← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§768.21-769.32

すべての運動が時間のうちにあることの論証と難問

アリストテレスが「すべての運動は時間のうちにある」という命題を三段論法を用いて論証する過程(速さ・遅さから「前と後」へ、そして「今」からの距離による時間の判定へ)を注釈し、次いで提示される時間と魂に関する難問および時間の遍在に関する難問(後者の解決を含む)を概説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.320#1

" Τούτων δὲ ἡμῖν οὕτως διωρισμένων φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ πᾶν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ." Διαλεχθεὶς περὶ τῶν χρονικῶν προσρημάτων, νῦν ἀπορίας τινὰς ἐκτίθεται προσηκούσας τῷ περὶ τοῦ χρόνου λόγῳ, πρότερον δὲ ὅπερ ἤδη εἶπεν νῦν κατασκευάζει, ὅτι πᾶσα κίνησις ἐν χρόνῳ ἐστί. κατασκευάζει δὲ συλλογισμῷ τοιούτῳ· πᾶσα κίνησις τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον, τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, πᾶσα ἄρα κίνησις ἐν χρόνῳ ἐστίν. ἢ καὶ ἐν τρίτῳ σχήματι οὕτως· τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει ἐστίν, ἡ κίνησις ἄρα ἐν χρόνῳ ἐστί. κατασκευάζει δὲ ἑκατέραν τῶν προτάσεων, καὶ τὴν μὲν ἐλάττονα τοῦτον τὸν τρόπον· πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, τὸ θᾶττον καὶ τὸ βραδύτερον τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον (τὸ γὰρ θᾶττον ἀφικόμενον εἰς τὸ τέλος πρότερόν φαμεν εἶναι, τὸ δὲ βραδύτερον ὕστερον), πᾶσα ἄρα κίνησις τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον. ὅταν δὲ λέγωμεν πᾶσαν κίνησιν τὸ θᾶττον ἔχειν καὶ τὸ βραδύτερον, οὐ περὶ τῆς καθ’ ἕκαστά φαμεν κινήσεως,1 ἀλλὰ περὶ τοῦ εἴδους αὐτοῦ τῆς κινήσεως, οἷον ἐν ὅλῃ τῇ κατὰ τόπον κινήσει ὡς ὅλῃ ἐστὶ τὸ θᾶττον καὶ τὸ βραδύτερον, καὶ τῆς κατὰ τόπον ἐν τῇ κυκλοφορίᾳ ὅλῃ ὡς ὅλῃ· τῶν γὰρ κυκλοφοριῶν ἡ μέν τίς ἐστι ταχυκίνητος ἡ δὲ βραδυκίνητος. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτω μὲν οὖν τὴν ἐλάττονα κατασκευάζει πρότασιν, καὶ τὴν μείζονα δὲ οὕτως· τὸ πρότερον καὶ τὸ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται (τῷ γὰρ ἐγγυτέρω μᾶλλον εἶναι τοῦ νῦν ἢ ἀφεστάναι τὸ πρότερον λέγεται καὶ τὸ ὕστερον),2 ἡ δὲ πρὸς τὸ νῦν, φησίν, ἀπόστασις ἐν χρόνῳ ἐστίν (εἰ γὰρ τὸ νῦν ἐν χρόνῳ, καὶ ἡ ἀπόστασις τοῦ νῦν ἐν χρόνῳ ἂν εἴη· τὸ γὰρ ἀφεστάναι τοῦ νῦν τί ἄλλο ἐστὶν ἢ χρόνῳ αὐτοῦ διεστηκέναι;), ὥστε εἰ τὸ μὲν πρότερον καὶ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται, ἡ δὲ τοῦ νῦν ἀπόστασις ἐν χρόνῳ, καὶ τὸ πρότερον ἄρα καὶ ὕστερον ἐν χρόνῳ. τὸ δὲ πρότερον, φησί, καὶ τὸ ὕστερον ἐναντίως λέγεται κατά τε τὸν παρεληλυθότα χρόνον καὶ τὸν μέλλοντα· ἐπὶ μὲν γὰρ τοῦ παρεληλυθότος χρόνου πρότερον λέγομεν τὸ μᾶλλον ἀφεστηκὸς τοῦ νῦν, ὕστερον δὲ τὸ ἐγγυτέρω τοῦ νῦν (πρότερα γὰρ λέγομεν τὰ Ἰλιακὰ τῶν Πελοποννησιακῶν), ἐπὶ δὲ τοῦ μέλλοντος ἀνάπαλιν, πρότερον λέγομεν τὸ ἐγγυτέρω τοῦ νῦν, ὕστερον δὲ τὸ πορρωτέρω· προτέραν γάρ φαμεν γίνεσθαι τὴν ἐν τῇ γαστρὶ πέψιν τῆς ἐν τῷ ἥπατι. Ταῦτα εἰπών, ἐφεξῆς δύο ἀπορίας τίθησι προσηκούσας τῷ περὶ τοῦ χρόνου λόγῳ, μίαν μὲν πῶς ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν, ἆρα μὴ οὔσης ψυχῆς οὐδὲ χρόνος ἐστίν, ἢ ἐνδέχεται ἀναιρεθείσης τῆς ψυχῆς τὸν χρόνον εἶναι, δευτέραν δὲ πῶς πανταχοῦ ἐστιν ὁ χρόνος, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ. καὶ ἐπιλύεται πρότερον τὴν δευτέραν ἀπορίαν λέγων, διότι ὁ χρόνος μέτρον ἐστὶ κινήσεως, πάντα δὲ ταῦτα κινητά ἐστιν, οὐρανὸς γῆ θάλαττα· ἐπεὶ οὖν ταῦτα κινητά ἐστι, κινήσεως δὲ ἀριθμὸς ὁ χρόνος, μετρεῖται δηλονότι καὶ ταῦτα ὑπὸ τοῦ χρόνου.

