← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§626.31-628.24

増大と灰の例による空虚の論証への論駁

ピロポノスは、増大および灰への水の吸着から空虚の存在を導く論敵の議論をアリストテレスが論駁する様を詳述する。増大が全体を通じて生じるなら物体全体が空虚でなければならず、そうでなければ単なる充填にすぎないため、空虚の仮定は難問を強め自滅すると論じられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.141#3

συμπεριλαμβάνει δὲ τῇ ἐκ τῆς αὐξήσεως ἀπορίᾳ καὶ τὴν ἐκ τοῦ εἰς τὴν τέφραν ἐκχεομένου ὕδατος, καὶ κοινῶς ἀμφότερα ἐλέγχει καί φησιν ὅτι ὁ περὶ τῆς αὐξήσεως λόγος καὶ τοῦ εἰς τὴν τέφραν ἐκχεομένου ὕδατος αὐτὸς ἑαυτὸν ἐμποδίζει, τουτέστι συμποδίζει καὶ καταβάλλει καὶ αὐτὸς δι’ ἑαυτοῦ ἐλέγχεται. κοινῆς γάρ, φησίν, οὔσης ἀπορίας τοῖς φυσικοῖς εἰς τὸν περὶ αὐξήσεως λόγον, καὶ δοκούντων τεσσάρων τινῶν ἀτόπων ἓν πάντως μὴ ἀποφυγγάνειν,1 ἢ μὴ εἶναι αὔξησιν ἢ μὴ σώματος εἶναι ἢ μὴ σώματι γίνεσθαι τὴν αὔξησιν ἢ σῶμα χωρεῖν διὰ σώματος, ἐπιχειροῦντες ἐκεῖνοι λύειν ταύτας τὰς ἀπορίας εἶναι μὲν τὸ κενὸν ὑπέθεντο, οὐδὲν δὲ μᾶλλον διὰ τούτου τὰς ἀπορίας ἔλυσαν, εἰ μὴ καὶ ἐπέτειναν· ὥστε οὔτε τὸ κενὸν δεικνύουσιν ὑπάρχον οὔτε τὰς ἀπορίας ἐπιλύονται. ἄνωθεν δὲ πάλιν λέγω· ζητοῦσιν οἱ φυσικοὶ πότερον ἔστιν αὔξησις ἢ οὐκ ἔστιν; ἀλλὰ τὸ εἶναι αὔξησιν ἐκ τῆς ἐναργείας ἀνάγκη ὁμολογεῖν. πότερον οὖν πάλιν σώματός ἐστιν ἡ αὔξησις ἢ ἀσωμάτου; ἀλλ’ ὅτι τὰ σώματά ἐστι τὰ αὐξόμενα ἡ ἐνάργεια μαρτυρεῖ. ἆρ’ οὖν τὸ αὖξον ὡς ὕλη σῶμά ἐστιν ἢ ἀσώματον; ἀλλὰ καὶ τοῦτο πρόδηλον· σῶμα γὰρ ἡ τροφή. εἰ τοίνυν καὶ αὔξησις ἔστι καὶ σώματος καὶ σώματι, τὸ δὲ αὖξον ὅλῳ προσκρίνεται τῷ αὐξανομένῳ, ἐπειδὴ καὶ ὅλον δι’ ὅλου αὔξεται τὸ αὐξόμενον, ἀνάγκη σῶμα διὰ σώματος χωρήσειν. τοῦτο δὲ ἀδύνατον· ἄπορος ἄρα πανταχόθεν ὁ περὶ αὐξήσεως λόγος. ταύτας οὖν, φησί, τὰς περὶ αὐξήσεως ἀπορίας ἐπιλύεσθαι βουλόμενοι ὑπόθεσιν ἀναπόδεικτον ὑποτίθενται, ὅτι ἔστι τὸ κενόν (ὄντων γάρ, φασί, κενῶν ἐν τῷ σώματι ἡ τροφὴ εἰς ἐκεῖνα χωροῦσα, οὕτως ποιεῖται τὴν αὔξησιν), καὶ δοκοῦσι ταύτῃ καὶ τὰ ὑπάρχοντα τῇ αὐξήσει φυλάττειν, λέγω δὴ τὸ καὶ εἶναι αὔξησιν καὶ σώματος καὶ σώματι, καὶ τὸ ἄτοπον ἐκφεύγειν, τὸ χωρεῖν σῶμα διὰ σώματος. ἀλλ’ οὗτος, φησίν, ὁ λόγος αὐτὸς ἑαυτὸν καταβάλλει καὶ αὐτὸς ἑαυτὸν ἀναιρεῖ· ἐκεῖνοι μὲν γὰρ οἴονται ὅτι εἰ ὑπόθοιντο διὰ κενοῦ γίνεσθαι τὴν αὔξησιν, σῴζουσι τὸν περὶ αὐξήσεως λόγον, ὡς μὴ ἂν ἄλλως αὐξήσεως γενησομένης ἢ διὰ κενοῦ,2 αὐτὸς δὲ τοὐναντίον φησὶν ὅτι εἰ κενὸν εἴη καὶ δι’ αὐτοῦ ἡ αὔξησις γίνοιτο, οὐδ’ ἂν ὅλως εἴη αὔξησις. εἰ μὲν γὰρ ὅλον δι’ ὅλου αὔξεται τὸ αὐξόμενον, ὥσπερ καὶ ἡ ἐνάργεια ἔχει, δεῖ ὅλῳ προσκριθῆναι τὴν τροφήν, προσκρίνεται δὲ τῷ σώματι ἡ τροφὴ οὐκ ἄλλως, ὥς φασιν, ἢ τῷ χωρεῖν εἰς τὰ ἐν αὐτῷ κενά, δεῖ ἄρα ὅλον δι’ ὅλου τὸ σῶμα κενὸν εἶναι· καθὸ γὰρ οὐκ ἔστι κενόν, οὐ προσκριθήσεται δηλονότι ἐκείνῳ ἡ τροφή,3 ὥστε οὐδὲ αὐξηθήσεται ἐκεῖνο. ἀλλὰ μὴν ὅλον δι’ ὅλου αὔξεται τὸ αὐξόμενον· δεῖ ἄρα ὅλον εἶναι κενόν. τοῦτο δὲ ἄτοπον. εἰ δὲ μὴ εἴη ὅλον δι’ ὅλου κενόν, ἡ εἰσιοῦσα τροφὴ ἀναπλήρωσις ἔσται τῶν κενῶν μόνον καὶ οὐκ αὔξησις· ἀδύνατον ἄρα διὰ κενοῦ γενέσθαι τὴν αὔξησιν. οὔτε ἄρα τὸ κενὸν ἔδειξαν ὑπάρχον, ἀλλ’ ἀναποδείκτως ὑπέθεντο, καὶ τὰς ἀπορίας τὰς περὶ αὐξήσεως οὐκ ἀνεῖλον, ἀλλὰ καὶ ἐπέτειναν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῆς τέφρας· ἐπειδὴ γὰρ ὁρᾶται καὶ ἡ τέφρα ὅλη δι’ ὅλης ὑγραινομένη καὶ τὸ ὕδωρ ὅλον δι’ ὅλου μελαινόμενον, ἀνάγκη πᾶσα ὅλον κενὸν εἶναι τὸ ὕδωρ καὶ ὅλην κενὴν εἶναι τὴν τέφραν, εἴ γε εἰς τὰ κενὰ τὰ ἀλλήλων χωροῦσι, τοῦτο δὲ γελοῖον. καὶ εἰ εἰς τὰ κενὰ τὰ ἀλλήλων χωροῦσι τὸ ὕδωρ καὶ ἡ τέφρα, ἡ μὲν τέφρα εἰς τὰ τοῦ ὕδατος τὸ δὲ ὕδωρ εἰς τὰ τῆς τέφρας, διὰ τί μὴ πολλῷ πρότερον εἰς τὰ κενὰ τὰ ἑαυτῶν ἐξ ἀρχῆς ἐχώρησαν; εὐλογώτερον γὰρ τὸ ὕδωρ ὑγρὸν ὂν εἰς τὰ κενὰ τὰ ἑαυτοῦ χωρεῖν, ἢ τὴν τέφραν εἰς τὰ τοῦ ὕδατος.

