← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§638.2-639.21

投射体運動と空気の相互置換説の批判

アリストテレスが投射体の強制的運動を空気の相互置換(アンティペリスタシス)や空気による推進に帰して空虚内での運動を否定した議論を紹介したのち、ピロポノスはこの説明の必然性に疑問を呈し、アンティペリスタシス説の内在的難点を指摘して批判を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.154#2

ἀλλὰ κινεῖται τὰ ῥιπτούμενα βίᾳ, ἤτοι, φησίν, ἀντιπεριισταμένου τοῦ ἀέρος ὑπὸ τῆς ῥύμης τοῦ ῥιπτουμένου (ὠθούμενος γὰρ ὑπὸ τοῦ ῥιπτουμένου ὁ ἀὴρ καὶ διαχεόμενος εἰς τὰ πλάγια ἀντιπεριίσταται αὐτῷ εἰς τοὐπίσω καὶ οὕτως ὠθεῖ, καὶ μέχρι τοσούτου γίνεται ἡ ἀντιπερίστασις, μέχρις ἂν ἡ ῥύμη χαλασθῇ τοῦ ῥιπτουμένου), εἷς μὲν οὖν τρόπος τῆς παρὰ φύσιν κινήσεως τοιοῦτος δοκεῖ εἶναι, ἕτερος δὲ τῷ τὸν ὠσθέντα ἀέρα μετὰ τοῦ ῥιπτουμένου θάττονα κινεῖσθαι κίνησιν τῆς τοῦ ὠσθέντος κατὰ φύσιν φορᾶς,1 ἣν φέρεται ἐπὶ τὸν οἰκεῖον τόπον, καὶ οὕτως ὠθεῖν αὐτό. εὐκίνητος γὰρ ὢν ὁ ἀήρ, εἰ μόνον ἀρχὴν λάβοι, πρόεισιν ἐπὶ πλεῖστον τὴν ἐνδοθεῖσαν κίνησιν διαφυλάττων, καὶ τῷ ὀξύτερον, ὥσπερ εἶπον, κινεῖσθαι τῆς κατὰ φύσιν τοῦ φερομένου φορᾶς, ταύτῃ ὠθῶν κινεῖ παρὰ φύσιν. δύο οὖν τούτων ὄντων τῶν τρόπων τῆς παρὰ φύσιν κινήσεως, κατ’ οὐδένα τῶν τρόπων δυνατὸν ἐν τῷ κενῷ κινεῖσθαι παρὰ φύσιν. οὔτε γὰρ ἀντιπεριίστασθαι δύναται τὸ κενὸν οὔτε ὠθεῖσθαι· οὐ γάρ ἐστι σῶμα τὸ κενόν. ἀδύνατον ἄρα παρὰ φύσιν ἐν τῷ κενῷ κινεῖσθαι, εἰ μὴ ὡς τὰ ὀχούμενα, φησί, τοιαῦτα δέ ἐστι τὰ συμπαρομαρτοῦν ἔχοντα τὸ πρῶτον κινῆσαν.2 τοῦτο δὲ εἰρωνευόμενος εἶπεν. ὡς ὀχούμενα δὲ κινεῖται, οἷον τὰ ἐπὶ ὕδατος, ὡς ὅταν κάρφος τι ἐποχῆται τῷ ὕδατι κινουμένῳ· παρὰ φύσιν γὰρ κινεῖται τοῦτο οὔτε ὠθούμενον οὔτε τῇ ἀντιπεριστάσει τοῦ ὕδατος, ἀλλ’ ἐποχούμενον τῷ ὕδατι. οὐ κυρίως δὲ αὕτη παρὰ φύσιν ἂν λεχθείη κίνησις, ἀλλὰ μᾶλλον κατὰ συμβεβηκός. οὐδὲ ταύτην δὲ ἐνδέχεται ἐν τῷ κενῷ κινεῖσθαι τὴν κίνησιν· τὰ γὰρ ὀχούμενα ἐπὶ σώματος ὀχεῖται, οὐκ ἐπὶ κενοῦ, καὶ δεῖ τὸ ὀχοῦν δυσδιαίρετον εἶναι τοῦ ὀχουμένου· ἀδύνατον ἄρα ἐπὶ τοῦ κενοῦ ὀχεῖσθαι. καὶ ἄλλως δέ, φησί, μέχρι τίνος κινούμενον στήσεται;3 νῦν μὲν γὰρ τὴν αἰτίαν τῆς στάσεως εἰπεῖν ἔχομεν διὰ τὸ ἐκλυθῆναι τὸν τόνον τοῦ ὠσθέντος ἀέρος, τὸ δὲ ἐν τῷ κενῷ παρὰ φύσιν κινούμενον ποῦ στήσεται ἢ ὑπὸ τίνος; ἀνάγκη ἄρα ἢ μηδὲ ὅλως κινεῖσθαι, ἢ πανταχοῦ φέρεσθαι, εἰ μή τι κρεῖττον ἐμποδίσει. Ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης δεικνὺς ὅτι οὐδὲ τὴν βίαιον καὶ παρὰ φύσιν κίνησιν δυνατὸν ἦν γενέσθαι, εἰ κενὸν ἦν, ἐμοὶ δὲ οὐδὲν ἀναγκαῖον ἔχειν δοκεῖ οὐδὲ τοῦτο τὸ ἐπιχείρημα. πρῶτον μὲν γὰρ ὄντως δέδεικται ἱκανῶς οὐδέν, ὥστε ἀποπλῆσαι ἡμῶν τὴν διάνοιαν, ὅτι τῆς παρὰ φύσιν καὶ βιαίου κινήσεως εἷς τῶν ἀπηριθμημένων τρόπων ἐστὶν αἴτιος. καὶ εἴρηται μέν μοι πρὸς τοῦτο τὸ θεώρημα μέτρια ἐν ταῖς σχολαῖς τοῦ ὀγδόου ταύτης τῆς πραγματείας, ἔνθα τὸν περὶ τούτων προηγουμένως ἐκίνησε λόγον ὁ Ἀριστοτέλης, πῶς τὰ παρὰ φύσιν κινούμενα κινεῖται, οὐδὲν δὲ χεῖρον καὶ νῦν διὰ βραχέων ὑπομνῆσαι τὰ ὑποπίπτοντα πρὸς τὸν λόγον τοῦτον ἀπίθανα. ἐν γὰρ τῇ ἀντιπεριστάσει, ἤτοι ὁ ὠσθεὶς ἔμπροσθεν ὑπὸ τοῦ ῥιφέντος ἀὴρ ἤτοι βέλους ἢ λίθου εἰς τοὐπίσω παλινδρομεῖ καὶ ἀντιπεριίσταται τῷ βέλει ἢ τῷ λίθῳ, καὶ οὕτως ὄπισθεν αὐτοῦ γενόμενος ὠθεῖ αὐτόν, καὶ οὕτως ἐφεξῆς μέχρις ἂν ἡ ὁρμὴ τοῦ ῥιφέντος ἐξασθενήσῃ, ἢ οὐχ ὁ ἔμπροσθεν ὠθούμενός ἐστιν ὁ ἀντιπεριστάμενος, ἀλλ’ ὁ ἐκ πλαγίων· ὠσθέντος γὰρ τοῦ βέλους ὑπὸ τοῦ συνωσθέντος ἐξ ἀρχῆς ὑπὸ τῆς νευρᾶς ἀέρος ἀντιπεριίσταται εἰς τὸν τοῦ βέλους τόπον ὁ ἐκ πλαγίων ἀήρ, ὃς συνωσθεὶς ὑπὸ τοῦ κατ’ ἀρχὴν ὠσθέντος ἀέρος κινεῖ τὸ βέλος, καὶ οὕτως πάλιν εἰς τὸν ἀντιπεριστάμενον τῷ βέλει ἀέρα τὸ αὐτὸ δράσει, καὶ τὸ ἐφεξῆς μέχρις ἂν ἐξασθενήσῃ ἡ ἐνδοθεῖσα ἐξ ἀρχῆς ὁρμὴ τῆς κινήσεως.

