- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:97.24-99.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
質料の混合と量の限定から同質諸部分にも最小の大きさ(最小の肉)が存在することを論証し、大きさの無限分割可能性を盾にとる数学者たちの反論に対して、形相としての観点と大きさとしての観点を区別することで答えている。
πάντα τὰ σώματα σύνθετα οὐχ ὡς ἔτυχε κεκραμένης τῆς ὕλης γίνεται, ἀλλ’ ἕκαστον εἶδος δεῖται τοιῶσδε κεκραμένης ὕλης, ἵν’ οὕτως ἐπιτηδεία ἐκείνη πρὸς ὑποδοχὴν αὐτοῦ γενομένη ἐπιγένηται·1 οὐ γὰρ ὡς ἔτυχε κεκραμένων τῶν στοιχείων ἐπιγένοιτ’ ἂν αὐτοῖς τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ, ἀλλὰ τὸ μὲν τῆς σαρκὸς εἶδος δεῖται τοιᾶσδε κράσεως ὑποκειμένης, ἑτέρας δὲ τὸ τοῦ ὀστοῦ, καὶ ἄλλο ἄλλης. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, ἔστι δὲ ὑποκείμενον τοῖς εἴδεσι τῶν συνθέτων σωμάτων οὐ μόνον ποιότης τις, λέγω δὲ ἡ τοιάδε τῶν στοιχείων κρᾶσις, ἀλλὰ καὶ ποσότης, εὔλογον ὥσπερ ποιὸν οὐ τὸ τυχὸν ἐνδέχεται αὐτοῖς ὑποκεῖσθαι, οὕτω μηδὲ ποσὸν τὸ τυχὸν ὑπάρχειν. τίς γὰρ ἡ ἀποκλήρωσις, ἰσοτίμως καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ ὑποκειμένων, ποιὸν μὲν μὴ τὸ τυχὸν παραλαμβάνεσθαι ἀλλ’ ὡρισμένον τι, ποσὸν δὲ τὸ τυχόν;2 ὥρισται ἄρα καὶ τὸ ποσὸν τὸ τοῖς εἴδεσιν ὑποκείμενον. ἔστιν ἄρα τις ἐλαχίστη σὰρξ καὶ ἐλάχιστον ὕδωρ, οὗ ἐν ἐλάττονι μεγέθει οὐκ ἂν συσταίη τὰ εἴδη ταῦτα. καὶ τοῦτο εἰκότως· εἰ γὰρ τὸ γενησόμενον σὰρξ πάσχει τι ὑπὸ τοῦ ποιοῦντος, εὔλογον ὥσπερ τὸ διαιρούμενον οὐ κατὰ τὸ τυχὸν ὂν μέγεθος διαιρεθείη ἄν, ἀλλ’ ἐκφεύγει τὸ διαιροῦν διὰ σμικρότητα, κἂν τῇ δυνάμει διαιρετὸν ᾖ, οὕτω καὶ τὸ πεισόμενόν τι κατὰ ποιότητα οὐχ ὁπηλικονοῦν ὑπάρχον πάσχειν,3 ἀλλ’ ἐκφεύγειν διὰ σμικρότητα τὸ πάθος, μὴ πάσχον δὲ οὐ δέξεται τὸ εἶδος τοῦ ποιοῦντος δηλονότι. Πρὸς ταῦτα ἀποροῦσιν ἡμῖν οἱ ἀπὸ τῶν μαθημάτων. εἰ δέδοται, φασί, τὴν δοθεῖσαν εὐθεῖαν δίχα διελεῖν, ἐπειδὴ πᾶν μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, δηλονότι καὶ ἣν φατε ἐλαχίστην σάρκα διέλοιμεν ἂν δίχα. τὰ οὖν διαιρεθέντα πότερον σαρκία ἐστὶν ἢ οὔ; εἰ μὲν οὖν σαρκία, ἔστιν ἄρα λαβεῖν τῆς δοθείσης ἐλάττονα σάρκα καὶ οὐκ ἐκείνη ἦν τὸ ἐλάχιστον, εἰ δὲ τὰ διαιρεθέντα μή εἰσι σαρκία, πῶς συντιθέμενα πάλιν σάρκα ποιήσουσι; καὶ εἰ ὁμοιομερὴς ἡ σάρξ, δηλονότι καὶ τὰ μέρη ταύτης σάρκες ἂν εἶεν. ἔστιν ἄρα πάσης τῆς ληφθείσης σαρκὸς ἐλάττονα λαβεῖν, ἐπειδὴ καὶ πᾶσα σὰρξ ὁμοιομερής. πρὸς ταῦτά φαμεν ὅτι τὴν σάρκα ἔστι λαβεῖν καὶ ὡς εἶδός τι [ἔστι] καὶ ὡς μέγεθος· ὡς μὲν οὖν μέγεθος οὖσα ἡ σὰρξ ἐπ’ ἄπειρόν ἐστι διαιρετή (διὸ οὐδὲ ἔστι λαβεῖν ἐλάχιστον μέγεθος), ὡς μέντοι εἶδός τι οὖσαν οὐκέτι δυνατὸν ἐπ’ ἄπειρον διελεῖν, ἀλλὰ πάντως καταλήξει εἴς τινα ἐλαχίστην σάρκα, ἣν ἐὰν διέλωμεν, εὐθὺς ἅμα τῇ διαιρέσει τὸ τῆς σαρκὸς ἐφθείραμεν εἶδος. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἔστι λαβεῖν καὶ ὡς ἄνθρωπον καὶ ὡς μέγεθος, καὶ ὡς μὲν μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ ἀεὶ εἰς ὁμοειδῆ μεγέθη [λέγω ἡ τομή], ἐὰν μέντοι διέλω ὡς ἄνθρωπον εἰς κεφαλὴν καὶ πόδας, ἅμα τῇ διαιρέσει ἔφθαρται τὸ τοῦ ἀνθρώπου εἶδος καὶ οὔτε ἐν τῷ ὅλῳ ἐστίν (οὐδὲ γὰρ ἔστι τὸ ὅλον) οὔτε ἔν τινι τῶν μερῶν (ἄτομον γὰρ ὁ ἄνθρωπος), οὕτω λέγω καὶ ἐὰν τὴν ἐλαχίστην σάρκα διέλῃς, εὐθὺς τῇ τομῇ ἔφθειρας τὸ εἶδος· ἄτομος γὰρ ἡ ἐλαχίστη σάρξ, καὶ τὰ τμηθέντα μόρια μεγέθη μέν εἰσι σάρκες δὲ οὔ. καὶ ὥσπερ τοῦ ἀνθρώπου κἂν μυριάκις συνθῇς τὰ μόρια, οὐκέτι ποιεῖς ἄνθρωπον, διότι οὐ μόνης τῆς συνθέσεως δεῖ τῶν μερῶν, ἀλλὰ καὶ τῆς ἐπιστατούσης φύσεως καὶ ἐπιτιθείσης τὰ εἴδη, οὕτω λέγω καὶ ἐπὶ τῶν ὁμοιομερῶν ὅτι κἂν μυριάκις συνθῇς τὰ μόρια τῆς τμηθείσης σαρκός, οὐκέτι ποιήσεις σάρκα τῆς φύσεως μὴ ἐνυπαρχούσης. ὡς γὰρ τῶν ξύλων πάντων σωρευθέντων ἐξ ὧν ἡ ναῦς οὐκ ἂν γένοιτο ναῦς, καὶ τῶν ξύλων καὶ λίθων πάντων ἐξ ὧν ἡ οἰκία 〈οἰκία〉 οὐκ ἂν γένοιτο μὴ τῆς τέχνης ἐπιστατούσης, οὕτω κἂν τὰ μόρια τῆς σαρκὸς συντεθῇ, οὐκ ἂν γένοιτο σὰρξ μὴ ἐπιστατούσης τῆς φύσεως. ὁμοιομερὴς δὲ καὶ ἡ ἐλαχίστη σάρξ, ἀλλ’ ἐν ὅσῳ σῴζει τὴν ὁλότητα· τότε γὰρ καὶ τὸ τῆς σαρκὸς εἶδος σῴζει.
すべての複合的な物体は、質料が任意に混和されることによって生じるのではなく、それぞれの形相が特定の仕方で混和された質料を必要とし、それは、かの質料がその形相の受容に適したものとなって[形相が]付加されるためである。なぜなら、諸元素が任意に混和されたとしても、それらに肉の形相や骨の形相が付加されることはなく、肉の形相は基底にあるこのような特定の混合を必要とし、骨の形相は別の混合を、そして他の形相はまた別の混合を必要とするからである。それゆえ、もしこのことがこのようであり、複合的な物体の形相に対して基底に横たわっているものが、何らかの質、すなわち諸元素のこのような特定の混合だけでなく、量でもあるとするなら、質として任意のもの[の混合]がそれらの基底に横たわりえないのと同様に、量としても任意のものが存立しえないということは理にかなっている。なぜなら、量と質とが等しく基底に横たわっているにもかかわらず、質としては任意のものが取られるのではなく特定の限定されたものが取られるのに、量としては任意のものが取られるとするなら、いかなる恣意的な根拠によるのであろうか。したがって、諸形相に対して基底に横たわっている量もまた限定されている。それゆえ、最小の肉や最小の水が存在し、それより小さい大きさにおいてはこの諸形相が成立することはできない。そしてこれも尤もなことである。なぜなら、もし肉になろうとするものが能動者から何らかの作用を受けるのだとすれば、分割されるものが任意の大きさにあるとして分割されうるのではなく、たとえ可能態においては分割可能であっても微小さのゆえに分割するものを逃れるのと同様に、質に関して何らかの作用を受けようとするものも、いかなる大きさにおいて存立していても作用を受けるというわけではなく、微小さのゆえに作用を逃れ、作用を受けないならば明らかに能動者の形相を受け容れることはない、ということは理にかなっているからである。 