← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§86.19-87.25

一なる原理からの生成とアナクサゴラスの分離説

アリストテレスがエレア派の反駁を終えて自然学者たちの検討へ移行する箇所(187a10)に際し、ピロポノスは一なる原理から万物の生成を説明する二つの道(希薄化・凝縮による変質と、中間体からの分離)を整理し、分離の説を詳述するためにアナクサゴラスの同質部分説と知性の役割を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.59#1

" Ὅτι μὲν οὖν οὕτως ἓν εἶναι τὸ ὂν ἀδύνατον, δῆλον. ὡς δ’ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι1 εἰσίν." Ἐλέγξας τὴν δόξαν τὴν 〈τῶν〉 ἀμφὶ τὸν Παρμενίδην καὶ Μέλισσον, τὴν λέγουσαν ἓν εἶναι τὸ ὄν, μέτεισιν ἐπὶ τὸν τῶν φυσικῶν ἔλεγχον καί φησιν· ὅτι μὲν ὡς ἐκεῖνοι ἓν τὸ ὂν λέγουσιν ἀδύνατον ὑποθέσθαι, δέδεικται, ὡς δὲ οἱ φυσικοὶ λέγουσιν ἓν τὸ ὄν· λέγουσι δὲ οὐ τῷ πάντα ἓν εἶναι, ἀλλὰ τῷ μίαν πάντων ἀρχὴν ὑποτίθεσθαι, μίαν δὲ ἀρχὴν ὑποτίθενται Ἡράκλειτος μὲν τὸ πῦρ, Ἀναξιμένης δὲ τὸν ἀέρα, Θαλῆς δὲ τὸ ὕδωρ, Ἀναξίμανδρος δὲ τὸ μεταξύ· τούτων δὲ διττοί εἰσιν οἱ τρόποι. οἱ μὲν γὰρ αὐτῶν μανώσει καὶ πυκνώσει τοῦ κατ’ αὐτοὺς στοιχείου, οὕτω γεννῶσι τὰ ἄλλα (οἷον Θαλῆς τὸν ἀέρα στοιχεῖον ὑποτιθέμενος, τοῦτον μανούμενον μὲν ἔλεγε ποιεῖν2 τὸ πῦρ, πυκνούμενον δὲ ἠρέμα ποιεῖν τὸν ἄνεμον, ἔτι δὲ μᾶλλον πυκνούμενον ποιεῖν τὰ νέφη, ἔτι δὲ μᾶλλον τὸ ὕδωρ, καὶ ἐπὶ πλέον τὰ γήινα πάντα), οἱ μὲν οὖν οὕτως ἔλεγον ἐκ τοῦ ἑνὸς τὴν γένεσιν γίνεσθαι, Ἀναξίμανδρος δὲ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος ἢ ἀέρος καὶ ὕδατος λέγων στοιχεῖον τὰ ἄλλα ἐκ τούτου ἐκκρίνεσθαι ἔλεγεν· ἐνυπάρχειν γὰρ ἐν τούτῳ ἀπείρῳ ὄντι τὰς ἐναντιότητας, εἶτα ἐκκρινομένας ἐξ αὐτοῦ ποιεῖν τὰ λοιπά. οἱ μὲν οὖν πυκνώσει καὶ μανώσει λέγοντες, ἀλλοιώσει τοῦ κατ’ αὐτοὺς στοιχείου γεννῶσι τὰ ἄλλα, ὥστε συμβαίνειν αὐτοῖς τὴν γένεσιν ἀλλοίωσιν λέγειν (οὕτω γοῦν καὶ λέγουσιν ὅτι τὸ γίνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι), Ἀναξίμανδρος δὲ οὐκ ἀλλοιώσει τοῦ μεταξὺ γεννᾷ τὰ ἄλλα, ἀλλ’ ἐκκρίσει ἐνυπαρχόντων ἐν αὐτῷ. εἶτα θέλων σαφέστερον δεῖξαι πῶς ἔλεγεν ἐκκρίσει γίνεσθαι ὁ Ἀναξίμανδρος ἐκ τοῦ ἑνὸς τὰ ἄλλα, μέμνηται τῶν περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα. Ἔστι δὲ ἡ μὲν τοῦ Ἀναξαγόρου δόξα τοιαύτη. ἀρχὰς εἶναι τῶν ὄντων ὑπετίθετο ὑλικὰς μὲν τὰς ὁμοιομερείας (ταύτας δὲ ἀπείρους εἶναι τὸν ἀριθμόν) καὶ τὴν ἐναντίωσιν, πρίν γε τὸ πᾶν γενέσθαι, πάσας ἅμα μεμῖχθαι· τὸν δὲ νοῦν, ὃν καὶ ποιητικὸν αἴτιον ὑποτίθεται, ἀπό τινος χρόνου ἀρξάμενον θελῆσαι μὲν διακρῖναι ἀπ’ ἀλλήλων πάντα, μὴ μὴν δυνηθῆναι τελείαν ποιήσασθαι τὴν διάκρισιν, ἀλλὰ τὰ μὲν ἀνομοιομερῆ διέκρινε συγκείμενα καὶ αὐτὰ ἐκ τῶν ὁμοιομερῶν, τὰ μέντοι ὁμοιομερῆ εἰλικρινῶς οὐκ ἴσχυσε διακρῖναι, ἀλλ’ οὖν ἐκεῖθεν ἀρχὴν τῇ ἐκκρίσει δόντα ἐσαεὶ τοῦτο ποιεῖν. οὕτως οὖν γίνεσθαι πάντα ἐκ πάντων τῷ πάντα ἐν ἀλλήλοις ὑπάρχειν· εἶναι γὰρ ἐν τῷ ξύλῳ καὶ σάρκα καὶ ὀστοῦν καὶ χρυσὸν καὶ πάντα ἁπλῶς, καλεῖσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος τοῦ ἐν αὐτῷ· ὥσπερ ἐπὶ σωροῦ πανσπερμίας, εἰ ἐνυπάρχει πλέον τῶν λοιπῶν σπερμάτων ὁ σῖτος, καλεῖται ὁ σωρὸς ἐκεῖνος σῖτος ἐκ τοῦ πλεονάζοντος, οὕτως ἔνθα μέν ἐστι πλείων ἡ σὰρξ τῶν ἄλλων σάρκα τοῦτο καλεῖσθαι, ἔνθα δ’ ὀστοῦν ὁμοίως ὀστοῦν. ὡσαύτως καὶ ἐπὶ ξύλου καὶ χρυσοῦ καὶ τῶν λοιπῶν.