そして彼は、増大から生じる難問に、灰の中へと注ぎ込まれる水から生じる難問をも抱き合わせ、両者を共通して論駁し、増大についての議論および灰の中へと注ぎ込まれる水についての議論はそれ自身を妨害している、すなわち足をもつれさせて打ち倒しており、それ自身を通じて論駁されている、と述べる。というのも、彼が言うには、自然学者たちにとって増大についての議論に関して共通の難問が存在し、四つの不条理のうち一つをどうしても免れ得ないと思われていたからである。すなわち、増大が存在しないか、あるいは[増大が]物体のものではないか、あるいは増大が物体によって生じるのではないか、あるいは物体が物体の中を通るかのいずれかである。彼らはこれらの難問を解決しようと試みて空虚が存在すると仮定したが、それによって難問を解決するどころか、かえってそれを強めたのである。したがって彼らは、空虚が存在することを論証してもおらず、諸難問を解決してもいない。 そこで最初からあらためて私は言う。自然学者たちは、増大が存在するのか、あるいは存在しないのかを問究する。しかし増大が存在することは、明瞭な事実から同意せざるを得ない。ではあらためて、増大は物体のものなのか、それとも非物体的なもののものなのか。だが、増大するのは物体であると明瞭な事実が証言している。では、質料として増大させるものは物体なのか、それとも非物体的なものなのか。しかしこのこともまた明白である。なぜなら栄養は物体だからである。それゆえ、もし増大が存在し、物体のものであり、物体によって生じるのであり、しかも増大するものは全体を通じて全体が増大するがゆえに増大させるものが増大するもの全体へと付加されるのだとすれば、物体が物体の中を通ることが必然となる。しかしこのことは不可能である。それゆえ、増大についての議論はどこから見ても難問に満ちている。それゆえ彼が言うには、彼らは増大についてのこれらの難問を解決しようと欲して、空虚が存在するという論証されていない仮定を立てる(というのも彼らは、物体の中に諸空虚が存在し、栄養がそれらの中へと入り込むことで、このようにして増大をもたらすのだと主張するからである)。そして彼らは、このようにして増大に伴う事柄、すなわち増大が存在すること、物体のものであること、物体によって生じることのすべてを維持し、かつ物体が物体の中を通るという不条理を免れると考えている。 しかし彼が言うには、この議論は自らを打ち倒し、自らを廃棄する。なぜなら彼らは、もし空虚を通じて増大が生じると仮定すれば、空虚を通じてでなければ増大が生じ得ないかのように、増大についての議論を救っていると考えているが、彼自身は逆に、もし空虚が存在し、それを通じて増大が生じるのだとすれば、およそ増大など存在しないことになろう、と言うからである。実際、もし明瞭な事実がそうであるように、増大するものが全体を通じて全体が増大するのであれば、栄養が全体へと付加されねばならず、しかるに彼らが言うように、栄養が物体へと付加されるのは、それの中にある諸空虚へと入り込むことによる以外の仕方ではあり得ないのだから、物体は全体を通じて全体が空虚でなければならない。なぜなら、それが空虚でないかぎりにおいて、明らかに栄養はそれへと付加されず、したがってその部分は増大もしないからである。しかるに実際には、増大するものは全体を通じて全体が増大する。それゆえ、全体が空虚でなければならない。しかしこれは不条理である。他方、もし全体を通じて全体が空虚でないとすれば、入り込んでくる栄養は諸空虚の充填にすぎず、増大ではないであろう。したがって、空虚を通じて増大が生じることは不可能である。それゆえ彼らは、空虚が存在することを論証したのではなく論証なしに仮定したのであり、増大についての難問を解消したのではなく、かえって強めたのである。 同じ議論は灰についても当てはまる。というのも、灰も全体を通じて全体が潤され、水も全体を通じて全体が黒ずむのが観察される以上、もし互いの空虚の中へと入り込むのだとすれば、水が全体として空虚であり、灰も全体として空虚であることが絶対に必然となるが、これは滑稽である。また、もし水と灰とが互いの空虚の中へと入り込み、灰は水の空虚へ、水は灰の空虚へと入り込むのだとすれば、なぜはるか以前に最初から自分自身の空虚へと入り込まなかったのか。水は湿潤なものである以上、灰が水の空虚へと入り込むよりも、水が自分自身の空虚へと入り込むことのほうが、より理にかなっているからである。

