← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§599.10-600.24

物体が固有の場所に赴き留まる理由

ピロポノスは、物体が固有の場所へと赴きそこに留まる理由を、接触する元素間の同族関係および全体性と部分の比率(質料と複合体の関係)から論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.94#5

εὐλόγως δὲ καὶ τοῦτο ὑπάρχει τοῖς ἐν τόπῳ, τὸ φέρεσθαι ἕκαστον ἐπὶ τὸν ἑαυτοῦ τόπον καὶ μένειν ἐν τούτῳ. κατασκευάζει δὲ τοῦτο πάνυ γλαφυρῶς. προλαμβάνει δὲ ἐκεῖνο· πᾶν, φησίν, ὅ τινος ἅπτεται κατὰ φύσιν καὶ μὴ βίᾳ, τοῦτο συγγενές ἐστιν ἐκείνῳ οὗ ἅπτεται. προσέθηκε δὲ τὸ μὴ βίᾳ εἰκότως· ἅπτεται γὰρ καὶ ἡ κρεμαμένη βῶλος τοῦ ἀέρος, ἀλλ’ οὐ φύσει, ἀλλὰ βίᾳ. ἅπτεται γὰρ ταῦτα ἀλλήλων, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται, ἃ κοινὸν ἔχει σύμβολον πρὸς ἄλληλα· διὰ τοῦτο γῆ μὲν ὕδατος ἅπτεται (ἔχουσι γὰρ κοινὸν σύμβολον τὸ ψυχρόν), ὕδωρ ἀέρος (κοινὸν γὰρ τὸ ὑγρόν), ἀὴρ δὲ πυρός (κοινὸν γὰρ τὸ θερμόν), πῦρ δὲ τῆς σεληνιακῆς σφαίρας (ἐνταῦθα δὲ ἐξ ἀναλογίας ἡ κοινωνία· ὀξυκίνητα γὰρ ἄμφω καὶ φωτιστικά). συγγενῆ δὲ τὰ ἁπτόμενα, διότι καὶ ῥᾳδία ἡ εἰς ἄλληλα αὐτῶν μεταβολή, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται. ἐπεὶ οὖν ἕκαστον ὅταν ἀποσπασθῇ τῆς ἑαυτοῦ ὁλότητος, ἐφίεται ταύτην καταλαβεῖν (πᾶν γὰρ τοῦ συγγενοῦς ἐρᾷ καὶ τῆς ἑαυτοῦ ὁλότητος, διὸ καὶ τοῦ εἶναι, ἔστι δὲ μάλιστα ἕκαστον, ὅταν ἐν τῇ οἰκείᾳ ὁλότητι ᾖ) * * * φερόμενον ἐπὶ τὴν ἑαυτοῦ ὁλότητα1 (πρὸς ταύτην γὰρ προηγουμένως ἡ φορὰ καὶ ἡ ἔφεσις φέρεται) καὶ ἐπὶ τὸν ἑαυτοῦ τόπον· συγγενὴς γὰρ οὗτος τῷ ὅλῳ. ἀλλ’ ἐρεῖ τις ‘καὶ εἰ τὸ ἁπτόμενον φύσει συγγενές, ἅπτεται δὲ τὸ κάτωθεν ὁ ἀὴρ τοῦ ὕδατος, φερέσθω τὰ μόρια αὐτοῦ ἐπὶ τὸ κάτω.’ ὅτι μὲν οὖν συγγενὴς τῷ ὕδατι ὁ ἀὴρ καθὸ ἔχει κοινὸν σύμβολον τὸ ὑγρόν, πρόδηλον, ἀλλ’ ἐπίτηδες εἴπομεν ὅτι προηγουμένως ἐπὶ τὴν ὁλότητα ἕκαστον φέρεται τὴν ἑαυτοῦ· ἔστι δὲ ἡ τοῦ ἀέρος ὁλότης τῶν ἀνωφόρων, καὶ συγγενέστερον τῷ πυρὶ μᾶλλον ἢ τῷ ὕδατι ὁ ἀήρ, ἀλλὰ χεῖται πάντῃ, οὐχ ὅτι φύσει ἔχει τὸ πάντῃ φέρεσθαι, ἀλλὰ διὰ τὴν τοῦ κενοῦ βίαν, δι’ ἣν καὶ τὸ ὕδωρ πολλάκις ἀνώφορον γίνεται καὶ ἐπὶ ἀέρος ὀχεῖται, ὡς ἐπὶ τῶν κλεψυδρῶν. ὥστε κἂν ἅπτηται τοῦ ὕδατος ὁ ἀήρ, ἀλλ’ οὖν διὰ τὴν τοῦ κενοῦ βίαν ἅπτεται, ἐπεὶ ἀνώφορος ὑπάρχει φύσει. εἰκότως δέ, φησί, καὶ μένει φύσει ἕκαστον ἐν τῷ ἑαυτοῦ τόπῳ, ἐπεὶ καὶ τὸ μέρος μένει ἐν τῇ οἰκείᾳ ὁλότητι. τὸ δὲ ἐν τόπῳ, φησίν, οἷον μέρος πρὸς ὅλον ἐστίν· ὃν γὰρ λόγον ἔχει διαιρετὸν μέρος πρὸς ὅλον, τοῦτον τὸν λόγον ἔχει τὸ ἐν τόπῳ πρὸς τὸν τόπον. ὥσπερ γὰρ εἴ τις χαλάσας τὴν χεῖρα εἰς ὕδωρ διέλῃ τι μόριον τοῦ ὕδατος, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ ἐν τόπῳ πρὸς τὸ περιέχον· οἷον γὰρ ὅλον τί ἐστι τὸ περιέχον, μέρος δὲ τὸ περιεχόμενον. τὸ γὰρ περιέχον, φησί, πρὸς τὸ περιεχόμενον οἷον συναμφότερόν τι πρὸς ὕλην ἐστίν· ὕλη γὰρ τοῦ ἀέρος τὸ ὕδωρ, ὁ δὲ ἀὴρ εἶδός τι καὶ ἐνέργεια τοῦ ὕδατος καὶ οἷον συναμφότερον. διὸ καὶ ἡ μὲν τοῦ ὕδατος εἰς ἀέρα μεταβολὴ γένεσίς ἐστιν, ὡς ἐν τοῖς Περὶ γενέσεως εἴρηται, ἡ δὲ τοῦ ἀέρος εἰς τὸ ὕδωρ φθορά. δοκεῖ δὲ καὶ ἡ ὕλη καὶ τὸ εἶδος μέρη τοῦ συναμφοτέρου εἶναι. ὥστε εἰ ὕλῃ ἀναλογεῖ τὸ ὕδωρ,2 εἴδει δὲ ἢ συναμφοτέρῳ ὁ ἀήρ, ἡ δὲ ὕλη μέρος τοῦ συναμφοτέρου, καλῶς ἄρα εἴρηται ὅτι τὸ περιεχόμενον πρὸς τὸ περιέχον οἷον διαιρετὸν μέρος πρὸς ὅλον ἐστί. τὸ δὲ μέρος ἐν τῇ ἑαυτοῦ θέλει μένειν ὁλότητι· εἰκότως ἄρα καὶ ἕκαστον ἐν τῷ ἑαυτοῦ μένει τόπῳ, τουτέστι τῷ περιέχοντι, ὅπερ τὸν αὐτὸν λόγον ἔχει πρὸς τὸ περιεχόμενον, ὅνπερ τὸ ὅλον πρὸς μέρος.

