← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§632.4-634.2

場所の無差別性と自然運動の秩序

フィロポノスは、延長としての場所が無差別であっても自然運動の方向性が成立しうることを論じ、物体が特定の場所を占めるのは場所自身の能力によるのではなく、全体の調和的な秩序と諸物体相互の関係に基づいていることを動物の身体や家の比喩を用いて論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.147#2

Ἀλλὰ πρὸς ταῦτα εἴποιμι ἂν ὅτι τὸ μὲν εἶναι διάστημα ἕτερον τῶν φυσικῶν σωμάτων χωριστὸν αὐτῶν κατ’ οὐσίαν τὸ δεξάμενον αὐτά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν δέδεικται,1 πρὸς δὲ τὰ νῦν εἰρημένα φημί, ὅτι μάλιστα μὲν οὐκ ἀνάγκη τὸν δεξάμενον ἕκαστον τῶν σωμάτων τόπον δύναμίν τινα ἔχειν καὶ ποιότητα. οὐδὲ γὰρ ἐπειδὴ ἀγαθὸν ἑκάστῳ τὸ ὧδε ἢ ὧδε εἶναι, δύναμιν δεῖ τινα τούτῳ ἐν ᾧ καὶ πέφυκεν εἶναι ἐναποτίθεσθαι· οὐδὲ γὰρ ἐπειδὴ τὸ σῶμα τοῦ οὐρανοῦ κύκλῳ συνέστηκε καὶ τοῦτο ἀγαθὸν αὐτῷ, ἔχειν τινὰ φήσειε δύναμιν αὐτὸς γοῦν ὁ Ἀριστοτέλης τὸν κύκλῳ, ἧς ἐφιέμενον τὸ οὐράνιον σῶμα κύκλῳ ἐστίν, ὁπότε γε οὐδὲ τόπον εἶναι τὸν κύκλῳ φησίν. λέγω οὖν ὅτι οὐχ ὡς δύναμίν τινα ἔχοντος τοῦδε τοῦ μορίου τοῦ κενοῦ ἤτοι γοῦν διαστήματος, οὕτω κατείληφε τὸ οὐράνιον σῶμα τόδε αὐτοῦ τὸ μέρος, οἷον τὸ κύκλῳ καὶ ἔσχατον, ἀλλ’ ὅτι φύσις τῷ οὐρανῷ τὸ κύκλῳ πάντα περιειληφέναι καὶ πάντα ἐντὸς ἔχειν· ἐπεὶ οὖν τοῦτο αὐτῷ φύσις, εἰκότως καὶ τῆς χώρας τὸ οὕτως ἔχον καταλαμβάνει. συμβαίνει οὖν οὐ διὰ τὴν οἰκείαν τοῦ διαστήματος δύναμιν, ἀλλὰ διὰ τὸ οὕτως πεφυκέναι τὸν οὐρανόν, λέγω δὴ πάντων εἶναι περιεκτικόν, τὴν ἐξωτάτω τοῦ διαστήματος καταλαμβάνειν μοῖραν. ὥσπερ οὖν ἐπὶ τῆς τῶν ζῴων γενέσεως ἄλλο μόριον ἄλλου τινὸς τοπικοῦ μορίου ἐφάπτεται, εἴτε τοῦ πέρατος τοῦ περιέχοντος κατὰ Ἀριστοτέλην, εἴτε τοῦ διαστήματος ὡς ἐμοὶ δοκεῖ καὶ ὁ λόγος ἀπέδειξεν, οἷον ἡ μὲν κεφαλὴ τοῦδε τοῦ μορίου τῆς ἐπιφανείας τοῦ ἀέρος ἐφάπτεται, κἂν μὴ κατ’ ἐνέργειαν διῄρηται, αἱ δὲ χεῖρες ἄλλου καὶ οἱ πόδες καὶ τὰ λοιπά, καὶ οὐ δήπου φησί τις ὅτι διὰ τὸ δύναμίν τινα ἔχειν τὸ πέρας τοῦ ἀέρος τὸ ἐφαπτόμενον τῆς κεφαλῆς παρὰ τὸ ἐφαπτόμενον τῶν ποδῶν ἢ τῶν χειρῶν, οὕτως ὡς ἐφέσει αὐτοῦ ἡ κεφαλὴ μὲν τόδε κατείληφεν ἄλλο δὲ μόριον ἄλλο τι πέρας τοῦ ἀέρος, ἀλλ’ ὅτι πέφυκεν ἡ κεφαλὴ ὑπερανέχειν τοῦ λοιποῦ σώματος καὶ ἄλλο ἄλλως τῶν μορίων τετάχθαι