「そして、これらが私たちによってこのように規定された以上、すべての転化および動かされるすべてのものは、時間のうちに動かされることが必然であるということは明白である。」 時間的呼称について論じた後、今や彼は時間の議論に適わしいいくつかのアポリアを提示するが、その前に、彼がすでに述べていたこと、すなわち「すべての運動は時間のうちにある」ということを今や論証する。そして彼は以下のような三段論法によって論証する。「すべての運動は前と後をもつ。前と後は時間のうちにある。ゆえに、すべての運動は時間のうちにある。」あるいはまた、第三格において次のようにも論証する。「前と後は時間のうちにある。前と後は運動のうちにある。ゆえに、運動は時間のうちにある。」そして彼は二つの前提の各々を論証するが、小前提のほうは次のような仕方で論証する。「すべての運動はより速いものとより遅いものをもつ。より速いものとより遅いものは前と後をもつ(なぜなら、より速く終点に達したものを私たちは『前』であると言い、より遅いものを『後』であると言うからである)。ゆえに、すべての運動は前と後をもつ。」しかし、私たちがすべての運動はより速いものとより遅いものをもつと言うとき、個々の個別的な運動について言っているのではなく、運動の種そのものについて言っているのである。たとえば、場所運動全体のうちに、全体としてより速いものとより遅いものがあるのであり、場所運動のうちでも円運動全体のうちに、全体としてそれがある。というのも、円運動のうち、あるものは急速に動き、あるものは緩慢に動くからである。他のものについても同様である。このようにして彼は小前提を論証し、大前提もまた次のように論証する。「前と後は『今』からの距離に従って判定される(なぜなら、『今』により近いこと、あるいは離れていることによって、『前』と『後』が言われるからである)。そして、彼が言うには、『今』からの距離は時間のうちにある(というのも、もし『今』が時間のうちにあるならば、『今』からの距離もまた時間のうちにあるはずだからである。実際、『今』から離れているとは、時間によってそれから隔たっていること以外の何であろうか)。したがって、もし前と後が『今』からの距離に従って判定され、そして『今』からの距離が時間のうちにあるならば、前と後もまた時間のうちにある。」そして彼が言うには、前と後は過去の時間と未来の時間とにおいて反対の仕方で言われる。すなわち、過去の時間においては私たちは「今」からより離れているものを「前」と言い、「今」により近いものを「後」と言うが(なぜなら私たちはトロイア戦争の出来事をペロポネソス戦争の出来事より「前」であると言うからである)、未来においては逆に、私たちは「今」により近いものを「前」と言い、より遠いものを「後」と言う(なぜなら私たちは胃での消化は肝臓での消化より「前」に生じると言うからである)。 これらのことを述べた後、引き続いて彼は時間の議論に適わしい二つのアポリアを立てる。一つは、時間はいかに魂に対して関わっているのか、すなわち、魂が存在しないならば時間も存在しないのか、それとも魂が取り去られても時間が存在することは可能なのかということである。そして第二は、時間はいかにして至るところに、すなわち地のうちにも海のうちにも天のうちにも存在するのかということである。そして彼は第二のアポリアを先に解決して言うには、時間は運動の尺度であり、これら天、地、海はすべて動かされるものである。したがって、これらは動かされるものであり、時間は運動の数である以上、これらもまた時間によって測られることは明らかである、と。

構文注2 件
  1. 4.320οὐ περὶ τῆς καθ’ ἕκαστά φαμεν κινήσεως, ἀλλὰ περὶ τοῦ εἴδους αὐτοῦ τῆς κινήσεως

    τῆς καθ’ ἕκαστα κινήσεως は、前置詞句 καθ’ ἕκαστα(個別の、個々の)が定冠詞 τῆς と名詞 κινήσεως の間に挟まれて限定修飾する構文である。後続の τοῦ εἴδους αὐτοῦ τῆς κινήσεως(運動の種そのもの)と対比され、個々の個別的な運動ではなく普遍的な種としての運動を指している。

  2. 4.320τῷ γὰρ ἐγγυτέρω μᾶλλον εἶναι τοῦ νῦν ἢ ἀφεστάναι τὸ πρότερον λέγεται καὶ τὸ ὕστερον

    定冠詞与格 τῷ は二つの不定詞(εἶναι と ἀφεστάναι)を束ねて原因・根拠を表す与格動名詞句を形成しており、「『今』により近いこと、あるいは離れていることによって」という判断の基準・理由を示している。主語は後続の τὸ πρότερον καὶ τὸ ὕστερον である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:768.21-769.32