これに対して数学者たちはわれわれに難問を投げかける。もし、すべての大きさは無限に分割可能であるゆえに、与えられた直線を二等分することが認められているとすれば、明らかに、あなた方が最小の肉と呼ぶものをもわれわれは二等分できるであろう、と彼らは言う。では、分割された部分は肉であるのか、そうではないのか。もし肉であるならば、与えられた肉よりも小さい肉を取ることが可能となり、かの肉が最小のものではなかったことになる。他方、もし分割された部分が肉でないならば、それらが再び合成されてどのように肉を造り出すというのか。また、もし肉が同質部分であるなら、明らかにその諸部分も肉であろう。したがって、取られたあらゆる肉よりも小さい肉を取ることが可能である。なぜなら、あらゆる肉は同質部分だからである。これらに対してわれわれは、肉をある形相としても、また大きさとしても取ることができる、と答える。したがって、肉は大きさである限りにおいては無限に分割可能であり(それゆえ最小の大きさを取ることもできない)、しかしながら、ある形相である限りにおいては、もはや無限に分割することはできず、必ずやある最小の肉に行き着くのであって、もしそれを分割するならば、分割と同時に直ちに肉の形相を消滅させてしまうのである。なぜなら、人間を人間としても大きさとしても取ることができ、大きさとしては無限に、そして常に同種の大きさへと分割可能であるのに対し[この切断について私は言っている]、もし人間として頭と足とに分割するならば、分割と同時に人間の形相は消滅し、全体のうちにも存在せず(全体はもはや存在しないからである)、諸部分のいずれのうちにも存在しない(なぜなら人間は不可分だからである)のと同様に、最小の肉を分割する場合も、切断と同時に直ちに形相を消滅させる、と私は言うのである。なぜなら最小の肉は不可分であり、切断された諸部分は大きさではあるが肉ではないからである。そして、人間の諸部分をたとえ一万回合成しようとも、もはや人間を造り出すことはない――部分の合成だけが必要なのではなく、統制し形相を付与する自然もまた必要だからである――のと同様に、同質諸部分においても、切断された肉の諸部分をたとえ一万回合成しようとも、自然が内在していなければもはや肉を造り出すことはない、と私は言うのである。なぜなら、船を構成するすべての木材が積み上げられても船にはならず、家を構成するすべての木材と石材が集められても技術が統制していなければ家にはならないのと同様に、肉の諸部分が合成されようとも、自然が統制していなければ肉にはならないからである。そして最小の肉も同質部分ではあるが、それは全体性を保っている間においてである。そのときには肉の形相をも保っているからである。
- 1.68ἵν’ οὕτως ἐπιτηδεία ἐκείνη πρὸς ὑποδοχὴν αὐτοῦ γενομένη ἐπιγένηται
目的節 ἵνα ... ἐπιγένηται において、女性単数主格の代名詞・分詞 ἐπιτηδεία ἐκείνη ... γενομένη は前文の ὕλη を主語とするが、接続法動詞 ἐπιγένηται の意味上の主語は先行する中性名詞 ἕκαστον εἶδος である(直後に οὐ γὰρ ... ἐπιγένοιτ’ ἂν αὐτοῖς τὸ τῆς σαρκὸς εἶδος とある通り、形相が質料に付加する関係にある)。質料側の状態を表す分詞句が主格で挿入された結果、動詞の主語が文脈から補われる破格的な構文となっている。
- 1.68τίς γὰρ ἡ ἀποκλήρωσις, ἰσοτίμως καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ ὑποκειμένων, ποιὸν μὲν μὴ τὸ τυχὸν παραλαμβάνεσθαι ἀλλ’ ὡρισμένον τι, ποσὸν δὲ τὸ τυχόν;
τίς γὰρ ἡ ἀποκλήρωσις(「いかなる恣意的な偏りがあろうか」)に、独立属格句 ἰσοτίμως ... ὑποκειμένων が挿入され、その後に説明的な不定詞句 ποιὸν μὲν ... παραλαμβάνεσθαι ... ποσὸν δὲ τὸ τυχόν [παραλαμβάνεσθαι] が同格的に続いている構文。
- 1.68εὔλογον ὥσπερ τὸ διαιρούμενον οὐ κατὰ τὸ τυχὸν ὂν μέγεθος διαιρεθείη ἄν, ἀλλ’ ἐκφεύγει τὸ διαιροῦν διὰ σμικρότητα, κἂν τῇ δυνάμει διαιρετὸν ᾖ, οὕτω καὶ τὸ πεισόμενόν τι κατὰ ποιότητα οὐχ ὁπηλικονοῦν ὑπάρχον πάσχειν
非人称形容詞 εὔλογον[ἐστί]が文全体の述語であり、主節の対格不定詞句 οὕτω καὶ τὸ πεισόμενόν τι ... πάσχειν を支配している。比較節 ὥσπερ ... διαιρεθείη ἄν ... ἀλλ’ ἐκφεύγει では、潜在の希求法と直説法現在が対比され、それと並行して οὕτω 以下の不定詞節(πάσχειν, ἐκφεύγειν)が対応している。