διὰ τὸ τοῦτο εἶναι τῷ ζῴῳ ἀγαθόν, διὰ τοῦτο συνέβη τοῦδε μὲν τὴν κεφαλὴν ἐφάπτεσθαι, ἄλλου δὲ ἄλλο, τοῦ ἀέρος ἀδιαφόρου ὄντος πρὸς ἑαυτόν· τοῦτο καὶ ἐπὶ τοῦ παντός φημι (καὶ γὰρ μέγα τι ζῷόν ἐστιν ὁ κόσμος), ἐπειδὴ ἀγαθὸν ἦν πρὸς τὴν τοῦ ὅλου κόσμου σύστασιν τοιάνδε σχέσιν ἔχειν πρὸς ἄλληλα τὰ τὸν κόσμον συμπληροῦντα σώματα, εἰκότως ἕκαστον τῶν σωμάτων ὁρμήν τινα φυσικὴν ἔχον τὸ ἐφίεσθαι τῆς τοιᾶσδε πρὸς τὰ λοιπὰ σχέσεως, ἐπειδὴ τοῦτο συμβαίνει αὐτῷ τόδε τὸ μόριον τοῦ διαστήματος καταλαβόντι, εἰκότως ἐφίεται τούτου,2 οὐ διὰ τὸ ἐκεῖνο ἔχειν τινὰ δύναμιν, ἀλλ’ ὅτι καὶ τῷ παντὶ ἀγαθὸν καὶ ἑκάστῳ τό τε εἶναι καὶ τὸ εὖ περίεστιν, ὅταν ὑπείκῃ μὲν τῷδε, ὑπερανέχῃ δὲ τοῦδε. ἐφίεται οὖν τοῦ τοπικοῦ διαστήματος οὐ δι’ αὐτό, ἀλλὰ διὰ τὴν πρὸς τὰ λοιπὰ σχέσιν. ὥσπερ οὖν, ὡς αὐτὸς ὁ Ἀριστοτέλης φησίν, εἰ φυσικόν τι πρᾶγμα ἦν ἡ οἰκία, οὐκ ἂν ἄλλως ἐγένετο ἢ ὡς νῦν ὑπὸ τῆς τέχνης, γίνεται δὲ τῆς μὲν ὀροφῆς ὑπερανεχούσης ὑποκειμένων δὲ τῶν θεμελίων καὶ τῶν τοίχων τὴν μέσην εἰληχότων τάξιν, δῆλον ὅτι καὶ εἰ φυσικὸν ἦν, αὐτοφυῶς ἐχώρησεν ἂν ἡ μὲν ὀροφὴ ἐπὶ τόδε τὸ μέρος τοῦ ἀέρος, καὶ τὰ λοιπὰ ὡς νῦν ἔχει. ὥσπερ οὖν νῦν οὐ διὰ τὸ διαφοράν τινα ἔχειν πρὸς ἑαυτὸν τὸν ἀέρα ἄλλο μέρος τῆς οἰκίας ἄλλο μόριον τοῦ ἀέρος κατείληφεν, ἀλλ’ ὅτι τὸ ἀγαθὸν τότε ἔχει ἡ οἰκία, ὅταν τοιάνδε σχέσιν πρὸς ἄλληλα τὰ μόρια ἔχωσιν, οὕτω δὲ καὶ ἐπὶ τῶν κατὰ μέρος ζῴων καὶ ἐπὶ τοῦ μεγίστου ζῴου τοῦ κόσμου ἔχει, τὸ μὲν κοσμικὸν διάστημα, ὅπερ καὶ χώρα ἐστὶ τοῦ παντὸς καὶ τόπος, αὐτὸ πρὸς ἑαυτὸ διαφορὰν οὐδεμίαν ἔχει, τῷ δὲ τὰ κοσμικὰ σώματα τοιάνδε σχέσιν ἀναλαβεῖν πρὸς ἄλληλα ἡ διαφορὰ γέγονε τοῦ ἄνω καὶ τοῦ κάτω,3 καὶ τὸ μὲν τὴν μεσαιτάτην ἀναλαβὸν σχέσιν κάτω φαμέν, τὸ δὲ τὴν ἐξωτάτω καὶ περιέχουσαν ἄνω. ἐκ τούτων δὲ καὶ τοὺς τόπους κεκλήκαμεν, τὸ μὲν μέρος τοῦ διαστήματος ὃ κατείληφε τὸ μέσον κάτω, ὃ δὲ κατείληφε τὸ πέριξ ἄνω. ἐφίεται οὖν ἕκαστον τοῦ συγγενοῦς, ὡς καὶ αὐτὸς εἶπεν, ὅταν ἀποσπασθῇ τούτου. φέρεται οὖν ἐπὶ τοῦτο προηγουμένως, φερόμενον δὲ ἐπὶ τοῦτο φέρεται καὶ ἐπὶ τὸ διάστημα ὃ κατείληφεν, ἡ δὲ συγγενὴς ὁλότης κατείληφε τόδε τὸ διάστημα, ὡς εἴρηται, διὰ τὴν πρὸς τὸ πᾶν σχέσιν.