しかし、投げられた諸物は強制によって動くのであり、それは、彼によれば、投げられたものの勢いによって空気が相互置換することによるか(なぜなら、投げられたものによって押され側方へと分散した空気は、それの背後へと相互置換してそのように押すのであり、この相互置換は投げられたものの勢いが緩むまで生じるからである)、――それゆえ、自然に反する運動のひとつの様態はこのようなものであると思われる――あるいは、投げられたものとともに押された空気が、押されたものが固有の場所へと運ばれる自然的な移動よりも速い運動をし、そのようにしてそれを押すことによるかのいずれかである。なぜなら空気は動きやすいため、ただ発端を受け取りさえすれば、与えられた運動を保ちつつ極めて遠くまで進み、そして私が言ったように運ばれるものの自然的移動よりも急速に動くことによって、この仕方で押しつつ自然に反して動かすからである。それゆえ、自然に反する運動のこれら二つの様態が存在するが、その様態のいずれによっても、空虚の中で自然に反して動くことは不可能である。なぜなら、空虚は相互置換することも押されることもできないからである。実際、空虚は物体ではない。したがって、彼が言うように、運ばれる諸物のようにである以外には、空虚の中で自然に反して動くことは不可能である。そしてそのようなものとは、最初に動かしたものを随伴するものとして持っているようなものである。そして彼はこのことを皮肉を込めて言ったのである。そして運ばれるものとして動くとは、例えば水上にあるもののように、木屑などが動いている水に浮かんで運ばれるときのことである。なぜなら、これは押されることによっても水の相互置換によっても動くのではなく、水に浮かんで運ばれることによって自然に反して動くからである。しかし、これは厳密には自然に反する運動とは言われず、むしろ付帯的なものとして言われるであろう。しかし、空虚の中ではこの運動をすることすら許容されない。なぜなら、運ばれるものは物体の上で運ばれるのであって空虚の上で[運ばれる]のではないし、運ぶものは運ばれるものと分かちがたくあるべきだからである。それゆえ、空虚の上で運ばれることは不可能である。そしてまた別の点としても、彼は言う、いつまで[どこまで]動いて静止するのだろうか、と。現にわれわれは、押された空気の緊張が緩むことによって静止の原因を言うことができるが、空虚の中で自然に反して動くものは、どこで、あるいは何によって静止するのだろうか。それゆえ、何らかのより強いものが妨げない限り、全く動かないか、あるいは至るところへと運ばれるかのいずれかが必然である。 さて、アリストテレスが、もし空虚が存在するなら強制的で自然に反する運動すら生じることが不可能であったであろうということを示しつつ〔述べた〕のは以上のことであるが、私には、この論駁も何ら必然性を持っていないように思われる。第一に、自然に反する強制的運動の原因がこれら列挙された様態の一つであるということは、我々の知性を満足させるに足るほどには真に全く論証されていないからである。そしてこの教説に対しては、自然に反して動かされるものがどのように動くかについてアリストテレスが本論考の第8巻の講義において主たる論述を提起した箇所で、私によって穏当な仕方で語られているが、この議論に対して立ち現れる信憑性の欠如を今も手短に思い起こさせることは何ら悪くない。なぜなら、相互置換においては、投げられた矢あるいは石によって前方で押された空気が後方へと逆行して矢あるいは石へと相互置換し、そのようにしてそれの背後に回ってそれを押し、投げられたものの推進力が弱まるまでこのようにして順次に進むか、あるいは、前方で押されるものが相互置換するのではなく側方の空気がそうであるかのいずれかだからである。すなわち、弦によって最初に押し集められた空気によって矢が押されたとき、側方の空気が矢の場所へと相互置換し、この[空気]が最初に押された空気によって押し集められて矢を動かし、このようにして再び矢へと相互置換する空気に対して同じことを行い、最初に与えられた運動の推進力が弱まるまで順次に進むのである。