「したがって、このようにして存在者が一であることは不可能であることが明らかである。しかし、自然学者たちが言うような仕方には、二つの道がある。」 パルメニデスやメリッソスらの、存在者は一であると主張する意見を論駁したのち、彼[アリストテレス]は自然学者たちの論駁へと移って、次のように述べる。かの者たちが存在者を一と主張するような仕方では[一を]想定することが不可能であることは示されたが、自然学者たちが存在者を一と主張する仕方は――彼らは万物が一であることによってではなく、万物の原理を一つと仮定することによって主張するのであり、一なる原理としてヘラクレイトスは火を、アナクシメネスは空気を、タレスは水を、アナクシマンドロスは中間的なものを仮定しているが――、これらの者の[説く]仕方は二通りである。というのも、彼らの一部は、彼らの言うところの元素の希薄化と凝縮によって、そのようにして他のものを生じさせるからである(たとえばタレスは空気を元素と仮定し、これが希薄化すると火を生じ、穏やかに凝縮すると風を生じ、さらに凝縮すると雲を生じ、さらにまた水を生じ、そしてそれ以上になると土的なすべてのものを生じさせると言った)。一部の者はこのようにして一なるものから生成が生じると言ったが、アナクシマンドロスは火と空気の間、あるいは空気と水の間のものを元素と言い、他のものはこれから分離されると言った。というのも、無限であるこの[元素]のうちに反対性質が内在しており、次いでそこから分離されることによって残りのものを生じさせるからである。したがって、凝縮と希薄化を語る者たちは、彼らの言うところの元素の変質によって他のものを生じさせるのであり、それゆえ彼らには生成を変質と語ることが帰結する(それゆえ実際に彼らは、このように[別のものへと]生成することは変質することに他ならないと言っている)。他方、アナクシマンドロスは中間的なものの変質によってではなく、そのうちに内在するものの分離によって他のものを生じさせるのである。次いで、アナクシマンドロスがどのようにして一なるものから分離によって他のものが生じると言っていたのかをより明確に示そうと欲して、彼[アリストテレス]はアナクサゴラスやエンペドクレスらに言及する。そして、アナクサゴラスの意見は次のようなものである。彼は存在者たちの質料的原理として同質部分(これらは数において無限である)と反対性質を仮定し、宇宙が生成する以前にはすべてが共に混ざり合っていたと[仮定した]。他方、作用原因として彼が仮定する知性は、或る時点から始まって万物を互いから分離することを欲したものの、完全な分離を成し遂げることはできず、それ自体も同質部分から合成されているところの非同質部分を分離しはしたものの、同質部分を純粋に分離する力はなく、だがその時から分離の端緒を与えて永遠にこれを行っているのだと[仮定した]。したがって、すべてが互いのうちに存在することによって、万物は万物から生じるのである。なぜなら、木のうちに肉も骨も金も、端的に万物が存在しており、それぞれのものはそのうちで優勢なものによって名づけられるからである。ちょうどあらゆる種子が混ざった山において、他の種子よりも小麦が多く含まれているなら、その山が優勢なものによって小麦と呼ばれるのと同様に、他のものよりも肉が多いところではこれが肉と呼ばれ、骨[が多い]ところでは同様に骨と呼ばれるのである。木や金や残りのものについても同様である。

