオンブロトスという名の者がプラトンの『パイドン』を熟読し、哲学者は死を練習すべきであるとは知ったものの、どのような仕方でそうすべきかを知らず、城壁に登って身を投げたからである。このことの証拠は、まさにこのアンブラキアの若者に対してエピグラムを作詩した詩人である。なぜなら彼がこのように言うからである。 「『太陽よ、さらば』と言って、アンブラキアのクレオンブロトスは 高い城壁から冥府へと跳び下りた、 死に値するいかなる悪をも見ることなく、ただプラトンの 魂についての書を一巻、通読しただけで。」 それゆえ、無知からその若者に生じた企てゆえに、件の死の練習とはいったい何を意味しているのかを考察すべきであろう。というのも、プラトン自身も自らを連れ去るなと命じているからである。少なくとも彼はこのように言う。 「そこで、それらについて秘儀において語られる言論、すなわちわれわれ人間はある種の監視所におり、自らをそこから連れ去るべきでも逃走すべきでもないという言論は、私には大いなるものと思われ、見通すのも容易ではない。」 したがって、自らを連れ去るべきではない。なぜなら、監視所におり、何らかの過ちのために縛られている者が、もし逃走しようと欲するならば、自分に関する限りにおいて法を転覆するように、摂理によって縛られた身体の絆を解こうと急ぐ者もまた、創造者の法を転覆するからである。したがって死を望んではならない。それゆえ、このことがこのようにあるならば、われわれはどのようにして哲学を死の練習であると主張するのであろうか。

構文注3 件
  1. 2.0ὧν γὰρ αἱ οὐσίαι διάφοροι, τούτων καὶ αἱ τελειότητες διάφοροι ὑπάρχουσι

    関係代名詞 ὧν(属格)が導く関係節が指示代名詞 τούτων(属格)に先行する倒置・相関構文である。ὧν は省略された先行詞を含んで「それらの実体が異なるようなものたち」を意味し、主節の τούτων と呼応して「これらの完成態もまた…」へと続く。

  2. 2.0ἀνατρέπει ὅσον ἐφ’ ἑαυτῷ τοὺς νόμους

    ὅσον ἐφ’ ἑαυτῷ(ἐπʼ αὐτῷ)は「自己の及ぶ限りにおいて」「自己に関する限りにおいて」を意味する慣用句(限定的対格・副詞的表現)。ここでは主動詞 ἀνατρέπει を修飾し、「その者自身の力のおよぶ限りにおいて法を転覆する」という制限的な意味を付与している。

  3. 2.0οὐ δεῖ οὖν θανατᾶν

    動詞 θανατάω(希求・願望を表す -άω 形)は「死を欲する」「死にたがる」の意。文脈上、クレオンブロトスのような自死・自殺の願望や意図的な死の希求を禁じる結論として用いられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:3.9-5.8