構文注3 件
  1. 4.154ἕτερος δὲ τῷ τὸν ὠσθέντα ἀέρα μετὰ τοῦ ῥιπτουμένου θάττονα κινεῖσθαι κίνησιν τῆς τοῦ ὠσθέντος κατὰ φύσιν φορᾶς

    構文的には、前文の ἤτοι... ἀντιπεριισταμένου τοῦ ἀέρος(原因を表す属格絶対構文)に対応し、ἕτερος [τρόπος ἐστί] τῷ... κινεῖσθαι と与格の動名詞句(原因・手段)で受けられている。また、比較級 θάττονα が同族対格 κίνησιν を伴い、属格 τῆς τοῦ ὠσθέντος κατὰ φύσιν φορᾶς が比較の属格としてこれに係る構造である。

  2. 4.154τοιαῦτα δέ ἐστι τὰ συμπαρομαρτοῦν ἔχοντα τὸ πρῶτον κινῆσαν

    συμπαρομαρτοῦν は中性単数分詞で、対格名詞句 τὸ πρῶτον κινῆσαν(「最初に動かしたもの」)に対する述語的補語(「付随するものとして有する」)をなす。

  3. 4.154μέχρι τίνος κινούμενον στήσεται;

    μέχρι τίνος は時間的限定(「いつまで」)とも空間的・程度的限定(「どこまで/いかなる限度まで」)とも取れるが、続く文で文脈上「どこで(ποῦ)、あるいは何によって静止するのか」という場所および停止原因の欠如が問題視されているため、空間・程度・時間の両面を視野に収めた疑問表現として理解される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:638.2-639.21