- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:79.24-81.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが187a1で先行者たちの屈服に言及したのを受けて、ピロポノスはパルメニデスの第二の論証(存在の一性と矛盾律の結合による帰結)の論理構造を解明し、さらに弟子ゼノンによる連続体の無限二分法を用いた存在の一性と多の不可能性の論証を再構成して提示する。
" Ἔνιοι δὲ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις." Ἐλέγξας τὸν Παρμενίδειον λόγον, νῦν φησιν ὅτι οὐχ ἡμεῖς μόνοι πρὸς αὐτὸν ἀντειρήκαμεν, ἀλλὰ καὶ οἱ πρὸ ἡμῶν, εἰ καὶ μὴ δεόντως ἐποιήσαντο τὴν ἀπάντησιν. εἶτα βουλόμενος ἐλέγξαι αὐτοὺς οὐ καλῶς ἐπιλυσαμένους τὸν Παρμενίδου λόγον, πρότερον αὐτὸν τὸν λόγον αὐτοῦ ἐκτίθεται, οὐ τοῦτον δὲ ὃν καὶ πρότερον ἐξέθετο, ἀλλὰ τὸν δεύτερον. ἔστι δὲ ὁ δεύτερος τοῦ Παρμενίδου λόγος τοιοῦτος· εἰ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει, ἓν ἄρα τὸ ὄν. εἰσὶ δὲ ἐν τῷ λόγῳ αἱ δύο ὑποθέσεις ἀντὶ μιᾶς ἐν ἡγουμένου λόγῳ1 παραλαμβανόμεναι ‘εἰ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει’, εἶτα ἑπόμενον ‘ἓν ἄρα τὸ ὄν’. καὶ οὐδέν γε θαυμαστόν· πολλάκις γὰρ οὐ μιᾷ μόνῃ ὑποθέσει ἀκολουθεῖ τὸ ἑπόμενον, ἀλλὰ δύο, οἷον ἐὰν εἴπω ‘εἰ ἡ ψυχὴ ἀθάνατος, ἔστι τὰ ὑπὸ γῆν δικαιωτήρια’, οὐκ ἀναγκαίως ἕψεται τῷ ἡγουμένῳ τὸ ἑπόμενον· τί γὰρ εἰ καὶ ἡ ψυχὴ ἀθάνατος εἴη, πρόνοια δὲ μὴ εἴη; ἐὰν δὲ ἀμφοτέρας τὰς ὑποθέσεις συμπλέξω ‘εἰ ἡ ψυχὴ ἀθάνατος καὶ εἰ ἔστι πρόνοια’, τότε ἀναγκαίως ἀκολουθήσει ὅτι ἔστι τὰ ὑπὸ γῆν δικαιωτήρια. ἀλλ’ οὐδὲ τῇ ἑτέρᾳ μόνῃ ἕπεται· κἂν γὰρ πρόνοια μὲν ᾖ, ἡ ψυχὴ δὲ ἀθάνατος μὴ εἴη, οὐκ ἔστι τὰ ὑπὸ γῆν δικαιωτήρια, τοῦ κρινομένου μὴ ὄντος.2 ὥσπερ οὖν ἐνταῦθα ταῖς δύο μὲν ὑποθέσεσιν ἀκολουθεῖ τὸ ἑπόμενον, τῇ δὲ ἑτέρᾳ μόνῃ οὐκέτι, οὕτως καὶ ἐπὶ τοῦ λόγου τοῦ Παρμενίδου. κἄν τε γὰρ ἓν σημαίνει τὸ ὄν, συναληθεύει δὲ ἡ ἀντίφασις, οὐκέτι ἕπεται τὸ ὂν ἓν εἶναι (εἰ γὰρ συναληθεύει ἡ ἀντίφασις, ἔστι καὶ τὸ μὴ ὂν δηλονότι· εἰ δὲ τοῦτο, οὐκέτι ἓν τὸ ὄν), κἄν τε πάλιν μὴ συναληθεύῃ μὲν ἡ ἀντίφασις, τὸ δὲ ὂν μὴ ἓν σημαίνοι ἀλλὰ πλείονα, δῆλον ὅτι οὐκ ἀκολουθήσει τὸ ἓν εἶναι τὸ ὄν. ἐὰν δὲ ἀμφοτέρας συμπλέξωμεν, τήν τε λέγουσαν τὸ ὂν ἓν σημαίνειν καὶ τὴν λέγουσαν μὴ συναληθεύειν τὴν ἀντίφασιν, εὐλόγως ἀκολουθήσει ἀμφοτέραις τὸ ἓν εἶναι τὸ ὄν. ὁ μὲν οὖν Παρμενίδου λόγος ἓν κατασκευάζων τὸ ὂν τοιοῦτος. Ζήνων δὲ ὁ τούτου μαθητὴς συνηγορῶν τῷ διδασκάλῳ κατεσκεύαζεν ὅτι καὶ ἓν τὸ ὂν καὶ ἀκίνητον ἐξ ἀνάγκης, ταῦτα δὲ κατεσκεύαζεν ἐκ τῆς ἐπ’ ἄπειρον τῶν συνεχῶν διχοτομίας. εἰ γὰρ μὴ ἓν εἴη τὸ ὂν καὶ ἀδιαίρετον, ἀλλὰ διαιροῖτο εἰς πλείονα, οὐδὲν ἔσται κυρίως ἕν (εἰ γὰρ διαιροῖτο τὸ συνεχές, ἐπ’ ἄπειρον ἂν εἴη διαιρετόν), εἰ δὲ μηδέν ἐστι κυρίως ἕν, οὐδὲ πολλά, εἴ γε τὰ πολλὰ ἐκ πολλῶν ἑνάδων σύγκειται. ἀδύνατον ἄρα εἰς πολλὰ διαιρεῖσθαι τὸ ὄν· μόνως ἄρα ἕν ἐστιν. ἢ οὕτως· εἰ μὴ τὸ ὂν ἓν εἴη, φησί, καὶ ἀδιαίρετον, οὐδὲ πολλὰ ἔσται· τὰ γὰρ πολλὰ ἐκ πολλῶν ἑνάδων. ἑκάστη οὖν ἑνὰς ἤτοι μία ἐστὶ καὶ ἀδιαίρετος, ἢ καὶ αὐτὴ εἰς πολλὰ διαιρεῖται. εἰ μὲν οὖν μία ἐστὶ καὶ ἀδιαίρετος ἑκάστη μονάς, ἐξ ἀτόμων μεγεθῶν τὸ πᾶν ἔσται, εἰ δὲ καὶ αὗται διαιροῦνται, πάλιν περὶ ἑκάστης τῶν διαιρουμένων μονάδων πευσόμεθα ταὐτά· καὶ τοῦτο ἐπ’ ἄπειρον. ὥστε ἀπειράκις ἄπειρον3 ἔσται τὸ πᾶν, εἰ πολλὰ εἴη τὰ ὄντα. εἰ δὲ τοῦτο ἄτοπον, μόνως ἄρα ἓν τὸ ὄν, καὶ πολλὰ εἶναι τὰ ὄντα οὐχ οἷόν τε· ἑκάστην γὰρ μονάδα ἀπειράκις τεμεῖν ἀνάγκη, ὅπερ ἄτοπον. ὅτι δὲ τὸ ἓν τοῦτο καὶ ἀκίνητόν ἐστιν, ἐκέχρητο λόγῳ τοιούτῳ.