また、場所にあるものに、各々が自分自身の場所へと赴き、この[場所]に留まるということが属しているのも理にかなっている。そして彼[アリストテレス]はこのことをきわめて巧みに論証している。そして彼はまず次のことを前提とする。すなわち、彼が言うには、何らかのものに自然に従って強制によらず接触するものはすべて、それが接触する当のものと同族である。そして彼がもっともにも「強制によらず」と付け加えたのは、吊るされた土塊も空気に接触するが、自然によるのではなく強制によるからである。なぜなら、『生成消滅論』で言われているように、互いに共通の象徴をもつものどうしが互いに接触するからである。このゆえに、土は水に接触し(両者は冷という共通の象徴をもつから)、水は空気に接触し(湿が共通だから)、空気は火に接触し(熱が共通だから)、火は月の天球に接触する(ここでは比例による共有である。なぜなら両者は敏速に運動し、光を放つものだからである)。そして接触するものが同族であるのは、『生成消滅論』で言われているように、それらの相互への変化が容易であるからでもある。それゆえ、各々が自分自身の全体性から引き離されたとき、この[全体性]を捉えることを希求するのであるから(なぜならすべてのものは同族のものと自らの全体性を、それゆえまた存在することを愛求するのであり、各々は自分本来の全体性のうちにあるときに最もよく存在するからである)、[…自らの場所へと赴くのである]。自らの全体性へと赴くことによって(なぜなら運動と希求は第一義的にはこれへと向けられるからである)、かつ自分自身の場所へと[赴くことによってである]。なぜなら、この[場所]は全体と同族であるからである。しかし誰かがこう言うであろう、「もし自然に接触するものが同族であり、下側で空気が水に接触しているとすれば、空気の部分は下へと赴くべきである」と。したがって、空気が湿という共通の象徴をもつ限りにおいて水と同族であることは前もって明らかであるが、われわれがわざわざ述べたのは、各々は第一義的には自分自身の全体性へと赴くということである。そして空気の全体性は上方へと向かうものに属し、空気は水に対してよりも火に対して一層同族的なのであるが、四方へと撒き散らされるのは、四方へと赴く性質を自然において持っているからではなく、空虚の強制によるのであり、この[強制]のゆえに水もしばしば上方へと向かうものとなり、クレプシュドラにおいて見られるように空気の上に乗るのである。したがって、たとえ空気が水に接触するとしても、空虚の強制によって接触するのであり、というのも本性上は上方へと向かうものとして存在しているからである。そして彼が言うには、部分もまた本来の全体性のうちに留まるのであるから、各々が本性上自分自身の場所のうちに留まるのも理にかなっている。そして彼が言うには、場所にあるものは、全体に対する部分のようなものである。なぜなら、分割可能な部分が全体に対して持つ比を、場所にあるものは場所に対して持つからである。というのも、あたかも誰かが手を水の中に差し入れて水の一部を分かち取った場合のように、場所にあるものもまた包容するものに対してこの比を持つからである。なぜなら、包容するものはある種の全体であり、包容されるものは部分だからである。彼が言うには、包容するものは包容されるものに対して、質料に対するある種の複合体のようなものであるからである。なぜなら、水は空気の質料であり、空気は水のある種の形相にして現実態であり、ある種の複合体のようなものだからである。それゆえ、『生成消滅論』で言われているように、水から空気への変化は生成であり、空気から水への変化は消滅である。そして質料も形相も複合体の諸部分であると思われる。したがって、もし水が質料に、空気が形相または複合体に比され、質料が複合体の部分であるとするなら、包容されるものは包容するものに対して全体に対する分割可能な部分のようなものである、と言われたことは正しい。そして部分は自らの全体性のうちに留まることを欲する。それゆえ、各々が自分自身の場所、すなわち包容するもののうちに留まるのも理にかなっている。この[包容するもの]は、包容されるものに対して、全体が部分に対して持つまさにその比を持っているのである。