しかしこれらのことに対して私はこう言いたい。自然的な諸物体とは異なり、実体においてそれらから分離した、それらを受け入れるところの延長が存在することは、先立つ箇所で十分に論証されている。そして今述べられたことに対しては、何よりもまず、各々の物体を受け入れた場所が何らかの能力や性質を持つことは必然ではない、と私は言う。なぜなら、各々のものにとってこちらやあちらにあることが善であるからといって、それが自然に従ってあるところのそのものの中に、何らかの能力を想定しなければならないわけではないからである。というのも、天の物体が円環をなして成り立っており、これがそれにとって善であるからといって、アリストテレス自身が、天の物体がそれを目指して円環をなしているところの何らかの能力を、円環状のものが持っていると語ることはないであろう。彼自身、円環状のものが場所ですらないと述べているときには、なおさらそうである。したがって私は、空虚あるいは延長のこの部分が何らかの能力を持っているから天の物体がそのこの部分、すなわち円環状の最も外側の部分を占有したのではなく、すべてのものを円環状に包容し、すべてのものを内部に持つことが天にとって自然であるからこそ、占有したのだと言う。それゆえ、これが天にとって自然である以上、当然にも場所のうちでこのようにある部分を占有するのである。したがって、延長の固有の能力によるのではなく、天がこのように自然づけられていること、すなわちすべてのものを包容するものであることによって、延長の最外部の区分を占有することが生じるのである。それゆえ、ちょうど動物たちの生成において、別の部分が別の場所的部分に接し、それがアリストテレスに従えば包容するものの限界であれ、私が考え論証が証明したように延長であれ――たとえば頭は、現実態において分割されていなくとも、空気の表面のこの部分に接し、手は別の部分に、足や残りの部分も別の部分に接する――、頭に接する空気の限界が、足や手に接するものと異なって何らかの能力を持っているからこそ、頭がそれへの欲求によってここを占め、別の部分は空気の別の限界を占めたのだなどとは誰も言わないであろう。そうではなく、頭が残りの身体の上に突き出ること、そして動物にとってこれが善であることによって諸部分がそれぞれ異なるように配置されていることが自然であるため、このことによって頭がこれに接し、別の部分は別のものに接することが、空気そのものは自身に対して無差別であるにもかかわらず生じたのである。私はこのことが宇宙全体についても成り立つと言う(なぜなら宇宙も一つの大きな動物だからである)。宇宙全体を構成する諸物体が互いに対してこのような関係を持つことが、全宇宙の成立にとって善であったため、当然のことながら、諸物体の各々は、残りのものに対するこのような関係を希求するという何らかの自然的衝動を持ち、延長のこの部分を占有したときにこれ[=関係]が各物体に実現するので、当然にもこれ[=延長の部分]を希求するのである。それは、かの[延長の]部分が何らかの能力を持つからではなく、全体にとっても善であり、各々のものにとってもこれに屈服しあれの上に突き出るときに存在と善さが存続するからである。それゆえ、各物体が場所的延長を希求するのは、それ自体のゆえではなく、残りのものに対する関係のゆえである。それゆえ、アリストテレス自身が語るように、家が自然的な事物であったなら、現在技術によって生じるのと異なる仕方では生じなかったであろうし、屋根が上に突き出て、土台が下に置かれ、壁が中間の位置を占めるように生じるのであるから、もしそれが自然的なものであったとしても、屋根が空気のこの部分へ向かい、残りの部分も現在あるように自然に向かったであろうことは明らかである。したがって現に、空気が自身に対して何らかの差異を持つことによって家の別の部分が空気の別の部分を占有しているのではなく、諸部分が互いに対してこのような関係を持つときにこそ家が善を持つからであるように、部分的な動物たちにおいても、最大の動物である宇宙においても同様である。宇宙的延長は、宇宙の場であり場所でもあるが、自身に対して何の差異も持たず、宇宙の諸物体が互いに対してこのような関係を帯びたことによって、上と下の差異が生じたのであり、最も中央の関係を帯びたものを我々は下と呼び、最外部で包容する関係を帯びたものを上と呼ぶのである。そしてこれらに由来して我々は場所をも名づけたのであり、中央を占有した延長の部分を下とし、周囲を占有した部分を上としたのである。それゆえ、彼自身も語ったように、各々のものは同類のものから引き離されたとき、同類のものを希求する。したがって各々のものは第一義的にはこれへと運ばれ、これへと運ばれつつ、それが占有した延長へとも運ばれるのであり、同類的な全体は、述べられたように、全体に対する関係のゆえにこの延長を占有したのである。