「しかし、ある人々は両方の議論に屈服した。」 パルメニデスの議論を論駁した後に、今や彼は、我々だけが彼に対して異議を唱えたのではなく、適切に応答しなかったにせよ我々の先人たちも異議を唱えたのだ、と言う。それから、彼らがパルメニデスの議論を立派に解決しなかったことを論駁しようとして、まず彼は彼〔パルメニデス〕の議論そのものを提示するが、以前に提示したものではなく、第二の議論を提示する。そしてパルメニデスの第二の議論とは次のようなものである。すなわち、もし存在が一を意味し、かつ矛盾が同時に真でないなら、それゆえ存在は一である、と。そしてこの議論においては、二つの仮定が一つの代わりに前件の役割において「もし存在が一を意味し、かつ矛盾が同時に真でないなら」と取り入れられ、次いで後件として「それゆえ存在は一である」が来る。そして何も驚くべきことではない。なぜなら多くの場合、後件は一つの仮定にのみ従うのではなく二つの仮定に従うからであり、例えば私が「もし魂が不死であるなら、地下の法廷が存在する」と言う場合、後件は前件に必然的に従うわけではない。なぜなら、たとえ魂が不死であるとしても、摂理が存在しないならどうなるのか。しかしもし私が両方の仮定を結合して「もし魂が不死であり、かつもし摂理が存在するなら」とするなら、そのとき地下の法廷が存在するということが必然的に従うであろう。しかしもう一方の仮定だけに後件が従うのでもない。なぜなら、たとえ摂理が存在しても魂が不死ではないなら、裁かれるべき者が存在しない以上、地下の法廷は存在しないからである。それゆえ、ここでは二つの仮定に後件が従い、一方のみにはもはや従わないのと同様に、パルメニデスの議論においてもそうである。なぜなら、たとえ存在が一を意味しても矛盾が同時に真であるなら、もはや存在が一であることは帰結しないし(なぜなら、もし矛盾が同時に真であるなら、非存在もまた明らかに存在するからであり、もしそうなら存在はもはや一ではない)、他方また、たとえ矛盾は同時に真でないとしても、存在が一ではなく多数を意味するなら、存在が一であることは従わないことが明らかだからである。しかしもし我々が両方を結合し、存在が一を意味すると言う仮定と、矛盾は同時に真でないと言う仮定を結合するなら、両方に存在が一であるということがもっともに従うであろう。それゆえ、存在を一として論証するパルメニデスの議論はこのようなものである。これに対して、彼の弟子であるゼノンは師を擁護して、存在は必然的に一でもあり不動でもあると論証していたが、彼はこれらのことを連続的なものの無限二分法から論証していた。なぜなら、もし存在が一かつ不可分ではなく、多数へと分割されるなら、何ものも本来的な意味で一ではないであろうし(なぜなら、もし連続的なものが分割されるなら、無限に分割可能であろうから)、もし何ものも本来的な意味で一ではないなら、多数のものが多数の単位から構成されている以上、多数のものも存在しないからである。それゆえ存在が多数へと分割されることは不可能であり、したがって唯一として一である。あるいは次のように論じる。すなわち、もし存在が一かつ不可分でないなら、彼が言うには、多数のものも存在しないであろう。なぜなら多数のものは多数の単位から成るからである。それゆえ各々の単位は、一であって不可分であるか、あるいはそれ自体もまた多数へと分割されるかのいずれかである。そこで、もし各々の単位が一であって不可分であるなら、全体は不可分な大きさから成ることになるであろうし、他方もしこれらも分割されるなら、分割される単位の各々について再び同じことを我々は問うことになるであろうし、これは無限に続く。したがって、もし存在者どもが多数であるなら、全体は無限倍に無限となるであろう。しかしもしこれが不条理であるなら、したがって存在は唯一として一であり、存在者どもが多数であることはありえない。なぜなら各々の単位を無限回切断することが必然的となるが、これは不条理だからである。そして、この一なるものが不動でもあるということについては、彼は次のような議論を用いていた。
- 1.54ἐν ἡγουμένου λόγῳ
λόγῳ は「役割において」「資格において」を表す与格で、ἐν ἡγουμένου λόγῳ で「(仮言命題の)前件の役割において」を意味する論理学術語である。直前の ἀντὶ μιᾶς(一つの仮定の代わりに)を受けて、二つの命題(仮定)が合わさって単一の前件として機能している構文構造を示している。
- 1.54τοῦ κρινομένου μὴ ὄντος
属格独立構文(genitive absolute)であり、理由を表す(「裁かれるべき者が存在しないので」)。κρινομένου は現在受動態分詞で「裁かれる(対象となる)者」を実質名詞的に表す。
- 1.54ἀπειράκις ἄπειρον
副詞 ἀπειράκις(無限回)が形容詞 ἄπειρον(無限な)を修飾する連語構造で、「無限倍に無限な」を意味する。各単位が無限に分割され、かつその単位自体が無限に存在することから導かれる不合理な結果を誇張的・強調的に表している。