構文注2 件
  1. 4.94ἐπεὶ οὖν ἕκαστον ὅταν ἀποσπασθῇ τῆς ἑαυτοῦ ὁλότητος, ἐφίεται ταύτην καταλαβεῖν (πᾶν γὰρ τοῦ συγγενοῦς ἐρᾷ καὶ τῆς ἑαυτοῦ ὁλότητος, διὸ καὶ τοῦ εἶναι, ἔστι δὲ μάλιστα ἕκαστον, ὅταν ἐν τῇ οἰκείᾳ ὁλότητι ᾖ) * * * φερόμενον ἐπὶ τὴν ἑαυτοῦ ὁλότητα

    アステリスク( *)で示された箇所にテキストの欠落(lacuna)が存在する。ἐπεὶ οὖν で始まる従属節(理由節)に対応する主節動詞(例えば「固有の場所へと赴く」に類する句)が抜け落ちており、後続の主格中性単数分詞 φερόμενον が主語 ἕκαστον に係っている。

  2. 4.94εἰ ὕλῃ ἀναλογεῖ τὸ ὕδωρ

    動詞 ἀναλογεῖ は通常与格を補語に取る(ὕλῃ)。主語は中性単数主格の τὸ ὕδωρ であり、「もし水が質料に相応する[比される]ならば」という構文関係をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:599.10-600.24