構文注2 件
  1. 1.59ὡς δὲ οἱ φυσικοὶ λέγουσιν ἓν τὸ ὄν· λέγουσι δὲ οὐ τῷ πάντα ἓν εἶναι, ἀλλὰ τῷ μίαν πάντων ἀρχὴν ὑποτίθεσθαι, ... τούτων δὲ διττοί εἰσιν οἱ τρόποι

    ὡς δὲ οἱ φυσικοὶ λέγουσιν ἓν τὸ ὄν で始まる構文は、直前の ὅτι μὲν ... δέδεικται に対比される節として開始されるが、途中で λέγουσι δὲ ... と各自然学者の原理を挙げる挿入的説明が挟まれた結果、主節が τούτων δὲ διττοί εἰσιν οἱ τρόποι へと文構造の転換(anakolouthon)を起こしている。文頭の ὡς は τούτων ... οἱ τρόποι を先取りする主題提示の句として機能している。

  2. 1.59τὸν δὲ νοῦν, ὃν καὶ ποιητικὸν αἴτιον ὑποτίθεται, ἀπό τινος χρόνου ἀρξάμενον θελῆσαι μὲν διακρῖναι ... ἀλλ’ οὖν ἐκεῖθεν ἀρχὴν τῇ ἐκκρίσει δόντα ἐσαεὶ τοῦτο ποιεῖν

    アナクサゴラスの学説を報告する間接話法構文(対格不定詞)。主語 τὸν δὲ νοῦν に対し不定詞 θελῆσαι μὲν ... μὴ μὴν δυνηθῆναι が続くが、中途の対比節で διέκρινε ... οὐκ ἴσχυσε と直説法へと一時的に構文が崩れた後、再び対格分詞 δόντα と不定詞 ποιεῖν によって対格不定詞構文へと復帰している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:86.19-87.25