構文注3 件
  1. 4.141δοκούντων τεσσάρων τινῶν ἀτόπων ἓν πάντως μὴ ἀποφυγγάνειν

    δοκούντων は属格独立構文をなし、省略された意味上の主語は先行する τοῖς φυσικοῖς を受ける αὐτῶν であり、後続の不定詞句(τεσσάρων τινῶν ἀτόπων ἓν πάντως μὴ ἀποφυγγάνειν「四つの不条理のうち一つをどうしても免れないこと」)を補語にとる。τεσσάρων τινῶν ἀτόπων は ἓν にかかる部分属格。

  2. 4.141ὡς μὴ ἂν ἄλλως αὐξήσεως γενησομένης ἢ διὰ κενοῦ

    ὡς に分詞 γενησομένης(属格独立構文)と ἄν が結合し、主観的理由または論敵の思考内容における潜在条件文を表している(「空虚を通じてでなければ増大が生じ得ないかのように」)。

  3. 4.141καθὸ γὰρ οὐκ ἔστι κενόν, οὐ προσκριθήσεται δηλονότι ἐκείνῳ ἡ τροφή

    καθό は関係副詞(κατὰ ὃ)で「〜であるかぎりにおいて」「〜の点において」を意味する限定節を導く。後続の ἐκείνῳ は中性単数与格で、受増大物のうち空虚でないその部分(あるいは物体全体のうちの非空虚部分)を指示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:626.31-628.24