構文注3 件
  1. 4.147τὸ μὲν εἶναι διάστημα ἕτερον τῶν φυσικῶν σωμάτων χωριστὸν αὐτῶν κατ’ οὐσίαν τὸ δεξάμενον αὐτά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν δέδεικται

    冠詞 τὸ に導かれる不定詞節(τὸ ... εἶναι διάστημα...)が主述語 δέδεικται(完了受動態三人称単数)の主語をなす。τὸ δεξάμενον αὐτά は διάστημα と同格的に置かれ、物体の受容体としての延長を指す。

  2. 4.147ἐπειδὴ ἀγαθὸν ἦν πρὸς τὴν τοῦ ὅλου κόσμου σύστασιν τοιάνδε σχέσιν ἔχειν πρὸς ἄλληλα τὰ τὸν κόσμον συμπληροῦντα σώματα, εἰκότως ἕκαστον τῶν σωμάτων ὁρμήν τινα φυσικὴν ἔχον τὸ ἐφίεσθαι τῆς τοιᾶσδε πρὸς τὰ λοιπὰ σχέσεως, ἐπειδὴ τοῦτο συμβαίνει αὐτῷ τόδε τὸ μόριον τοῦ διαστήματος καταλαβόντι, εἰκότως ἐφίεται τούτου

    理由の従属節(ἐπειδὴ ἀγαθὸν ἦν...)を受けた後、主節の主語 ἕκαστον τῶν σωμάτων に分詞 ἔχον が付加され、さらに条件・理由の ἐπειδὴ τοῦτο συμβαίνει... が挟まれた後、主動詞 ἐφίεται が現れる。副詞 εἰκότως が主節内で二度繰り返されて論理的帰結を強調している。また τὸ ἐφίεσθαι は ὁρμήν τινα φυσικήν の同格的説明(内容規定)である。

  3. 4.147τῷ δὲ τὰ κοσμικὰ σώματα τοιάνδε σχέσιν ἀναλαβεῖν πρὸς ἄλληλα ἡ διαφορὰ γέγονε τοῦ ἄνω καὶ τοῦ κάτω

    与格の冠詞 τῷ に導かれる対格不定詞構文(τὰ κοσμικὰ σώματα ... ἀναλαβεῖν)が原因を表す(「宇宙の諸物体が……関係を帯びたことによって」)。これによって主文の ἡ διαφορὰ γέγονε(差異が生じた)の理由が示されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:632.4-634.2